Αἴσωπος 625-560 π.Χ.
Ο Άνθρωπος που ανέτρεψε την μοίρα του, δούλος, αναλφάβητος και πανάσχημος με την Σοφία του, την Σωφροσύνη του, τον Λόγο του (τον προφορικό) το Θάῤῥος και την Ανδρεία του (απαραίτητα στοιχεία για να μπορείς να πεις "αλήθειες") κατάφερε (χωρίς ίσως να το επιδιώξει) ώστε να μην υπάρχει κανείς πάνω στην γη σήμερα που να μην τον γνωρίζει μέσα από τους 358 μύθους του συμπυκνωμένης Σοφίας που σώθηκαν μέχρι σήμερα. Δεν υπάρχει παιδί που να μην έχει δει, ακούσει, διαβάσει κάποιους μύθους του. Μερικοί από αυτούς έχουν καθορίσει κάποιους από μας για όλη μας τη ζωή!
Ο Αίσωπος γεννήθηκε το 625 π.Χ. στο Αμόριο της Φρυγίας.
Ήταν δούλος, αναλφάβητος και πανάσχημος, και έζησε στη Σάμο, και σε άλλες πόλεις. Έλαβε μέρος στο συμπόσιο των επτά Σοφών.
Εκτελέστηκε αδίκως από τους ιερείς στους Δελφούς, το 560 π.Χ. καθότι οι διδασκαλίες του ενοχλούσαν αφάνταστα την άρχουσα τάξη της εποχής του.
Οι ιερείς του μαντείου των Δελφών, αποφάσισαν να τον θανατώσουν με δόλο. Έκρυψαν κρυφά στα πράγματά του ένα χρυσό κύπελο από το ιερό του ναού και στη συνέχεια τον κατηγόρησαν για κλέφτη κι ιερόσυλο. Έτσι με τη σκηνοθετημένη κατηγορία καταδίκασαν τον 65χρονο Αίσωπο σε θάνατο και τον εκτέλεσαν (δολοφόνησαν) ρίχνοντας τον στον γκρεμό Υάμπεια* στην κορυφή του Παρνασσού.
Οι 358 Μύθοι του
ΑΙ ΠΑΡΟΙΜΙΑΙ ΤΟΥ ΑΙΣΩΠΟΥ
- ῎Ανευ χαλκοῦ Φοῖβος οὐ μαντεύεται: τὴν ἰσχὺν τοῦτο σημαίνει τῶν δωρεῶν.
- Ἔνθεν ἐκεῖθεν οὐαὶ, οἷς περιστοιχίζεται κακά.
- Ἔσται καὶ χωλῶν δρόμος: τὸ ἄδηλον δηλοῖ.
- Ζητῶν ῾Ερμῆν γλύψαι Κέρκοπα ἔγλυψα.
- ῍Η Ζεὺς ἢ Χάρων: ἢ εὐδαίμονος βίος ἢ τέλος.
- Μακρὰς ἐλπίδας μισῶ.
- Ὀ ἐγγὺς Διός, ἐγγὺς κεραυνοῦ.
- Οὐδεὶς καιρὸν βαστάσας ἐξέβη κυρτός.
- Ποῦ γὰρ ἡ ῎Αρτεμις οὐκ ἐχόρευσεν;
- ᾿Εξ ἄμμου σχοινίον πλέκειν.
- Στρογγύλα λέγε, ἵνα καὶ κυλίηται.
- Τὸν ἀτυχῆ καὶ πρόβατον δάκνει.
- ῝Ον ἡ τύχη προπηλακίζει, καὶ πάντων πραγμάτων μάστιγας εὑρίσκει.
- Τὰ προλήμματα νικήματα.
- Φαγέτω με λέων καὶ μὴ ἀλώπηξ.
- Δυστυχείτω καὶ λοιδορείτω με.
- Παρὰ τοῦτο τὸ ὑπόδημα ἔῤῥαψε μὲν ῾Ιστιαῖος, ὑπεδύσατο δ' ᾿Αρισταγόρας.
Οι 358 Μύθοι του Αισώπου
- Α' – Ἀγαθὰ καὶ κακά
- Β' – Ἀγαλματοπώλης
- Γ' – Ἀετὸς καὶ ἀλώπηξ
- Δ' – Ἀετὸς καὶ κάνθαρος
- Ε' – Ἀετὸς καὶ κολοιὸς καὶ ποιμήν
- ΣΤ' – Ἀετὸς τὰ πτερὰ τιλθείς καὶ ἀλώπηξ
- Ζ' – Ἀετὸς τοξευθείς
- Η' – Ἀηδὼν καὶ ἱέραξ
- Θ' – Ἀηδὼν καὶ χελιδών
- Ι' – Ἀθηναῖος χρεωφειλέτης
- ΙΑ' – Αἰθίοψ
- ΙΒ' – Αἴλουρος καὶ ἀλεκτρυών
- ΙΓ' – Αἴλουρος καὶ μύες
- ΙΔ' – Αἴλουρος καὶ ὄρνιθες
- ΙΕ' – Αἴξ καὶ αἰγοβοσκός
- ΙΣΤ' – Αἶξ καὶ ὄνος
- ΙΖ' – Αἰπόλος καὶ αἶγες ἄγριαι
- ΙΗ' – Αἰσχρὰ δούλη καὶ Ἀφροδίτη
- ΙΘ' – Αἴσωπος ἐν ναυπηγίῳ
- Κ' – Ἀλέκτορες δύο καὶ ἀετός
- ΚΑ' – Ἀλεκτρυόνες καὶ πέρδιξ
- ΚΒ' – Ἁλιεῖς καὶ θύννος
- ΚΓ' – Ἁλιεῖς λίθον ἀγρεύσαντες
- ΚΔ' – Ἁλιεὺς αὐλῶν
- ΚΕ' – Ἁλιεὺς καὶ ἰχθύες μεγάλοι καὶ βραχεῖς
- ΚΣΤ' – Ἁλιεὺς καὶ σμαρίς
- ΚΖ' – Ἁλιεὺς ὕδωρ τύπτων
- ΚΗ' – Ἁλκύων
- ΚΘ' – Ἀλώπεκες ἐπὶ τῷ Μαιάνδρῳ
- Λ' – Ἀλώπηξ ἐξογκωθεῖσα τὴν γαστέρα
- ΛΑ' – Ἀλώπηξ καὶ βάτος
- ΛΒ' – Ἀλώπηξ καὶ βότρυς
- ΛΓ' – Ἀλώπηξ καὶ δράκων
- ΛΔ' – Ἀλώπηξ καὶ δρυτόμος
- ΛΕ' – Ἀλώπηξ καὶ κροκόδειλος
- ΛΣΤ' – Ἀλώπηξ καὶ κύων
- ΛΖ' – Ἀλώπηξ καὶ πάρδαλις
- ΛΗ' – Ἀλώπηξ καὶ πίθηκος βασιλεὺς αἱρεθείς
- ΛΘ' – Ἀλώπηξ καὶ πίθηκος περὶ εὐγενείας ἐρίζοντες
- Μ' – Ἀλώπηξ καὶ τράγος
- ΜΑ' – Ἀλώπηξ κόλουρος
- ΜΒ' – Ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα
- ΜΓ' – Ἀλώπηξ πρὸς μορμολύκειον
- ΜΔ' – Ἄνδρες δύο περὶ θεῶν ἐρίζοντες
- ΜΕ' – Ἀνδροφόνος
- ΜΣΤ' – Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος
- ΜΖ' – Ἀνὴρ δειλὸς καὶ κόρακες
- ΜΗ' – Ἀνὴρ δηχθεὶς ὑπὸ μύρμηκος καὶ Ἑρμῆς
- ΜΘ' – Ἀνὴρ καὶ γυνὴ ἀργαλέα
- Ν' – Ἀνὴρ κακοπράγμων
- ΝΑ' – Ἀνὴρ ἔχιν ἀνελόμενος
- ΝΒ' – Ἀνὴρ μεσοπόλιος καὶ ἑταῖραι
- ΝΓ' – Ἀνὴρ ναυαγός
- ΝΔ' – Ἀνὴρ πηρός
- ΝΕ' – Ἀνὴρ φέναξ
- ΝΣΤ' – Ἀνθρακεὺς καὶ γναφεύς
- ΝΖ' – Ἄνθρωποι καὶ Ζεὺς
- ΝΗ' – Ἄνθρωπος καὶ ἀλώπηξ
- ΝΘ' – Ἄνθρωπος καὶ λέων συνοδεύοντες
- Ξ' – Ἄνθρωπος καὶ σάτυρος
- ΞΑ' – Ἄνθρωπος καταθραύσας ἄγαλμα
- ΞΒ' – Ἄνθρωπος λέοντα χρυσοῦν εὑρών
- ΞΓ' – Ἄρκτος καὶ ἀλώπηξ
- ΞΔ' – Ἀρότης καὶ λύκος
- ΞΕ' – Ἀστρολόγος
- ΞΣΤ' – Βάτραχοι αἰτοῦντες βασιλέα
- ΞΖ' – Βάτραχοι γείτονες
- ΞΗ' – Βάτραχοι ἐν λίμνῃ
- ΞΘ' – Βάτραχος ἰατρός καὶ ἀλώπηξ
- Ο' – Βόες καὶ ἄξων
- ΟΑ' – Βόες τρεῖς καὶ λέων
- ΟΒ' – Βοηλάτης καὶ Ἡρακλῆς
- ΟΓ' – Βουκόλος καὶ λέων
- ΟΔ' – Βορέας καὶ Ἥλιος
- ΟΕ' – Βωταλὶς καὶ νυκτερίς
- ΟΣΤ' – Γαλῆ καὶ Ἀφροδίτη
- ΟΖ' – Γαλῆ καὶ ῥίνη
- ΟΗ' – Γέρων καὶ θάνατος
- ΟΘ' – Γεωργὸς καὶ ἀετός
- Π' – Γεωργὸς καὶ κύνες
- ΠΑ' – Γεωργὸς καὶ ὄφις τὸν παῖδα αὐτοῦ ἀποκτείνας
- ΠΒ' – Γεωργὸς καὶ ὄφις ὑπὸ κρύους πεπηγώς
- ΠΓ' – Γεωργὸς καὶ παῖδες αὐτοῦ
- ΠΔ' – Γεωργὸς καὶ τύχη
- ΠΕ' – Γεωργὸς καὶ φυτόν
- ΠΣΤ' – Γεωργοῦ παῖδες στασιάζοντες
- ΠΖ' – Γραῦς καὶ ἰατρός
- ΠΗ' – Γυνὴ καὶ ἀνὴρ μέθυσος
- ΠΘ' Γυνὴ καὶ θεράπαιναι
- Ϟ' – Γυνὴ καὶ ὄρνις
- ϞΑ' – Γυνὴ μάγος
- ϞΒ' – Δάμαλις καὶ βοῦς
- ϞΓ' – Δειλὸς κυνηγὸς καὶ δρυτόμος
- ϞΔ' – Δέλφαξ καὶ πρόβατα
- ϞΕ' – Δελφῖνες καὶ φάλαιναι καὶ κωβιός
- ϞΣΤ – Δημάδης ὁ ῥήτωρ
- ϞΖ' – Διογένης καὶ φαλακρός
- ϞΗ' – Διογένης ὁδοιπορῶν
- ϞΘ' – Δρύες καὶ Ζεὺς
- Ρ' – Δρυτόμοι καὶ πεύκη
- ΡΑ' – Ἐλάτη καὶ βάτος
- ΡΒ' – Ἔλαφος ἐπὶ νάματος καὶ λέων
- ΡΓ' – Ἔλαφος καὶ ἄμπελος
- ΡΔ' – Ἔλαφος καὶ λέων ἐν σπηλαίῳ
- ΡΕ' – Ἔλαφος πηρωθεῖσα
- ΡΣΤ' – Ἔριφος ἐπὶ δώματος ἑστὼς καὶ λύκος
- ΡΖ' – Ἔριφος καὶ λύκος αὐλῶν
- ΡΗ' – Ἑρμῆς καὶ ἀγαλματοποιός
- ΡΘ' – Ἑρμῆς καὶ γῆ
- ΡΙ' – Ἑρμῆς καὶ Τειρεσίας
- ΡΙΑ – Ἑρμῆς καὶ τεχνῖται
- ΡΙΒ' – Ἑρμοῦ ἅμαξα καὶ Ἄραβες
- ΡΙΓ' – Εὔνουχος καὶ ἱερεύς
- ΡΙΔ' – Ἐχθροὶ δύο
- ΡΙΕ' – Ἔχις καὶ ἀλώπηξ
- ΡΙΣΤ' – Ἔχις καὶ ῥίνη
- ΡΙΖ' – Ἔχις καὶ ὕδρος
- ΡΙΗ' – Ζεὺς καὶ αἰσχύνη
- ΡΙΘ' – Ζεὺς καὶ ἀλώπηξ
- ΡΚ' – Ζεὺς καὶ ἄνθρωποι
- ΡΚΑ' – Ζεὺς καὶ Ἀπόλλων
- ΡΚΒ' – Ζεὺς καὶ ὄφις
- ΡΚΓ' – Ζεὺς καὶ πίθος ἀγαθῶν
- ΡΚΔ' – Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ καὶ Μῶμος
- ΡΚΕ' – Ζεὺς καὶ χελώνη
- ΡΚΣΤ' – Ζεὺς κριτής
- ΡΚΖ' – Ἥλιος καὶ βάτραχοι
- ΡΚΗ' – Ἡμίονος
- ΡΚΘ' – Ἡρακλῆς καὶ Ἀθηνᾶ
- ΡΛ' – Ἡρακλῆς καὶ Πλοῦτος
- ΡΛΑ' – Ἥρως
- ΡΛΒ' – Θύννος καὶ δελφίς
- ΡΛΓ' – Ἰατρὸς ἄτεχνος
- ΡΛΔ' – Ἰατρὸς καὶ νοσῶν
- ΡΛΕ' – Ἰκτῖνος καὶ ὄφις
- ΡΛΣΤ' – Ἰκτῖνος χρεμετίζων
- ΡΛΖ' – Ἰξευτὴς καὶ ἀσπίς
- ΡΛΗ' – Ἴππος γέρων
- ΡΛΘ' – Ἴππος καὶ βοῦς καὶ κύων καὶ ἄνθρωπος
- ΡΜ' – Ἴππος καὶ ἱπποκόμος
- ΡΜΑ' – Ἴππος καὶ ὄνος
- ΡΜΒ' – Ἴππος καὶ στρατιώτης
- ΡΜΓ' – Κάλαμος καὶ ἐλαία
- ΡΜΔ' – Κάμηλος ἀφοδεύσασα ἐν ποταμῷ
- ΡΜΕ' – Κάμηλος καὶ ἐλέφας καὶ πίθηκος
- ΡΜΣΤ' – Κάμηλος καὶ Ζεύς
- ΡΜΖ' – Κάμηλος ὀρχουμένη
- ΡΜΗ' – Κάμηλος τὸ πρῶτον ὀφθείς
- ΡΜΘ' – Κάνθαροι δύο
- ΡΝ' – Καρκῖνος καὶ ἀλώπηξ
- ΡΝΑ' – Καρκῖνος καὶ μήτηρ
- ΡΝΒ' – Καρύα
- ΡΝΓ' – Κάστωρ
- ΡΝΔ' – Κηπουρὸς ἀρδεύων λάχανα
- ΡΝΕ' – Κηπουρὸς καὶ κύων
- ΡΝΣΤ' – Κιθαρῳδός
- ΡΝΖ' – Κίχλα
- ΡΝΗ' – Κλέπται καὶ ἀλεκτρυών
- ΡΝΘ' – Κοιλία καὶ πόδες
- ΡΞ' – Κολοιὸς καὶ ἀλώπηξ
- ΡΞΑ' – Κολοιὸς καὶ κόρακες
- ΡΞΒ' – Κολοιὸς καὶ ὄρνεα
- ΡΞΓ' – Κολοιὸς καὶ περιστεραί
- ΡΞΔ' – Κολοιὸς φυγάς
- ΡΞΕ' – Κόραξ καὶ ἀλώπηξ
- ΡΞΣΤ' – Κόραξ καὶ Ἑρμῆς
- ΡΞΖ' – Κόραξ καὶ ὄφις
- ΡΞΗ' – Κόραξ νοσῶν
- ΡΞΘ' – Κορυδαλός
- ΡΟ' – Κορώνη καὶ κόραξ
- ΡΟΑ' – Κορώνη καὶ κύων
- ΡΟΒ' – Κοχλίαι
- ΡΟΓ' – Κύκνος ἀντὶ χηνὸς ἀπαχθείς
- ΡΟΔ' – Κύκνος καὶ δεσπότης
- ΡΟΕ' – Κύνες δύο
- ΡΟΣΤ' – Κύνες λιμώττουσαι
- ΡΟΖ' – Κυνόδηκτος
- ΡΟΗ' – Κύων ἑστιώμενος
- ΡΟΘ' – Κύων θηρευτικὸς καὶ κύνες
- ΡΠ' – Κύων καὶ ἀλεκτρυὼν καὶ ἀλώπηξ
- ΡΠΑ' – Κύων καὶ κόχλος
- ΡΠΒ' – Κύων καὶ λαγωός
- ΡΠΓ' – Κύων καὶ μάγειρος
- ΡΠΔ' – Κύων κοιμώμενος καὶ λύκος
- ΡΠΕ' – Κύων κρέας φέρουσα
- ΡΠΣΤ' – Κύων κωδωνοφορῶν
- ΡΠΖ' – Κύων λέοντα διώκων καὶ ἀλώπηξ
- ΡΠΗ' – Κώνωψ καὶ λέων
- ΡΠΘ' – Κώνωψ καὶ ταῦρος
- Ρϟ' – Λαγωοὶ καὶ ἀλώπεκες
- ΡϟΑ' – Λαγωοὶ καὶ βάτραχοι
- ΡϟΒ' – Λαγωὸς καὶ ἀλώπηξ
- ΡϟΓ' – Λάρος καὶ ἰκτῖνος
- ΡϟΔ' – Λέαινα καὶ ἀλώπηξ
- ΡϟΕ' – Λέοντος βασιλεία
- ΡϟΣΤ' – Λέων γηράσας καὶ ἀλώπηξ
- ΡϟΖ' – Λέων ἐγκλεισθεὶς καὶ γεωργός
- ΡϟΗ' – Λέων ἐρασθεὶς καὶ γεωργός
- ΡϟΘ' – Λέων καὶ ἀλώπηξ καὶ ἔλαφος
- Σ' – Λέων καὶ ἄρκτος καὶ ἀλώπηξ
- ΣΑ' – Λέων καὶ βάτραχος
- ΣΒ' – Λέων καὶ δελφίς
- ΣΓ' – Λέων καὶ κάπρος
- ΣΔ' – Λέων καὶ λαγωός
- ΣΕ' – Λέων καὶ λύκος καὶ ἀλώπηξ
- ΣΣΤ' – Λέων καὶ μῦς ἀντευεργέτης
- ΣΖ' – Λέων καὶ ὄναγρος
- ΣΗ' – Λέων καὶ ὄνος ὅμου θηρεύοντες
- ΣΘ' – Λέων καὶ ὄνος καὶ ἄλωπηξ
- ΣΙ' – Λέων καὶ Προμηθεὺς καὶ ἐλέφας
- ΣΙΑ' – Λέων καὶ ταῦρος
- ΣΙΒ' – Λέων λυσσῶν καὶ ἔλαφος
- ΣΙΓ' – Λέων μῦν φοβηθεὶς καὶ ἀλώπηξ
- ΣΙΔ' – Λῃστὴς καὶ συκάμινος
- ΣΙΕ' – Λύκοι καὶ κύνες ἀλλήλοις πολεμοῦντες
- ΣΙΣΤ' – Λύκοι καὶ κύνες πρὸς αὐτοὺς καταλλαγέντες
- ΣΙΖ' – Λύκοι καὶ πρόβατα
- ΣΙΗ' – Λύκοι καὶ πρόβατα καὶ κριός
- ΣΙΘ' – Λύκος διὰ τὴν ἑαυτοῦ σκιὰν γαυρωθεὶς καὶ λέων
- ΣΚ' – Λύκος καὶ αἴξ
- ΣΚΑ' – Λύκος καὶ ἀρήν
- ΣΚΒ' – Λύκος καὶ ἀρνίον εἰς ἱερὸν καταφυγόν
- ΣΚΓ' – Λύκος καὶ γραῦς
- ΣΚΔ' – Λύκος καὶ ἐρωδιός
- ΣΚΕ' – Λύκος καὶ ἵππος
- ΣΚΣΤ' – Λύκος καὶ κύων
- ΣΚΖ' – Λύκος καὶ λέων
- ΣΚΗ' – Λύκος καὶ ὄνος
- ΣΚΘ' – Λύκος καὶ ποιμήν
- ΣΛ' – Λύκος κεκορεσμένος καὶ πρόβατον
- ΣΛΑ' – Λύκος τετρωμένος καὶ πρόβατον
- ΣΛΒ' – Λύχνος
- ΣΛΓ' – Μάντις
- ΣΛΔ' – Μέλισσαι καὶ Ζεύς
- ΣΛΕ' – Μελισσουργός
- ΣΛΣΤ' – Μηναγύρται
- ΣΛΖ' – Μύες καὶ γαλαῖ
- ΣΛΗ' – Μυῖα
- ΣΛΘ' – Μυῖαι
- ΣΜ' – Μύρμηξ
- ΣΜΑ' – Μύρμηξ καὶ κάνθαρος
- ΣΜΒ' – Μύρμηξ καὶ περιστερά
- ΣΜΓ' – Μῦς ἀρουραῖος καὶ μῦς ἀστικός
- ΣΜΔ' – Μῦς καὶ βάτραχος
- ΣΜΕ' – Ναυαγὸς καὶ θάλασσα
- ΣΜΣΤ' – Νεανίσκοι καὶ μάγειρος
- ΣΜΖ' – Νεβρὸς καὶ ἔλαφος
- ΣΜΗ' – Νέος ἄσωτος καὶ χελιδών
- ΣΜΘ' – Νοσῶν καὶ ἰατρός
- ΣΝ' – Νυκτερὶς καὶ βάτος καὶ αἴθυια
- ΣΝΑ' – Νυκτερὶς καὶ γαλαῖ
- ΣΝΒ' – Ξύλα καὶ ἐλαία
- ΣΝΓ' – Ξυλευόμενος καὶ Ἑρμῆς
- ΣΝΔ' – Ὁδοιπόροι καὶ ἄρκτος
- ΣΝΕ' – Ὁδοιπόροι καὶ κόραξ
- ΣΝΣΤ' – Ὁδοιπόροι καὶ πέλεκυς
- ΣΝΖ' – Ὁδοιπόροι καὶ πλάτανος
- ΣΝΗ' – Ὁδοιπόροι καὶ φρύγανα
- ΣΝΘ' – Ὁδοιπόρος καὶ Ἀλήθεια
- ΣΞ' – Ὁδοιπόρος καὶ Ἑρμῆς
- ΣΞΑ' – Παῖς καὶ Τύχη
- ΣΞΒ' – Ὄνοι πρὸς τὸν Δία
- ΣΞΓ' – Ὄνον ἀγοράζων
- ΣΞΔ' – Ὄνος ἄγριος καὶ ὄνος ἥμερος
- ΣΞΕ' – Ὄνος ἅλας βαστάζων
- ΣΞΣΤ' – Ὄνος βαστάζων ἄγαλμα
- ΣΞΖ' – Ὄνος ἐνδυσάμενος λεοντῆν καὶ ἀλώπηξ
- ΣΞΗ' – Ὄνος ἵππον μακαρίζων
- ΣΞΘ' – Ὄνος καὶ ἀλεκτρυὼν καὶ λέων
- ΣΟ' – Ὄνος καὶ ἀλώπηξ καὶ λέων
- ΣΟΑ' – Ὄνος καὶ βάτραχοι
- ΣΟΒ' – Ὄνος καὶ ἡμίονος ἐξ ἴσου ἐμπεφορτισμένοι
- ΣΟΓ' – Ὄνος καὶ κηπουρός
- ΣΟΔ' – Ὄνος καὶ κόραξ καὶ λύκος
- ΣΟΕ' – Ὄνος καὶ κύων
- ΣΟΣΤ' – Όνος και κύων συνοδοιπορούντες
- ΣΟΖ' – Ὄνος καὶ ὀνηλάτης
- ΣΟΗ' – Ὄνος καὶ τέττιγες
- ΣΟΘ' – Ὄνος νομιζόμενος λέων εἶναι
- ΣΠ' – Ὄνος παλιούρους ἐσθίων καὶ ἀλώπηξ
- ΣΠΑ' – Ὄνος πατήσας σκόλοπα καὶ λύκος
- ΣΠΒ' – Ὀρνιθοθήρας καὶ ἄγριαι καὶ ἥμεραι περιστεραί
- ΣΠΓ' – Ὀρνιθοθήρας καὶ κορύδαλος
- ΣΠΔ' – Γεωργὸς καὶ πελαργός
- ΣΠΕ' – Ὀρνιθοθήρας καὶ πέρδιξ
- ΣΠΣΤ' – Ὄρνις καὶ χελιδών
- ΣΠΖ' – Ὄρνις χρυσοτόκος
- ΣΠΗ' – Οὐρὰ καὶ μέλη ὄφεως
- ΣΠΘ' – Ὄφις καὶ γαλῆ καὶ μύες
- Σϟ' – Ὄφις καὶ καρκῖνος
- ΣϟΑ' – Ὄφις πατούμενος καὶ Ζεύς
- ΣϟΒ' – Παιδίον ἐσθίον σπλάγχνα
- ΣϟΓ' – Παῖς ἀκρίδας θηρεύων καὶ σκορπίος
- ΣϟΔ' – Παῖς καὶ κόραξ
- ΣϟΕ' – Παῖς καὶ λέων γεγραμμένος
- ΣϟΣΤ' – Παῖς κλέπτης καὶ μήτηρ
- ΣϟΖ' – Παῖς λουόμενος
- ΣϟΗ' – Παρακαταθήκην εἰληφὼς καὶ Ὅρκος
- ΣϟΘ' – Μήτηρ καὶ θυγατέρες
- Τ' – Πέρδιξ καὶ ἄνθρωπος
- ΤΑ' – Περιστερὰ διψῶσα
- ΤΒ' – Περιστερὰ καὶ κορώνη
- ΤΓ' – Πῆραι δύο
- ΤΔ' – Πίθηκος καὶ ἁλιεῖς
- ΤΕ' – Πίθηκος καὶ δελφίς
- ΤΣΤ' – Πίθηκος καὶ κάμηλος
- ΤΖ' – Μιμώ
- ΤΗ' – Πλέοντες
- ΤΘ' – Πλούσιος καὶ βυρσοδέψης
- ΤΙ' – Πλούσιος καὶ θρηνῳδοί
- ΤΙΑ' – Ποιμὴν καὶ θάλασσα
- ΤΙΒ' – Ποιμὴν καὶ σκύλαξ
- ΤΙΓ' – Ποιμὴν καὶ λυκιδεῖς
- ΤΙΔ' – Ποιμὴν καὶ λύκος σὺν κυσὶ τρεφόμενος
- ΤΙΕ' – Ποιμὴν καὶ λύκου σκύμνος
- ΤΙΣΤ' – Ποιμὴν καὶ πρόβατα
- ΤΙΖ' – Ποιμὴν λύκον εἰς μάνδραν εἰσάγων καὶ κύων
- ΤΙΗ' – Ποιμὴν παίζων
- ΤΙΘ' – Πόλεμος καὶ Ὕβρις
- ΤΚ' – Ποταμὸς καὶ βύρσα
- ΤΚΑ' – Χήρα καὶ πρόβατον
- ΤΚΒ' – Προμηθεὺς καὶ ἄνθρωποι
- ΤΚΓ' – Ῥόδον καὶ ἀμάραντον
- ΤΚΔ' – Ῥοιὰ καὶ μηλέα καὶ ἐλαία καὶ βάτος
- ΤΚΕ' – Σαλπιγκτής
- ΤΚΣΤ' – Σπάλαξ καὶ μήτηρ
- ΤΚΖ' – Σῦς ἄγριος καὶ ἀλώπηξ
- ΤΚΗ' – Σῦς ἄγριος καὶ ἵππος καὶ κυνηγέτης
- ΤΚΘ' – Σῦς καὶ κύων ἀλλήλαις λοιδορούμεναι
- ΤΛ' – Σφῆκες καὶ πέρδικες καὶ γεωργός
- ΤΛΑ' – Σφὴξ καὶ ὄφις
- ΤΛΒ' – Ταῦρος καὶ τράγος
- ΤΛΓ' – Ταὼν καὶ γέρανος
- ΤΛΔ' – Ταὼς καὶ κολοιός
- ΤΛΕ' – Τέττιξ καὶ ἀλώπηξ
- ΤΛΣΤ' – Τέττιξ καὶ μύρμηκες
- ΤΛΖ' – Τοῖχος καὶ πάλος
- ΤΛΗ' – Τοξότης καὶ λέων
- ΤΛΘ' – Τράγος καὶ ἄμπελος
- ΤΜ' – Ὕαιναι
- ΤΜΑ' – Ὕαινα καὶ ἀλώπηξ
- ΤΜΒ' – Ὗς καὶ κύων περὶ εὐτοκίας
- ΤΜΓ' – Φαλακρὸς ἱππεύς
- ΤΜΔ' – Φιλάργυρος
- ΤΜΕ' – Χαλκεὺς καὶ κυνάριον
- ΤΜΣΤ' – Χειμὼν καὶ ἔαρ
- ΤΜΖ' – Χελιδὼν καὶ δράκων
- ΤΜΗ' – Χελιδὼν καὶ κορώνη περὶ κάλλους φιλονεικοῦσαι
- ΤΜΘ' – Χελιδὼν καὶ ὄρνιθες
- ΤΝ' – Χελιδὼν κομπάζουσα καὶ κορώνη
- ΤΝΑ' – Χελώνη καὶ ἀετός
- ΤΝΒ' – Χελώνη καὶ λαγωός
- ΤΝΓ' – Χῆνες καὶ γέρανοι
- ΤΝΔ' – Χύτραι
- ΤΝΕ' – Πέρδιξ καὶ γαλῆ
- ΤΝΣΤ' – Ψύλλα καὶ ἀνήρ
- ΤΝΖ' – Ψύλλα καὶ ἄνθρωπος
- ΤΝΗ' – Ψύλλα καὶ βοῦς
Οι 358 Μύθοι του Αισώπου
- 1. Α' – Ἀγαθὰ καὶ κακά
Ὑπὸ τῶν κακῶν τὰ ἀγαθὰ ἐδιώχθη ὡς ἀσθενῆ ὅντα: εἰς οὐρανὸν δὲ ἀνῆλθεν. Τὰ δὲ ἀγαθὰ ἠρώτησαν τὸν Δία πῶς εἶναι μετ' ἀνθρώπων. Ὁ δὲ εἶπεν μὴ μετ' ἀλλήλων πάντα, ἓν δὲ καθ᾿ ἓν τοῖς ἀνθρώποις ἐπέρχεσθαι. Διὰ τοῦτο τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βράδιον, ἐξ οὐρανοῦ κατιόντα. Ὅτι ἀγαθῶν μὲν οὐδεὶς ταχέως ἐπιτυγχάνει, ὑπὸ δὲ τῶν κακῶν ἕκαστος καθ᾿ ἑκάστην πλήττεται.
- 2. Β' – Ἀγαλματοπώλης
Ξύλινόν τις Ἑρμῆν κατασκευάσας καὶ προσενεγκών εἰς ἀγορὰν ἐπώλει: μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί τινας βουλόμενος, ἐβόα ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους δωρητικὸν πιπράσκει. Τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν: "Ὦ οὗτος, καὶ τί τοῦτον τοιοῦτον ὄντα πωλεῖς, δέον τῶν παρ' αὐτοῦ ὠφελειῶν ἀπολαύειν;" ἀπεκρίνατο ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς δέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν. Πρὸς ἄνδρα αἰσχροκερδῆ μηδὲ θεῶν πεφροντικότα ὁ λόγος εὔκαιρος.
- 3. Γ' – Ἀετὸς καὶ ἀλώπηξ
Ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεβάωσιν φιλίας τὴν συνήθειαν ποιούμενοι. Καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπί τι περίμηκες δένδρον ἐνεοττοποιήσατο· ἡ δὲ εἰσελθοῦσα εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. Ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομήν, ὁ ἀετός, ἀπορῶν τροφῆς, καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γενήματα ἀναρπάσας, μετὰ τῶν ἑαυτοῦ νεοττῶν κατεθοινήσατο. Ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ τοσοῦτον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. Διόπερ πόῤῥωθεν στᾶσα, ὃ μόνον τοῖς ἀδυνάτοις καὶ ἀσθενέσιν ὑπολείπεται, τῷ ἐχθρῷ κατηρᾶτο. Συνέβη δ' αὐτῷ τῆς εἰς τὴν φιλίαν ἀσεβείας οὐκ εἰς μακρὰν δίκην ὑποσχεῖν· θυόντων γάρ τινων αἶγα ἐπ᾿ ἀγροῦ, καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν· οὗ κομισθέντος ἐπὶ τὴν καλιάν, σφοδρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαιοῦ κάρφους λαμπρὰν φλόγα ἀνῆψε. Καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοὶ καὶ γὰρ ἦσαν ἔτι ἀτελεῖς οἱ πτηνοί ἐπὶ τὴν γῆν κατέπεσον. Καὶ ἡ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν. Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴν τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν δι' ἀσθένειαν, ἀλλ' οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν οὐ διακρούονται.
- Δ' – Ἀετὸς καὶ κάνθαρος
Ἀετὸς λαγωὸν ἐδίωκεν. ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντων ὑπάρχων, ὅν μόνον ὁ καιρὸς παρέσχε, κάνθαρον ἰδών, τοῦτον ἱκέτευεν. ὁ δὲ παραθαρσύνας αὐτόν, ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τον ἱκέτην. κἀκεῖνος ὑπεριδὼν τὴν μικρότητα ἐν ὄψει τοῦ κανθάρου τὸν λαγωὸν κατεθοινήσατο. ὁ δὲ ἀπ' ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς καί, εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος αἰρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν ( ἔστι δὲ τοῦ θεοῦ ἱερὸς ὁ ὄρνις ) καὶ αὐτοῦ ἐδεήθη τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. τοῦ δὲ Διὸς ἐν τοῖς ἐαυτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτῷ, ὁ κάνθαρος τοῦτου ἑωρακώς, κόπρου σφαῖραν ποιήσας ἀνέπτη καὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους ἐνταῦθα καθῆκεν. ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη ἔλαθεν τὰ ὠὰ ἀποῤῥίψας. ἀπ' ἐκείνου τέ φασι περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται μὴ νεοττεύειν τοὺς ἀετούς. Ὁ λόγος διδάσκει μηδενὸς καταφρονεῖν, λογιζομένους ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀδύνατος ὡς προπηλακισθεὶς μὴ δύνασθαί ποτε ἑαυτὸν ἐκδικῆσαι. --> - Ε' – Ἀετὸς καὶ κολοιὸς καὶ ποιμήν
Ἀετὸς καταπὰς ἀπό τινος ὑψηλῆς πέτρας ἄρνα ἥρπασε· κολοιὸς δὲ τοῦτο θεασάμενος διὰ ζῆλον τοῦτον μιμήσασθαι ἠθέλησε· καὶ δὴ καθεὶς ἑαυτὸν μετὰ πολλοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθῃ. Ἐμπαρέντων δὲ αὐτοῦ τῶν ὀνύχων τοῖς μάλλοις, ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο ἕως ὁ ποιμήν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμὼν συνέλαβεν αὐτὸν καὶ περικόψας αὐτοῦ τὰ ὀξυπτερά, ὡς ἑσπέρα κατέλαβε, τοῖς ἑαυτοῦ παισὶν ἐκόμισε. Τῶν δὲ πυνθανομένων τί εἴη τὸ ὄρνεον, ἔφη· "Ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός." Οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα, πρὸς τῷ μηδὲν ἀνύειν, καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα.
- ΣΤ' – Ἀετὸς τὰ πτερὰ τιλθείς καὶ ἀλώπηξ
Ποτὲ ἀετὸς ἑάλω ὑπ' ἀνθρώπου. Τούτου δὲ τὰ πτερὰ ὁ ἄνθρωπος κόψας ἀφῆκε μετὰ τῶν ὀρνίθων ἐν οἴκῳ εἶναι. Ὀ δὲ ἦν κατηφὴς καὶ οὐδεν ἤσθιεν ἐκ τῆς λύπης. ὅμοιος δὲ ἦν βασιλεῖ δεσμώτῃ. Ἕτερος δὲ τις τοῦτον ὠνησάμενος καὶ τὰ πτερὰ ἀνασπάσας καὶ μύρῳ χρίσας ἐποίησε πτερῶσαι. Ὁ δὲ πετασθεὶς καὶ τοῖς ὄνυξι λαγωὸν ἁρπάσας ἤνεγκεν αὐτῷ δῶρον. Ἀλώπηξ δὲ ἰδοῦσα εἶπεν "Μὴ τούτῳ δίδου, ἀλλὰ τῷ πρώτῳ, ὅτι ὁ μὲν φύσει ἀγαθός ἐστιν. Ἐκεῖνον δὲ μᾶλλον ἐξευμενίζου, μή πως πάλιν λαβών σε τῶν πτερῶν ἐρημώσῃ. Ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς πονηροὺς δὲ φρονίμως τροποὺσθαι. - Ζ' – Ἀετὸς τοξευθείς
Ὑπεράνωθεν πέτρας ἀετὸς ἐκαθέζετο λαγωοὺς θηρεῦσαι ζητῶν. Τοῦτον δέ τις ἔβαλε τοξεύσας, καὶ τὸ μὲν βέλος έσω εἰσῆλθεν· ἡ δὲ γλυφὶς σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἱστήκει. Ὁ δὲ ἰδὼν ἔφη· " Καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἐμοῖς πτεροῖς ἀποθνῄσκειν." Ὅτι τὸ κέντρον τῆς λύπης δεινότερόν ἐστιν, ὅταν τις ἐκ τῶν οἰκείων κινδυνεύσῃ. - Η' – Ἀηδὼν καὶ ἱέραξ
Ἀηδὼν ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη κατὰ τὸ σύνηθες ᾖδεν. Ἰέραξ δὲ αὐτὴν θεασάμενος, ὡς ἠπόρει τροφῆς, ἐπιπτὰς συνέλαβεν. Ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ μεθεῖναι αὐτήν, λέγουσα ὡς οὐχ ἱκανή ἐστιν ἱέρακος αὐτὴ γαστέρα πληρῶσαι: δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. Καὶ ὅς ὑποτυχὼν εἶπεν: "Ἀλλ' ἔγωγε ἀπόπληκτος ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι." Οὕτος καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἷ δι' ἐλπίδα μειζόνων [πραγμάτων] τὰ ἐν χερσὶν ὄντα προΐενται. - 9. Θ' – Ἀηδὼν καὶ χελιδών
Ἀηδόνι συνεβούλευε χελιδὼν τοῖς ἀνθρώποις εἶναι ὁμόροφον καὶ σύνοικον ὡς αὐτή. Ἡ δὲ εἶπεν· "Οὐ θέλω τὴν λύπην τῶν παλαιῶν μου συμφορῶν μεμνῆσθαι, καὶ διὰ τοῦτο τὰς ἐρήμους οἰκῶ." [ Ὅτι ] τὸν λυπηθένθα ἔκ τινος τύχης καὶ τὸν τόπον φεύγειν ἐθέλειν ἔνθα ἡ λύπη συνέβη. - 10. Ι' – Ἀθηναῖος χρεωφειλέτης
Ἀθήνησι χρεωφειλέτης ἀνὴρ ἀπαιτούμενος ὑπὸ τοῦ δανειστοῦ τὸ χρέος τὸ μὲν πρῶτον παρεκάλει ἀναβολὴν αὐτῷ δοῦναι, ἀπορεῖν φάσκων. Ὡς δὲ οὐκ ἔπειθε, προσαγαγὼν ὗν ἣν εἶχε μόνην, παρόντος αὐτοῦ επώλει. Ὠνητοῦ δὲ προσελθόντος καὶ διερωτῶντος εἰ τοκὰς ἡ ὗς εἴη, ἐκεῖνος ἔφη μὴ μόνον αὐτὴν τίκτειν, ἀλλὰ καὶ παραδόξως. Τοῖς μὲν γὰρ μυστηρίοις θήλεα ἀποκύειν, τοῖς δὲ Παναθηναίοις ἄρσενα. Τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον, ὁ δανειστὴς εἶπεν " Ἀλλὰ μὴ θαύμαζε. Αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους τέξεται." Ὁ λόγος δηλοῖ ὅτι πολλοὶ διὰ τὸ ἴδιον κέρδος οὐκ ὀκνοῦσιν οὐδὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν. - 11. ΙΑ' – Αἰθίοψ
Αἰθίοπά τις ὠνήσατο τοιοῦτον αὐτῷ τὸ χρῶμα εἶναι δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος. Καὶ παραλαβὼν οἴκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λούτροις ἐπειρᾶτο καθαίρειν. Καὶ τὸ μὲν χρῶμα μεταβάλλειν οὐκ εἶχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν. Ὁ μῦθος δηλοῖ ὅτι μένουσιν αἱ φύσεις ὡς προῆλθον τὴν ἀρχήν. - 12. ΙΒ' – Αἴλουρος καὶ ἀλεκτρυών
Αἴλουρος, συλλαβὼν ἀλεκτρυόνα, τοῦτον ἐβούλετο μετ' εὐλόγου αἰτίας καταθοινήσασθαι. Καὶ δὴ ἀρξάμενος κατηγόρει αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα καὶ οὐδὲ ὕπνου τυχεῖν ἐῶντα αὐτούς. Τοῦ δὲ εἰπόντος ὡς ἐπ᾿ ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ· ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρει, ἐκ δευτέρου ἔλεγεν· Ἀλλὰ καὶ ασεβὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμβαίνων. Τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος· πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζει, διαπορηθεῖς ἐκεῖνος ἔφη· Ἐὰν οὖν σὺ ἀεὶ ἀφορμῶν εὐπορῇς, ἐγώ σε οὐχ ἥσσον ἔδομαι. Ὁ λόγος δηλοῖ ὅτι πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μὴ μετ' εὐλόγου προσχήματος δυνηθῇ, ἀπαρακαλύπτως πονηρεύεται. - 13. ΙΓ' – Αἴλουρος καὶ μύες
Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. Αἴλουρος δὲ τοῦτο γνοὺς ἦκεν ἐνταῦθα καὶ συλλαμβάνων ἕνα ἕκαστον κατήσθιεν. Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι κατὰ τῶν ὀπῶν ἔδυνον, καὶ ὁ αἴλουρος μηκέτι αὐτῶν ἐφικνεῖσθαι δυνάμενος, δεῖν ἔγνω δι' ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. Διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο τὸν νεκρόν. Τῶν δὲ μυῶν τις παρακύψας, ὡς ἐθεάσατο αὐτὸν, εἶπεν· "Ἀλλ', ὦ οὗτος, σοί γε, κἂν θύλαξ γένῃ, οὐ προσελεύσομαι." Ὁ λόγος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν [ οὗτοι ] ἐξαπατῶνται. - 14. ΙΔ' – Αἴλουρος καὶ ὄρνιθες
Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβῶν ἐργαλεῖα, παραγένετο, καὶ στᾶς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν. Αἱ δὲ ὑποτυχοῦσαι· "Καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς." Οὕτως καὶ τῶν ἀθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἂν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται. - 15. ΙΕ' – Αἴξ καὶ αἰγοβοσκός
Αἰγοβοσκὸς τὰς αἶγας ἀνεκαλεῖτο πρὸς τὴν μάνδραν. Μία δὲ ἐξ αὐτῶν ὑπελείφθη, ἡδύ τι βοσκομένη. Ῥίψας δ' ὁ ποιμὴν πέτραν τὸ κέρας αὐτῆς κατέαξεν εὐστοχήσας. Ἐδυσώπει δὲ τὴν αἴγα μὴ εἰπεῖν τοῦτο τῷ δεσπότῃ. Ἡ δὲ εἶπεν· "Κἂν ἐγω σιωπήσω, πῶς κρύψω; πρόδηλον γάρ ἐστι πᾶσι τὸ κέρας μου κεκλασμένον." - 16. ΙΣΤ' – Αἶξ καὶ ὄνος
Αἶγα καὶ ὄνον ἔτρεφέ τις. Ἡ δὲ αἶξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν ὡς ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν, καὶ συνεβούλευεν ἐπίληπτον ἑαυτὸν ποιήσαντα καταπεσεῖν ἔν τινι βαράθρῳ καὶ ἀναπαύσεως τυχεῖν. Ὁ δὲ πιστεύσας καὶ πεσὼν συνετρίβη. Ὁ δὲ δεσπότης τὸν ἰατρὸν καλέσας ᾔτει βοηθεῖν. Ὁ δὲ αἰγὸς πνεύμονα ἐγχυματίσαι ἔλεγεν αὐτῷ καὶ τῆς ὑγείας τυχεῖν. Τὴν δὲ αἶγα θύσαντες τὸν ὄνον ἰάτρευον. Ὁτι ὅστις καθ᾿ ἑτέρου δόλια μηχανᾶται ἑαυτοῦ γίνεται τῶν κακῶν ἀρχηγός. - 17. ΙΖ' – Αἰπόλος καὶ αἶγες ἄγριαι
Αἰπόλος τὰς αἶγας αὑτοῦ ἀπελάσας ἐπὶ νομήν, ὡς ἐθεάσατο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαβούσης, πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. Τῇ δὲ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἐτημέλει, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραβάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα παρασωρεύων πρὸς τὸ καὶ αὐτὰς ἰδιοποιήσασθαι. Παυσαμένου δὲ τοῦ χειμῶνος, ἐπειδὴ πάσας ἐπὶ νομὴν ἐξήγαγεν, αἱ ἄγριαι ἐπιλαβόμεναι τῶν ὀρῶν ἔφευγον. Τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἴγε περιττοτέρας αὐταὶ τημελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτὸν, ἔφασαν ἐπιστραφεῖσαι· "Ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθές σοι προσεληλυθυίας τῶν πάλαι σὺν σοὶ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς." Ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων ἀσμενίζεσθαι τὰς φιλίας οἷ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι, λογιζομένους ὅτι, κἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν. - 18. ΙΗ' – Αἰσχρὰ δούλη καὶ Ἀφροδίτη
Αἰσχρᾶς καὶ κακοτρόπου δούλης ἤρα δεσπότης. Ἡ δὲ χρυσίον λαμβάνουσα λαμπρῶς ἑαυτὴν ἐκόσμει καὶ τῇ ἰδίᾳ δεσποίνῃ μάχας συνῆπτε· τῇ δὲ Ἀφροδίτῃ ἔθυεν συνεχῶς καὶ ηὔχετο ὡς ὡραίαν αὐτὴν ποιούσῃ. Ἡ δὲ καθ᾿ ὕπνου φανεῖσα τῇ δούλῃ ἔφη μὴ ἔχειν αὐτῇ χάριν ὡς καλὴν αὐτὴν ποιούσῃ, "ἀλλ' ἐκείνῳ θυμοῦμαι καὶ ὀργίζομαι ᾧ σὺ φαίνῃ καλή." Ὅτι οὐ δεῖ τυφοῦσθαι τοὺς δι' αἰσχρὰ πλουτοῦντας καὶ μάλιστα, εἰ ἀγενεῖς εἰσι καὶ ἄμορφοι [πρὸς αἰσχύνην μείζονα]. - 19. ΙΘ' – Αἴσωπος ἐν ναυπηγίῳ
Αἴσωπος ὁ λογοποιὸς σχολὴν ἄγων εἰς ναυπήγιον εἰσῆλθε. Τῶν δὲ ναυπηγῶν σκωπτώντων τε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν, ὁ Αἴσωπος ἔλεγε τὸ παλαιὸν χάος καὶ ὕδωρ γενέσθαι, τὸν δὲ Δία βουλόμενον καὶ τὸ τῆς γῆς στοιχεῖον ἀναδεῖξαι παραινέσαι αὐτῇ ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν θάλασσαν. Κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν: " Ἐὰν δὲ δόξῃ αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῶν ἡ τέχνη γενήσεται. " Ὁ λόγος δηλοῖ ὁτι οἱ τοὺς κρείττονας χλευάζοντες λανθάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν ἐπισπώμενοι. - 20. Κ' – Ἀλέκτορες δύο καὶ ἀετός
Ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων, ὁ εἷς τὸν ἕτερον κατετροπώσατο. Καὶ ὁ μὲν ἡττηθεὶς εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύβη· ὁ δὲ νικήσας εἰς ὕψος ἀρθεὶς καὶ ἐφ' ὑψηλοῦ τοίχου στὰς μεγαλοφώνως ἐβόησε. Καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν. Ὁ δ' ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέβαινε. Ὁ μῦθος δηλοῖ ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. - 21. ΚΑ' – Ἀλεκτρυόνες καὶ πέρδιξ
Ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων, ὡς περιέτυχε πέρδικι τιθασῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐβαρυθύμει, νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι ὅτι ἀλλόφυλός ἐστι. Μικρὸν δὲ διαλιπών, ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι, ἔφη πρὸς ἑαυτόν: "Ἀλλ' ἔγωγε οὐκέτι ἄχθομαι ὑπ' αὐτῶν τυπτόμενος: ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους." Ὁ λόγος δηλοῖ ὅτι ρᾴδιον φέρουσι τὰς τῶν πέλας ὕβρεις οἱ φρόνιμοι, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους. - 22. ΚΒ' – Ἁλιεῖς καὶ θύννος
Ἁλιεῖς ἐπ᾿ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπραθήσαντες οὐδὲν συνέλαβον: καθεζόμενοι δὲ ἐν τῇ νηῒ ἠθύμουν. Ἐν τοσοῦτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ροίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. Οἱ δὲ συλλαβόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν. Οὕτω πολλάκις ἁ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεβράβευσεν. - 23. ΚΓ' – Ἁλιεῖς λίθον ἀγρεύσαντες
Ἁλιεῖς σαγήνην εἷλκον: βαρείας δὲ αὐτῆς οὔσης, ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. Ὡς δὲ ἀφελκύσαντες ἐπὶ τὴν ἠιόνα τῶν μὲν ἰχθύων ὀλίγους εὗρον, λίθων δὲ καὶ ἄλλης ὕλης μεστὴν τὴν σαγήνην, οὐ μετρίως ἐβαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῷ συμβεβηκότι δυσφοροῦντες ὅσον ὅτι καὶ τὰ ἐναντία προειλήφεισαν. Εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν: "Ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι: χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως παθεῖν τι καὶ λυπηρόν." Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάβλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς πράγμασιν ἀεὶ ἐπαγάλλεσθαι, λογιζομένους ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι. - 24. ΚΔ' – Ἁλιεὺς αὐλῶν
Ἁλιεὺς αὐλητικῆς ἔμπειρος, ἀναλαβὼν αὐλοὺς καὶτὰ δίκτυα, παρεγένετο εἰς τὴν θάλασσαν καὶ στὰς ἐπί τινος προβλῆτος πέτρας, τὸ μὲν πρῶτον ᾖδε, νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξαλεῖσθαι πρὸς αὐτὸν. Ὡς δὲ, αὐτοῦ ἐπὶ πολὺ διατεινομένου, οὐδὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. Ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ἐπὶ τὴν ἠιόνα, ὡς ἐθεάσατο σπαίροντας, ἔφη· "Ὦ κάκιστα ζῷα, ὑμεῖς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δὲ, ὅτε πέπαυμαι, τοῦτο πράττετε." Πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος εὔκαιρος. - 25. ΚΕ' – Ἁλιεὺς καὶ ἰχθύες μεγάλοι καὶ βραχεῖς
Ἁλιεὺς ἐκ τῆς θαλάσσης τὸ πρὸς ἄγραν δίκτυον ἐκβαλὼν τῶν μὲν μεγάλων ἰχθύων ἐγκρατὴς γέγονε καὶ τούτους ἐν τῇ γῇ ἥπλωσεν· οἱ δὲ βραχύτεροι τῶν ἰχθύων διὰ τῶν τρυμαλιῶν διέδρασαν ἐν τῇ θαλάσσῃ. Ὅτι εὔκολον ἡ σωτηρία τοῖς μὴ μεγάλως εὐτυχοῦσιν, τὸν δὲ μέγαν ὄντα τῇ δόξῃ σπανίως ἴδοις ἂν ἐκφυγόντα τοὺς κινδύνους. - 26. ΚΣΤ' – Ἁλιεὺς καὶ σμαρίς
Ἁλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάσσῃ ἀνήνεγκε σμαρίδα. Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαβεῖν αὐτήν, ἀλλ' ἐᾶσαι, διὰ τὸ σμικρὰν τυγχάνειν. "Ἀλλ ὅταν αὐξυνθῶ καὶ μεγάλη, φησί, γένωμαι, συλλαβεῖν με δυνήσῃ, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι." Καὶ ὁ ἁλιεὺς εἶπεν· "Ἀλλ' ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος, κἂν σμικρὸν ᾖ, τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι." Ὁ μῦθος δηλοῖ ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι' ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα. - 27. ΚΖ' – Ἁλιεὺς ὕδωρ τύπτων
Ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευε. Καὶ δὴ κατατείνας τὰ δίκτυα, ὡς ἐμπεριέλαβεν ἑκατέρωθεν τὸ ῥεῦμα, προσδήσας κάλῳ λινῷ λίθον, ἔτυπτε τὸ ὕδωρ, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπροφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. Τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα, ἐμέμφετο ἐπὶ τῷ τὸν ποταμὸν θολοῦν καὶ μὴ ἐᾶν αὐτοὺς διαυγὲς ὕδωρ πίνειν. Ὁ δὲ ἀπεκρίνατο· "Ἀλλ' ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν." Οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐνεργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιαγάγωσιν. - 28. ΚΗ' – Ἁλκύων
Ἁλκύων ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττῃ διαιτώμενον. Ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. Καὶ δή ποτε τίκτειν μέλλουσα παραγένετο εἴς τι ἀκρωτήριον καὶ θεασαμένη πέτραν ἐπὶ θαλάττῃ ἐνταῦθα ἐνεοττοποιεῖτο. Ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομήν, συνέβη τὴν θάλασσαν ὑπὸ λαβροῦ πνεύματος κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. Καὶ ἡ ἁλκύων ἐπανελθοῦσα, ὡς ἔγνω τὸ γεγονός, εἶπεν: "Ἀλλ' ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη, ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα." Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσιν πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες. - 29. ΚΘ' – Ἀλώπεκες ἐπὶ τῷ Μαιάνδρῳ
Ποτὲ ἀλώπεκες ἐπὶ τὸν Μαίανδρον ποταμὸν συνηθροίσθησαν, πιεῖν ἐξ αὐτοῦ ζέλουσαι. Διὰ δὲ τὸ ροιζηδὸν φέρεσθαι τὸ ὕδωρ, ἀλλήλας προτρεπόμεναι οὐκ ἐτόλμων εἰσελθεῖν. Μιᾶς δὲ αὐτῶν διεξιούσης, ἐπὶ τῷ εὐτελίζειν τὰς λοιπὰς καὶ δειλίαν καταγελώσης, ἑαυτὴν ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ ὕδωρ ἐπήδησεν. Τοῦ δὲ ρεύματος ταύτην εἰς μέσον κατασύραντος, καὶ τῶν λοιπῶν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν, πρὸς αὐτὴν εἰπουσῶν: "Μὴ ἐάσῃς ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον δι' ἧς ἀκινδύνως δυνησόμεθα πιεῖν," ἐκείνη ἀπαγομένη ἔλεγεν: "Ἀπόκρισιν ἔχω εἰς Μίλητον, καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι: ἐν δὲ τῷ ἐπανιέναι με ὑποδείξω ὑμῖν." Πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας. - 30. Λ' – Ἀλώπηξ ἐξογκωθεῖσα τὴν γαστέρα
Ἀλώπηξ λιμώττουσα, ὥς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων καταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν. Ἐξογκωθεῖσα δὲ τὴν γαστέρα, ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε καὶ ὠδύρετο. Ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα, ὡς ἤκουσεν αὐτῆς τὸν στεναγμόν, προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν. Μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· "Ἀλλὰ μένε τέως σὺ ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ." - 31. ΛΑ' – Ἀλώπηξ καὶ βάτος
Ἀλώπηξ φραγμὸν ἀναβαίνουσα, ἐπειδὴ ὀλισθήσασα καταπίπτειν ἔμελλεν, ἐπελάβετο πρὸς βοήθειαν βάτου. Καὶ δὴ τοὺς πόδας ἐπὶ ταῖς ἐκείνης κέντροις αἱμάξασα καὶ ἀλγήσασα πρὸς αὐτὴν εἶπεν: "Οἴμοι: καταφυγοῦσάν με γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν σὺ χεῖρον διέθηκας. "Ἀλλα' ἐσφάλης, ὦ αὕτη," φησὶν ἡ βάτος, "ἐμοῦ βουληθεῖσα ἐπιλαβέσθαι, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα." Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοι ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον. - 32. ΛΒ' – Ἀλώπηξ καὶ βότρυς
Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο. Ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· "Ὄμφακές εἰσιν." Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι' ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται. - 33. ΛΓ' – Ἀλώπηξ καὶ δράκων
Συκέα παρ' ὁδὸν ἦν. Ἀλώπηξ δὲ θεασαμένη δράκοντα κοιμώμενον ἐζήλωσεν αὐτοῦ τὸ μῆκος· βουλομένη δὲ αὐτῷ ἐξισωθῆναι παραναπεσοῦσα ἐπειρᾶτο ἑαυτὴν ἐκτείνειν, μέχρις οὗ ὑπερβιαζομένη ἔλαθε ῥαγεῖσα. Τοῦτο πάσχουσιν οἱ τοῖς κρείττουσιν ἀνθαμιλλώμενοι· θᾶττον γὰρ αὐτοὶ διαῤῥήγνυνται ἢ ἐκείνων ἐφικέσθαι δύνανται. - 34. ΛΔ' – Ἀλώπηξ καὶ δρυτόμος
Ἀλώπηξ κυνηγοὺς φεύγουσα, ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευσε κατακρύψαι αὐτήν. Ὁ δὲ αὐτῇ παρῄνεσεν εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. Μετ' οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων εἰ τεθέαται ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἠρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν ὅπου κατεκρύπτετο. Τῶν δὲ οὐχ οἷς ἔνευε προσσχόντων, οἷς δὲ ἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἀπαλλαγέντας ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο. Μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ' αὐτοῦ, ἀλλ' οὐδὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν, ἔφη· "Ἀλλ' ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες." Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν σαφῶς ἐπαγγελλομένους, δι' ἔργων δὲ φαῦλα δρῶντας. - 35. ΛΕ' – Ἀλώπηξ καὶ κροκόδειλος
Ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος καὶ τὸ τελευταῖον λέγοντος ὡς γεγυμνασιαρχηκότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ἔφη· "Ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ ὅτι ἀπὸ πολλῶν ἐτῶν εἰ γεγυμνασμένος." Οὕτως καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ πράγματα. - 36. ΛΣΤ' – Ἀλώπηξ καὶ κύων
Ἀλώπηξ εἰς ἀγέλην προβάτον εἰσελθοῦσα, θηλαζόντων τῶν ἀρνίων ἓν ἀναλαβομένη, προσεποιεῖτο καταφιλεῖν. Ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς τί τοῦτο ποιεῖ· "τιθηνοῦμαι αὐτό, ἔφη, καὶ προσπαίζω." Καὶ ὁ κύων ἔφη· "Καὶ νῦν, ἐὰν μὴ ἀφῇς τὸ ἀρνίον ἀφ' ἑαυτῆς, τὰ κυνῶν σοι προσοίσω." Πρὸς ἄνδρα ρᾳδιουργὸν καὶ μῶρον κλέπτην ὁ λόγος εὔκαιρος. - 37. ΛΖ' – Ἀλώπηξ καὶ πάρδαλις
Ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. Τῆς δὲ παρδάλεως παρ' ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· "Καὶ πόσον ἐγὼ σοῦ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψυχὴν πεποίκιλμαι." Ὁ λόγος δηλοῖ ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος. - 38. ΛΗ' – Ἀλώπηξ καὶ πίθηκος βασιλεὺς αἱρεθείς
Ἐν συνόδῳ τῶν ἀλόγων ζώων πίθηκος ὀρχησάμενος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ' αὐτῶν ἐχειροτονήθη. Ἀλώπηξ δὲ αὐτῷ φθονήσασα, ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε, καὶ παρῄνει αὐτῷ λαμβάνειν. Τοῦ δὲ ἀτημελήτως ἐπελθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ, ἐκείνη ἔφη· "Ὦ πίθηκε, σὺ δὲ τοιαύτην μωρίαν ἔχων τῶν ἀλόγων ζώων βασιλεύεις;" Οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν. - 39. ΛΘ' – Ἀλώπηξ καὶ πίθηκος περὶ εὐγενείας ἐρίζοντες
Ἀλώπηξ καὶ πίθηκος ἐν ταὐτῷ ὁδοιποροῦντες περὶ εὐγενείας ἤριζον. Πολλὰ δὲ ἑκατέρου διεξιόντος, ἐπειδὴ ἐγένοντο κατά τινα τόπον, ἐνταῦθα ἀποβλέψας ἀνεστέναξεν ὁ πίθηκος. Τῆς δὲ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, εἶπεν· "Ἀλλ' οὐ μέλλω κλάειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων;" Κἀκείνη πρὸς αὐτὸν ἔφη· "Ἀλλὰ ψεύδου ὅσα βούλει· οὐδεὶς γὰρ τούτων ἀναστὰς ἐλέγξει σε." Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσιν. - 40. Μ' – Ἀλώπηξ καὶ τράγος
Ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ὑπ' ἀνάγκης ἔμεινε. Τράγος δὲ δίψει συνεχόμενος ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ· θεασάμενος δὲ αὐτὴν ἐπυνθάνετο εἰ καλόν ἐστι τὸ ὕδωρ· ἡ δὲ τὴν συντυχίαν ἀσμενισαμένη εἰς ἔπαινον τοῦ ὕδατος κατέτεινε, λέγουσα ὡς χρηστὸν εἴη τὸ ὕδωρ, καὶ καταβαίνειν αὐτὸν παρῄνει. Ἐπεὶ δὲ ἀμελετήτως κατῆλθε διὰ τὴν ἐπιθυμίαν, ἅμα τῷ τὴν δίψαν σβέσαι μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον. Καὶ ἡ ἀλώπηξ ὑποτυχοῦσα εἶπε· Χρήσιμον οἶδα, ἐὰν μόνον θελήσῃς τὴν ἀμφοτέρων σωτηρίαν. Θέλησον οὖν τοὺς ἐμπροσθίους πόδας ἐρεῖσαι τῷ τοίχῳ, ὀρθῶσαι δὲ τὰ κέρατα, ἀναδραμοῦσα δὲ ἐγὼ καὶ σὲ ἀνασπάσω. Τοῦ δὲ πρὸς τὴν παραίνεσιν αὐτῆς ἑτοίμως ἐπακούσαντος, ἡ ἀλώπηξ ἀναλομένη διὰ τῶν σκελῶν αὐτοῦ καὶ τῶν ὤμων καὶ τῶν κεράτων ἐπὶ τὸ στόμα τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. Τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας ἀθετήσασαν, ἐπιστραφεῖσα εἶπε τῷ τράγῳ· "Ὦ οὗτος, εἰ τοσαύτας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνί σου τρίχας, οὐ πρότερον ἂν κατεβηβήκεις πρὶν τὴν ἄνοδον ἐσκέψω." Οὕτως καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ' οὕτως αὐτοῖς ἐγχειρεῖν. - 41. ΜΑ' – Ἀλώπηξ κόλουρος
Ἀλώπηξ ὑπό τινος πάγης τὴν οὐρὰν ἀποκοπεῖσα, ἐπειδὴ δι' αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν, ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. Καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς oὐρὰς ἀποκόπτειν, λέγουσα ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο, ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. Τούτων δέ τις ὑποτυχοῦσα ἔφη· " Ὦ αὕτη, ἀλλ' εἰ μή σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν τοῦτο συνεβούλευσας." Οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἐκείνους οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ δι' εὔνοιαν, ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον. - 42. ΜΒ' – Ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα
Ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα, ἐπειδὴ κατά τινα συντυχίαν ὑπήντησε, τὸ μὲν πρῶτον ἰδοῦσα οὕτως διεταράχθη ὡς μικροῦ καὶ ἀποθανεῖν. Ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα ἐφοβήθη μέν, ἀλλ' οὐχ οὕτως ὡς τὸ πρότερον. Ἐκ τρίτου δὲ θεασαμένη οὕτω κατεθάῤῥησεν ὡς καὶ προσελθοῦσα αὐτῷ διελέχθη. Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων καταπραΰνει. - 43. ΜΓ' – Ἀλώπηξ πρὸς μορμολύκειον
Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν μορμολυκείου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη· " Ὢ οἵα κεφαλή, καὶ ἔγκεφαλον οὐκ ἔχει." Ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ ψυχὴν δὲ ἀλογίστους. - 44. ΜΔ' – Ἄνδρες δύο περὶ θεῶν ἐρίζοντες
Ἄνδρες δύο ἐμάχοντο τίνες τῶν θεῶν μείζους, Θησεὺς ἢ Ἡρακλῆς. Οἱ δὲ θεοὶ ὀργισθέντες αὐτοῖς ἑκάτερος τὴν ἑτέρου χώραν ἠμύνατο. Ὅτι τῶν ὑπεξουσίων ἡ ἔρις τοὺς δεσπότας πείθει ὀργίλους εἶναι κατὰ τῶν ὑπηκόων. - 45. ΜΕ' – Ἀνδροφόνος
Ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν ἐκείνου συγγενῶν ἐδιώκετο· γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμόν, λύκου αὐτῷ ἀπαντήσαντος, φοβηθεὶς ἀνέβη ἐπὶ δένδρου τῷ ποταμῷ παρακειμένου καὶ ἐκεῖ ἐκρύπτετο. Θεασάμενος δὲ ἐνταῦθα δράκοντα κατ' αὐτοῦ διαιρόμενον, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν· ἐν δὲ τῷ ποταμῷ κροκόδειλος αὐτὸν κατεθοινήσατο. Ὁ λόγος δηλοῖ ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς, οὔτε ἀέρος, οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστι. - 46. ΜΣΤ' – Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος
Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπὸ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο ἑκατόμβην ποιήσειν ἐπαγγελλόμενος καὶ ἀναθήματα καθιερώσειν, ἐὰν ἐξαναστῄ. Τῆς δὲ γυναικὸς (ἐτύγχανε γὰρ αὐτῷ παρεστῶσα) πυνθανομένης· "Καὶ πόθεν αὐτὰ ἀποδώσεις;" ἔφη· "Νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτά με οἱ θεοὶ ἀπαιτήσωσιν;" Ὁ λόγος δηλοῖ ὅτι ταῦτα ῥᾴδιον ἄνθρωποι κατεπαγγέλλονται ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσιν. - 47. ΜΖ' – Ἀνὴρ δειλὸς καὶ κόρακες
Ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. Φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν, εἶτ' ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν, ὑπέστη καὶ τέλος εἶπεν· " Ὑμεῖς κεκράξεσθε μὲν ὡς δύνασθε μέγιστον· ἐμοῦ δὲ οὐ γεύσεσθε." Ὁ μῦθος περὶ τῶν σφόδρα δειλῶν. - 48. ΜΗ' – Ἀνὴρ δηχθεὶς ὑπὸ μύρμηκος καὶ Ἑρμῆς
Ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών τις ἀδίκως ἔλεγε τοὺς θεοὺς κρίνειν· δι' ἕνα γὰρ ἀσεβῆ συναπώλοντο καὶ ἀναίτιοι. Ταῦτα αὐτοῦ λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ ἐν ᾧ ἔτυχεν ἱστάμενος, συνέβη ὑφ᾿ ἑνὸς δηχθῆναι τοῦτον. Ὁ δὲ ὑφ᾿ ἑνὸς δηχθεὶς συνεπάτησε τοὺς πάντας. Ἑρμῆς δὲ ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάβδῳ παίων εἶπεν· "Εἶτα οὐκ ἀνέχῃ σὺ τοὺς θεοὺς δικαστὰς εἶναι οἷος εἶ σὺ τῶν μυρμήκων;" Ὅτι μηδεὶς θεοῦ βλασφημείτω, συμφορᾶς ἐπελθούσης, μᾶλλον δὲ σκοπείτω τὰς οἰκείας ἁμαρτίας. - 49. ΜΘ' – Ἀνὴρ καὶ γυνὴ ἀργαλέα
Ἔχων τις γυναῖκα πρὸς πάντας τοὺς οἰκείους λίαν τὸ ἦθος ἀργαλέαν ἠβουλήθη γνῶναι εἰ καὶ πρὸς τοὺς πατρώους οἰκέτας ὁμοίως διάκειται· ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. Μετὰ δὲ ὀλίγας ἡμέρας ἀνελθούσης αὐτῆς ἐπυνθάνετο πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο. Τῆς δὲ εἰπούσης. "Οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο," ἔφη πρὸς αὐτήν· " Ἀλλ' ὦ γύναι, εἰ τούτοις ἀπήχθου οἳ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριβες;" Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται. - 50. Ν' – Ἀνὴρ κακοπράγμων
Ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψευδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ προθεσμία, λαβὼν στρουθίον εἰς τὴν χεῖρα καὶ τοῦτο τῷ ἱματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ἱερὸν καὶ στὰς ἀντικρὺς ἐπηρώτα ποτερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄψυχον, βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζωὸν τὸ στρουθίον ἐπιδείξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. Καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακότεχνον γνώμην εἶπεν· " Ἀλλ' ὦ οὗτος, πέπαυσο· ἐν σοὶ γάρ ἐστι τοῦτο ὃ ἔχεις ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον." Ὁ λόγος δηλοῖ ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι. - 51. ΝΑ' – Ἀνὴρ ἔχιν ἀνελόμενος
Ὥρᾳ χειμῶνος ἔχις τις πλησίον ὁδοῦ κατέκειτο καὶ τῇ τοῦ ψύχους σφοδρότητι ἐκινδύνευε διαφθαρῆναι. ἀνὴρ δέ τις παρερχόμενος καὶ ταύτην ἰδὼν κατώκτειρε, καὶ ἄρας τῆς γῆς τῷ ἰδίῳ κόλπῳ ἐναπέθετο. ἡ δὲ ἔχις διαθερμανθεῖσα εὐθὺς καιρίῳ δήγματι τὸν ἄνδρα ἀπέκτεινεν. Οὗτος δηλοῖ ὡς ὁ φύσει κακός, κἂν ἀγαθόν τι παρὰ τινοσοῦν ἐπισπάσαιτο, τῷ εὐεργέτῃ μᾶλλον κακὰ ἀποδίδωσιν. - 52. ΝΒ' – Ἀνὴρ μεσοπόλιος καὶ ἑταῖραι
Ἀνὴρ μεσοπόλιος δύο ἐρωμένας εἶχεν, ὧν ἡ μὲν νέα ὑπῆρχεν, ἡ δὲ πρεσβῦτις. Καὶ ἡ μὲν προβεβηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴ ποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη. Ἡ δὲ νεωτέρα ὑποστελλομένη γέροντα ἐραστὴν ἔχειν τὰς πολιὰς αὐτοῦ ἀπέσπα. Οὕτω τε συνέβη αὐτῷ ὑπὸ ἀμφοτέρων ἐν μέρει τιλλομένῳ φαλακρὸν γενέσθαι. Οὕτω πανταχοῦ τὸ ἀνώμαλον ἐπιβλαβές ἐστι. - 53. ΝΓ' – Ἀνὴρ ναυαγός
Ἀνὴρ πλούσιος Ἀθηναῖος μεθ' ἑτέρων τινῶν ἔπλει. Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναῖος παρ' ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, εἰ περισωθείη. Εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· "Σὺν Ἀθηνᾷ καὶ σὺ χεῖρα κίνει. Ἀτὰρ οὖν καὶ ἡμᾶς μετὰ τῆς τῶν θεῶν παρακλήσεως χρὴ καὶ αὐτούς τι ὑπὲρ αὑτῶν λογιζομένους δρᾶν. Ὅτι ἀγαπητόν ἐστι καὶ ἐνεργοῦντας θεῶν εὐνοίας τυγχάνειν ἢ ἑαυτῶν ἀμελοῦντας ὑπὸ τῶν δαιμόνων περισώζεσθαι." Τοὺς εἰς συμφορὰς ἐμπίπτοντας χρὴ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν κοπιᾶν καὶ οὕτω τοῦ θεοῦ περὶ βοηθείας δέεσθαι. - 54. ΝΔ' – Ἀνὴρ πηρός
Ἀνὴρ πηρὸς εἰώθει πᾶν τὸ ἐπιτιθέμενον εἰς τὰς αὐτοῦ χεῖρας ζῷον ἐφαπτόμενος λέγειν ὁποῖόν τί ἐστι. Καὶ δή ποτε λυκιδίου αὐτῷ ἐπιδοθέντος, ψηλαφήσας καὶ ἀμφιγνοῶν εἶπεν· "Οὐκ οἶδα πότερον λύκου ἐστὶν ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς ζώου γέννημα· τοῦτο μέντοι σαφῶς ἐπίσταμαι ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ ζῷον προβάτων ποίμνῃ συνιέναι." Οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ τοῦ σώματος καταφαίνεται. - 55. ΝΕ' – Ἀνὴρ φέναξ
Ἀνὴρ πένης νοσῶν ηὔξατο τοῖς θεοῖς λέγων ὅτι ἐὰν ὑγιάνω, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. Οἱ δὲ πειράζειν αὐτὸν βουλόμενοι ῥᾴδιον ὑγιῆ αὐτὸν ἀποκατέστησαν. Ἐξαναστὰς οὖν ὁ ἄνθρωπος, ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους ἑκατὸν ποιήσας βόας ἐπὶ τοῦ βωμοῦ κατέκαυσεν εἰπών· Ὦ δαίμονες, ἰδοῦ τὴν εὐχὴν ἀπετέλεσα. Οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀνταμύνασθαι, ὄναρ ἐπιστάντες αὐτῷ εἶπον· Ἄπελθε εἰς τὸν αἰγιαλόν, εἰς τόνδε τὸν τόπον, καὶ εὑρήσεις ἐκεῖσε χρυσίου τάλαντα ἑκατόν. Ὁ δὲ, ἔξυπνος γενόμενος, μετὰ πολλῆς χαρᾶς κατῆλθεν εἰς τὸν ὑποδειχθέντα αὐτῷ τόπον δρομαῖος ψηλαφῶν τὸ χρυσίον. Περιπεσὼν δὲ ἐκεῖσε λῃσταῖς συνελήφθη ὑπ᾿ αὐτῶν. Ὁ δὲ παρεκάλει αὐτοὺς λέγων· Ἄφετέ με, καὶ ἐπιδώσω ὑμῖν χρυσίου χίλια τάλαντα. Ὁ μῦθος δηλοῖ ὅτι οἱ ψευδεῖς τῶν ἀνθρώπων ἐχθραίνουσι τὸ θεῖον. - 56. ΝΣΤ' – Ἀνθρακεὺς καὶ γναφεύς
Ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος, ὡς ἐθεάσατο γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει αὐτὸν, ὅπως αὐτῷ σύνοικος γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. Καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη· " Ἀλλ' ἔμοιγε τοῦτο παντελῶς ἀδύνατον· ἅ γὰρ ἐγὼ λευκανῶ, σὺ ασβολώσεις." Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι. - 57. ΝΖ' – Ἄνθρωποι καὶ Ζεὺς
Λέγουσι πρῶτον τὰ ζῷα πλασθῆναι καὶ χαρισθῆναι αὐτοῖς παρὰ θεοῦ, τῷ μὲν ἀλκήν, τῷ δὲ τάχος, τῷ δὲ πτερά, τὸν δὲ ἄνθρωπον γυμνὸν ἑστῶτα εἰπεῖν· " Ἐμὲ μόνον κατέλιπες ἔρημον χάριτος·" τὸν δὲ Δία εἰπεῖν· " Ἀνεπαίσθητος εἶ τῆς δωρεᾶς, καίτοι τοῦ μεγίστου τετυχηκώς· λόγον γὰρ ἔχεις λαβὼν, ὃς παρὰ θεοῖς δύναται καὶ παρὰ ἀνθρώποις, τῶν δυνατῶν δυνατώτερος καὶ τῶν ταχίστων ταχύτερος." Καὶ τότε ἐπιγνοὺς τὸ δῶρον ὁ ἄνθρωπος προσκυνήσας καὶ εὐχαριστήσας ᾤχετο. Ὅτι, ἐκ θεοῦ λόγῳ τιμηθέντων πάντων ἀνεπαισθήτως ἔχουσί τινες τῆς τοιαύτης τιμῆς καὶ μᾶλλον ζηλοῦσι τὰ ἀναίσθητα καὶ ἄλογα ζῷα. - 58. ΝΗ' – Ἄνθρωπος καὶ ἀλώπηξ
Ἀλώπεκά τις ἐχθρὰν ἔχων ὡς βλάπτουσαν αὐτόν, κρατήσας καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα ἐλαίῳ βεβρεγμένα τῆ οὐρᾷ προσδήσας ὑφῆψε. Ταύτην δὲ δαίμων εἰς τὰς ἀρούρας τοῦ βαλόντος ὡδήγει· ἦν δὲ καιρὸς τοῦ ἀμήτου. Ὁ δὲ ἠκολούθει θρηνῶν μηδὲν θερίσας. Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις βλάβη γίνεται μεγάλη τοῖς δυσοργήτοις. - 59. ΝΘ' – Ἄνθρωπος καὶ λέων συνοδεύοντες
Ὥδευέ ποτε λέων σὺν ἀνθρώπῳ. Ἕκαστος δὲ αὐτῶν τοῖς λόγοις ἐκαυχῶντο. Καὶ δὴ ἐν τῇ ὁδῷ ἦν ἀνδρὸς στήλη πετρίνη λέοντα πνίγοντος. Ὁ δὲ ἀνὴρ ὑποδείξας τῷ λέοντι ἔφη· " Ὁρᾷς σὺ πῶς ἐσμεν ὑμῶν κρείττονες." Κακεῖνος εἶπεν ὑπομειδιάσας· "Εἰ λέοντες ᾔδεισαν γλύφειν, πολλοὺς ἂν ἄνδρας εἶδες ὑποκάτω λέοντος." Ὅτι πολλοὶ καυχῶνται διὰ λόγων ἀνδρεῖοι εἶναι καὶ θρασεῖς οὓς ἡ πεῖρα γυμνασθέντας ἐξελέγχει. - 60. Ξ' – Ἄνθρωπος καὶ σάτυρος
Ἄνθρωπον ποτε λέγεται πρὸς σάτυρον φιλίαν σπείσασθαι. Καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι ἐπέπνει. Τοῦ δὲ σατύρου τὴν αἰτίαν ἐρομένου δι' ἣν τοῦτο πράττει, ἔλεγεν ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφάγματος θερμοῦ σφόδρα ὄντος, ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προέσφερε καὶ ἐφύσα. Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου τί τοῦτο ποιεῖ, ἔφασκε καταψύχειν τὸ ἔδεσμα, ἐπεὶ λίαν θερμόν ἐστι. Κἀκεῖνος ἔφη πρὸς αὐτόν· " Ἀλλ' ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς." Ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις. - 61. ΞΑ' – Ἄνθρωπος καταθραύσας ἄγαλμα
Ἄνθρωπός τις ξύλινον θεὸν ἔχων πένης ὢν καθικέτευε τοῦ ἀγαθοποιῆσαι. Ὡς οὖν ταῦτ' ἔπραττε καὶ μᾶλλον ἐν πενίᾳ διῆγε, θυμωθεὶς, ἐκ τοῦ σκέλους ἄρας αὐτὸν τῷ τοίχῳ προσέκρουσε. Τῆς δὲ κεφαλῆς αὐτοῦ παραχρῆμα κλασθείσης, ἔῤῥευσε χρυσὸς ἐξ αὐτῆς, ὃν συναγαγὼν ὁ ἄνθρωπος ἐβόα· "Στρεβλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφελησάς με· τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω." Ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ὠφελήσεις σαυτὸν πονηρὸν ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφεληθήσῃ. - 62. ΞΒ' – Ἄνθρωπος λέοντα χρυσοῦν εὑρών
Δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἔλεγεν· "Οὐκ οἶδα τίς γενήσομαι ἐν τοῖς παροῦσιν· ἐγὼ ἐκβέβλημαι τῶν φρενῶν καὶ τί πράττειν οὐκ ἔχω· μερίζει με φιλοχρηματία καὶ τῆς φύσεως ἡ δειλία. Ποία γὰρ τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα; Ἡ μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ· ἀγαπᾷ μὲν τὸν χρυσόν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· ἅπτεσθαι μὲν ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος. Ὢ τύχης διδούσης καὶ μὴ λαμβάνεσθαι συγχωρούσης· ὢ θησαυρὸς ἡδονὴν οὐκ ἔχων· ὢ χάρις δαίμονος ἄχαρις γενομένη. Τί οὖν; ποίῳ τρόπῳ χρήσωμαι; ἐπὶ ποίαν ἔλθω μηχανήν; ἄπειμι τοὺς οἰκέτας δεῦρο κομίσων λαβεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ, κἀγὼ πόῤῥω ἔσομαι θεατής." Ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ. - 63. ΞΓ' – Ἄρκτος καὶ ἀλώπηξ
Ἄρκτος μεγάλως ἐκαυχᾶτο ὡς φιλάνθρωπος ὤν, ἐπεὶ νεκρὸν σῶμα οὐκ ἐσθίει· πρὸς ὃν ἡ ἀλώπηξ εἶπεν· "Εἴθε νεκροὺς εἷλκες, ἀλλὰ μὴ τοὺ ζῶντας." Οὗτος ὁ μῦθος πλεονέκτας τοὺς ἐν ὑποκρίσει καὶ κενοδοξίᾳ βιοῦντας ἐλέγχει. - 64. ΞΔ' – Ἀρότης καὶ λύκος
Ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ ποτὸν ἀπῆγε· λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν, ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρόν, ἐπειδὴ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ δυνάμενος, ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν. Ὁ δὲ ἀρότης ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν ἔλεγεν· "Εἴθε γὰρ, ὦ κακὴ κεφαλή, καταλιπὼν τὰς ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης." Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων, κἂν χρηστότητα ἐπαγγέλλωνται, διὰ τὸν τρόπον οὐ πιστεύονται. - 65. ΞΕ' – Ἀστρολόγος
Ἀστρολόγος ἐξιὼν ἑκάστοτε ἑσπέρας ἔθος εἶχε τοὺς ἀστέρας ἐπισκοπῆσαι. Καὶ δή ποτε περιιὼν εἰς τὸ προάστειον καὶ τὸν νοῦν ὅλον ἔχων πρὸς τὸν οὐρανὸν ἔλαθε καταπεσὼν εἰς φρέαρ. Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριών τις, ὡς ἤκουσε τῶν στενάγμων, προσελθὼν καὶ μαθὼν τὰ συμβεβηκότα, ἔφη πρὸς αὐτόν· " Ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς;" Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις ἐπ᾿ ἐκείνων τῶν ἀνθρώπων οἳ παραδόξως ἀλαζονεύονται, μηδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δυνάμενοι. - 66. ΞΣΤ' – Βάτραχοι αἰτοῦντες βασιλέα
Βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία, δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν. Ὁ δὲ συνιδὼν τὴν εὐήθειαν αὐτῶν ξύλον εἰς τὴν λίμνην καθῆκε. Καὶ οἱ βάτραχοι, τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον, εἰς τὰ βάθη τῆς λίμνης ἐνέδυσαν. Ὕστερον δὲ, ὡς ἀκίνητον ἦν τὸ ξύλον, ἀναδύντες εἰς τοσοῦτον καταφρονήσεως ἦλθον ὡς ἐπιβαίνοντες αὐτῷ ἐπικαθέζεσθαι. Ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα, ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα· τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας καθ᾿ αὐτῶν ὕδρον αὐτοῖς ἔπεμψεν, ὑφ᾿ οὗ συλλαμβανόμενοι κατησθίοντο. Ὁ λόγος δηλοῖ ὅτι ἄμεινόν ἐστι νωθεῖς καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας ἢ ταρακτικοὺς καὶ κακούργους. - 67. ΞΖ' – Βάτραχοι γείτονες
Δύο βάτραχοι ἀλλήλοις ἐγειτνίων. Ἐνέμοντο δὲ ὁ μὲν βαθείαν καὶ τῆς ὁδοῦ πόῤῥω λίμνην, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. Καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος θατέρῳ μεταβῆναι πρὸς αὐτόν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης μεταλάβῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας, ἕως οὗ συνέβη ἅμαξαν τῇδε παριοῦσαν θλᾶσαι αὐτόν. Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιτηδέυμασιν ἐνδιατρίβοντες φθάνουσιν ἀπολλύμενοι πρὶν ἢ ἐπὶ τὰ καλλίονα τρέπεσθαι. - 68. ΞΗ' – Βάτραχοι ἐν λίμνῃ
Βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο. Θέρους δὲ ξηρανθείσης τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. Καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρῳ φησί· "Συγκατέλθωμεν, ὦ οὗτος, εἰς τόδε τὸ φρέαρ." Ὁ δὲ ὑπολαβὼν εἶπεν· " Ἂν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα;" Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν. - 69. ΞΘ' – Βάτραχος ἰατρός καὶ ἀλώπηξ
Ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ καὶ τοῖς ζώοις πᾶσιν ἀναβοήσαντος· " Ἐγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων," ἀλώπηξ ἀκούσασα ἔφη· "Πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων;" Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται; - 70. Ο' – Βόες καὶ ἄξων
Βόες ἅμαξαν εἷλκον. Τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· " Ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ κέκραγας;" Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, μοχθούντων ἑτέρων, αὐτοὶ προσποιοῦνται κάμνειν. - 71. ΟΑ' – Βόες τρεῖς καὶ λέων
Ἐνέμοντο μετ' ἀλλήλων τρεῖς ἀεὶ βόες. Λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν αὐτῶν ὁμόνοιαν οὐκ ἠδύνατο· ὑπούλοις δὲ λόγοις διαβαλὼν ἐχώρισεν ἀπ' ἀλλήλων, καὶ τότε ἕνα ἕκαστον αὐτῶν μεμονωμένους εὑρὼν κατεθοινήσατο. Ὅτι, εἰ θέλεις μάλιστα ζῆν ἀκινδύνως, τοῖς μὲν ἐχθροῖς ἀπίστει, τοῖς δὲ φίλοις πίστευε καὶ συντήρει. - 72. ΟΒ' – Βοηλάτης καὶ Ἡρακλῆς
Βοηλάτης ἅμαξαν ἦγεν εἰς κώμην. Τῆς δ' ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, Δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει, Τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ Ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ. Αὐτὸς δ' ἐπιστὰς εἶπε· Τῶν τρόχων ἅπτου Καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δ' εὔχου, Ὅταν τι ποιῇς καὐτὸς· μὴ μάτην εὔξῃ. - 73. ΟΓ' – Βουκόλος καὶ λέων
Βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον. Περιελθὼν δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διί, ἐάν τὸν κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. Ἐλθὼν δὲ εἴς τινα δρυμῶνα καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μόσχον, περίφοβος γενόμενος, ἐπάρας τὰς χεῖρας εἰς τὸν οὐρανόν, εἶπε· "Ζεῦ δέσποτα, πάλαι μέν σοι ηὐξάμην ἔριφον θῦσαι, ἂν τὸν κλέπτην εὕρω, νῦν δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω." Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ᾿ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν. - 74. ΟΔ' – Βορέας καὶ Ἥλιος
Βοῤῥᾶς χειμέριος ἔριν ἐποιήσατο πρὸς τὸν Ἥλιον, ποῖος ἐξ αὐτῶν ὁδοιποροῦντός τινος τὸ ἱμάτιον ἀποδύσει. Βοῤῥᾶς δὲ πρῶτος βίᾳ τὸ ἱμάτιον φυσῶν ἤλπιζε συλήσειν. Ὁ δὲ ῥιγῶν καὶ κρατήσας ἀμφοτέραις χερσὶ τὸ ἱμάτιον, ἔβαλε τὴν κεφαλὴν ἔν τινι πέτρας ὀπῇ, τὴν ψόαν ἔξω ἐάσας. Ὁ δὲ Ἥλιος τὸ μὲν πρῶτον χλιάνας αὐτὸν τοῦ ψύχους, ἔπειτα τὴν φλόγα προσαγαγὼν ἔπεισεν ἱδρώσαντα τὸ ἱμάτιον ἀποδύσασθαι· οὗτως οὖν ἡττήθη ὁ Βοῤῥᾶς. Ὅτι πραοτέρως ἐπιχειρῶν τινι πράγματι μᾶλλον ἀνύσεις πείθων ἢ βιαζόμενος. - 75. ΟΕ' – Βωταλὶς καὶ νυκτερίς
Βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ᾖδε. Νυκτερὶς δὲ ἐξήκουσε αὐτῆς τὴν φωνὴν καὶ προσελθοῦσα ἐπυνθάνετο ἀπ' αὐτῆς τὴν αἰτίαν δι' ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ λεγούσης ὡς οὐ μάτην τοῦτο πράττει· ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, διὸ ἀπ' ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν· " Ἀλλ' οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ συλληφθῆναι." Ὁ λόγος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκεν. - 76. ΟΣΤ' – Γαλῆ καὶ Ἀφροδίτη
Γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρέπους ηὔξατο τῇ Ἀφροδίτῃ ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκά. Καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ, καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. Καθημένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. Ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν ἐδίωκε καταφαγεῖν θέλουσα. Καὶ ἡ θεὸς ἀγανακτήσασα κατ' αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν. Οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κἂν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ μεταβάλλονται. - 77. ΟΖ' – Γαλῆ καὶ ῥίνη
Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον τὴν ἐκεῖ κειμένην ῥίνην περιέλειχε. Συνέβη δὲ, ἐκτριβομένης τῆς γλώσσης, πολὺ αἷμα φέρεσθαι. Ἡ δὲ ἐτέρπετο ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μεχρὶ παντελῶς ἀπέβαλε τὴν γλῶσσαν. Ὁ λόγος εἴρηται πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς καταβλάπτοντας. - 78. ΟΗ' – Γέρων καὶ θάνατος
Γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐβάδιζε. Διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου δι' ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, ὁ γέρων ἔφη· " Ἴνα τὸ φορτίον ἄρῃς." Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλόζωος, ἐν τῷ βίῳ κἂν δυστυχῇ. - 79. ΟΘ' – Γεωργὸς καὶ ἀετός
Γεωργὸς ἀετὸν εὑρὼν ἠγρευμένον, τὸ κάλλος αὐτοῦ θαυμάσας, ἀπέλυσεν αὐτὸν ἐλεύθερον. Ὁ δὲ οὐκ ἄμοιρος αὐτῷ χάριτος κατεφάνη, ἀλλ' ὑπὸ τεῖχος σαθρὸν καθήμενον ἰδών, προσπετάσας τοῖς ποσὶν ἧρε τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φακιόλιον. Ὁ δὲ ἐξαναστὰς ἐδίωκε· τοῦτο δὲ ὁ ἀετὸς ἔῤῥιψε. Καὶ ἀναλαβόμενος αὐτὸ καὶ ὑποστρέψας εὗρε τὸ τεῖχος συμπεπτωκὸς ἔνθα ἐκάθητο, θαυμάσας τὴν ἀμοιβήν. Ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ἔκ τινος ἀντευεργετεῖν χρή· ὃ γὰρ ἀγαθὸν ποιήσεις, ἀντιδοθήσεταί σοι. - 80. Π' – Γεωργὸς καὶ κύνες
Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει, ἐπειδὴ οὐκ ἠδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι τὸ μὲν πρῶτο τὰ πρόβατα κατέφαγεν. Ἐπειδὴ δὲ ἔτι ὁ χειμὼν ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο. Ἐκ τρίτου δέ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τοὺς ἀροτῆρας βοῦς ἐχώρησεν. Οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα ἔφασαν πρὸς ἀλλήλους· " Ἀπιτέον ἡμῖν ἐνθένδε· ὁ δεσπότης γάρ, εἰ οὐδὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται;" Ὁ λογός δηλοῖ ὅτι δεῖ τούτους μάλιστα φυλάττεσθαι οἳ οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται.
Γεωργοῦ παῖδα ὄφις ἑρπύσας ἀπέκτεινεν. Ὁ δὲ ἐπὶ τούτῳ δεινοπαθήσας πέλεκυν ἀνέλαβε καὶ παραγενόμενος εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει παρατηρούμενος, ὅπως, ἂν ἐξίῃ, εὐθέως αὐτὸν πατάξῃ. Παρακύψαντος δὲ τοῦ ὄφεως, κατενεγκὼν τὸν πέλεκυν, τοῦ μὲν διήμαρτε, τὴν δὲ παρακειμένην πέτραν διέκοψεν. Εὐλαβηθεὶς δὲ ὕστερον παρεκάλει αὐτὸν ὅπως αὐτῷ διαλλαγῇ. Ὁ δὲ εἶπεν· " Ἀλλ' οὔτε ἐγὼ δύναμαί σοι εὐνοῆσαι, ὁρῶν τὴν κεχαραγμένην πέτραν, οὔτε σὺ ἐμοὶ ἀποβλέπων εἰς τὸν τοῦ παιδὸς τάφον." Ὁ λόγος δηλοῖ ὅτι αἱ μεγάλαι ἔχθραι οὐ ῥᾳδίως τὰς καταλλαγὰς ἔχουσι. - 81. ΠΑ' – Γεωργὸς καὶ ὄφις τὸν παῖδα αὐτοῦ ἀποκτείνας
Γεωργός τις χειμῶνος ὥρᾳ ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα, τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. Θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε· θνῄσκων δὲ ἔλεγε· "Δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας." Ὁ λόγος δηλοῖ ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται. - 82. ΠΒ' – Γεωργὸς καὶ ὄφις ὑπὸ κρύους πεπηγώς
Γεωργός τις χειμῶνος ὥρᾳ ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα, τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. Θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε· θνῄσκων δὲ ἔλεγε· "Δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας." Ὁ λόγος δηλοῖ ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται. - 83. ΠΓ' – Γεωργὸς καὶ παῖδες αὐτοῦ
Γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαβεῖν τῆς γεωργίας, προσκαλεσάμενος αὐτοὺς ἔφη· "Παῖδες ἐμοὶ, ἐγὼ μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δ' ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται ζητήσαντες, εὑρήσετε πάντα." Οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποβίωσιν τοῦ πατρὸς κατέσκαψαν. Καὶ θησαυρῷ μὲν οὐ περιέτυχον, ἡ δὲ ἄμπελος καλῶς σκαφεῖσα πολλαπλασίονα τὸν καρπὸν ἀνέδωκεν. Ὁ μῦθος δηλοῖ ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις. - 84. ΠΔ' – Γεωργὸς καὶ τύχη
Γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. Καθ' ἑκάστην οὖν τὴν Γῆν, ὡς ὑπ' αὐτῆς εὐεργετηθείς, ἔστεφε. Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· " Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη; Εἰ γὰρ ὁ καιρὸς μεταβάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ' ὅτι τηνικαῦτα ἐμέ τὴν Τύχην μέμψη." Ὁ μῦθος δηλοῖ ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι. - 85. ΠΕ' – Γεωργὸς καὶ φυτόν
Φυτὸν ἦν εἰς γεωργοῦ χώραν, καρπὸν μὴ φέρον, ἀλλὰ μόνον στρουθῶν καὶ τεττίγων κελαδούντων ἦν καταφυγή. Ὁ δὲ γεωργὸς ὡς ἄκαρπον ἐκτεμεῖν ἤμελλεν. Καὶ δὴ τὸν πέλεκυν λαβὼν ἐπέφερε τὴν πλήγην. Οἱ δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν αὐτῶν μὴ ἐκκόψαι, ἀλλ' ἐᾶσαι, ὥστε ᾄδειν ἐν αὐτῷ καὶ σὲ τὸν γεωργὸν τέρπειν. Ὁ δὲ μηδὲν αὐτῶν φροντίσας, καὶ δευτέραν πληγὴν καὶ τρίτην ἐπέφερε. Ὡς δὲ ἐκοίλανε τὸ δένδρον, σμῆνος μελισσῶν καὶ μέλι εὗρε. Γευσάμενος δὲ τὸν πέλεκυν ἔῤῥιψε καὶ τὸ φυτὸν ἐτίμα ὡς ἱερὸν καὶ ἐπεμελεῖτο. Ὅτι οὐ τοσοῦτον οἱ ἄνθρωποι φύσει τὸ δίκαιον ἀγαπῶσι καὶ τιμῶσιν ὅσον τὸ κερδαλέον ἐπιδιώκουσι. - 86. ΠΣΤ' – Γεωργοῦ παῖδες στασιάζοντες
Γεωργοῦ παῖδες ἐστασίαζον. Ὁ δὲ, ὡς πολλὰ παραινῶν οὐκ ἠδύνατο πεῖσαι αὐτοὺς λόγοις μεταβάλλεσθαι, ἔγνω δεῖν διὰ πράγματος τοῦτο πρᾶξαι, καὶ παρῄνεσεν αὐτοῖς ῥάβδων δέσμην κομίσαι. Τῶν δὲ τὸ προσταχθὲν ποιησάντων, τὸ μὲν πρῶτον δοὺς αὐτοῖς ἀθρόας τὰς ῥάβδους ἐκέλευσε κατεάσσειν. Ἐπειδὴ δὲ κατὰ πᾶν βιαζόμενοι οὐκ ἠδύναντο, ἐκ δευτέρου λύσας τὴν δέσμην, ἀνὰ μίαν αὐτοῖς ῥάβδον ἐδίδου. Τῶν δὲ ῥᾳδίως κατακλώντων, ἔφη· " Ἀτὰρ οὖν καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν μὲν ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε· ἐὰν δὲ στασιάζητε, εὐάλωτοι". Ὁ λόγος δηλοῖ ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσον εὐκαταγώνιστος ἡ στάσις. - 87. ΠΖ' – Γραῦς καὶ ἰατρός
Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν. Ὁ δὲ εἰσιών, ὁπότε αὐτὴν ἔχριε, διετέλει ἐκείνης συμμυούσης καθ᾿ ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. Ἐπειδὴ δὲ πάντα ἐκφορήσας κἀκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν ὡμολογημένον μισθόν· καὶ μὴ βουλομένης αὐτῆς ἀποδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. Ἡ δὲ ἔλεγε τὸν μὲν μισθὸν ὑπεσχῆσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις, νῦν δὲ χεῖρον διατεθῆναι ἐκ τῆς ἰάσεως αὐτοῦ ἢ πρότερον· "τότε μὲν γὰρ ἔβλεπον πάντα", ἔφη, "τὰ ἐπὶ τῆς οἰκίας σκεύη, νῦν δ᾿ οὐδὲν ἰδεῖν δύναμαι". Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ᾿ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. - 88. ΠΗ' – Γυνὴ καὶ ἀνὴρ μέθυσος
Γυνή τις ἄνδρα μέθυσον εἶχε· τοῦ δὲ πάθους αὐτὸν ἀπαλλάξαι θέλουσα τοιόνδε τι σοφίζεται. Κεκαρωμένον γὰρ αὐτὸν ὑπὸ τῆς μέθης παρατηρήσασα καὶ νεκροῦ δίκην ἀναισθητοῦντα ἐπ᾿ ὤμων ἄρασα ἐπὶ τὸ πολυάνδριον ἀπενεγκοῦσα κατέθετο καὶ ἀπῆλθεν. Ἡνίκα δ᾿ αὐτον ἤδη ἀνανήφειν ἐστοχάσατο, προσελθοῦσα τὴν θύραν ἔκοπτε τοῦ πολυανδρίου. Ἐκείνου δὲ φήσαντος· "Τίς ὁ τὴν θύραν κόπτων;" ἡ γυνὴ ἀπεκρίνατο· " Ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι." Κἀκεῖνος· "Μή μοι φαγεῖν, ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον προσένεγκε· λυπεῖς γάρ με βρώσεως, ἀλλὰ μὴ πόσεως μνημονεύων." Ἡ δὲ τὸ στῆθος πατάξασα· "Οἴμοι τῇ δυστήνῳ," φησίν· "οὐδὲν γὰρ οὐδὲ σοφισαμένη ὤνησα· σὺ γάρ, ἄνερ, οὐμόνον οὐκ ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας, εἰς ἕξιν σοι καταστάντος τοῦ πάθους." Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρονίζειν. Ἔστι γὰρ ὅτε καὶ μὴ θέλοντι τῷ ἀνθρώπῳ τὸ ἔθος ἐπιτίθεται . - 89. ΠΘ' Γυνὴ καὶ θεράπαιναι
Γυνὴ χήρα φίλεργος θεραπαινίδας ἔχουσα, ταύτας εἰώθει νυκτὸς ἐπὶ τὰ ἔργα ἐγείρειν πρὸς ἀλεκτροφωνίαν. Αἱ δὲ συνεχῶς καταπονούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀλέκτορα ἀποπνίξαι· ἐκεῖνον γὰρ ᾤοντο τῶν κακῶν αἴτιον εἶναι νύκτωρ ἐγείροντα τὴν δέσποιναν. Συνέβη δὲ αὐταῖς πραξάσαις τοῦτο χαλεπωτέροις τοῖς δεινοῖς περιπεσεῖν· ἡ γὰρ δέσποινα ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν νυχιέστερον ἐπὶ τὸ ἔργον ἤγειρεν. Οὕτω πολλοῖς ἀνθρώποις τὰ ἴδια βουλεύματα κακῶν αἴτια γίνεται. - 90. Ϟ' – Γυνὴ καὶ ὄρνις
Γυνὴ χήρα ὄρνιν ἔχουσα καθ᾿ ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν ὑπέλαβεν ὅτι, ἐὰν πλείονα αὐτῇ τροφὴν παραβάλῃ, καὶ δὶς τῆς ἡμέρας τέξεται. Καὶ δὴ τοῦτο αὐτῆς ποιησάσης, συνέβη τὴν ὄρνιν πίονα γενομένην μηκέτι μηδὲ ἅπαξ τεκεῖν. Ὁ λόγος δηλοῖ ὅτι τινὲς τῶν ἀνθρώπων διὰ πλεονεξίαν περιττοτέρων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπολλῦσιν. - 91. ϞΑ' – Γυνὴ μάγος
Γυνὴ μάγος ἐπῳδὰς καὶ θείων καταθέσεις μηνιμάτων ἐπαγγελλομένη διετέλει πολλὰ τελοῦσα καὶ ἐκ τούτων οὐ μικρὰ βιοποριστοῦσα. Ἐπὶ τούτοις ἐγγραφόμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα, εἰς δίκην ἀπήγαγον καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν ἐπὶ θανάτῳ. Θεασάμενος δέ τις αὐτὴν ἀπαγομένην ἐκ τῶν δικαστηρίων ἔφη· " Ὦ αὕτη, ἡ τὰς δαιμόνων ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης;" Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς γυναῖκα πλάνον, ἥτις τὰ μείζονα κατεπαγγελλομένη τοῖς μετρίοις ἀδύνατος ἐλέγχεται. - 92. ϞΒ' – Δάμαλις καὶ βοῦς
Δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον ἐταλάνιζεν αὐτὸν ἐπὶ τῷ κόπῳ. Ἐπειδὴ δὲ ἑορτὴ κατέλαβε, τὸν βοῦν ἀπολύσαντες, τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. Ἰδὼν δὲ ὁ βοῦς ἐμειδίασε καὶ πρὸς αὐτὴν εἶπεν· " Ὦ δάμαλις, διὰ τοῦτο ἤργεις διότι ἔμελλες ἀρτίως τυθῆναι". Ὁ μῦθος δηλοῖ ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει. - 93. ϞΓ' – Δειλὸς κυνηγὸς καὶ δρυτόμος
Λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει· δρυτόμον δὲ ἐρωτήσας εἰ εἶδεν ἴχνη λέοντος καὶ ποῦ κοιτάζει, ἐφη· "Καὶ αὐτὸν τὸν λέοντά σοι ἤδη δείξω". Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόβου καὶ τοὺς ὀδόντας συγκρούων εἶπεν· " Ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα". Ὅτι τοὺς θρασεῖς καὶ δειλοὺς ὁ μῦθος ἐλέγχει, τοὺς τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις. - 94. ϞΔ' – Δέλφαξ καὶ πρόβατα
Ἔν τινι ποίμνῃ προβάτων δέλφαξ εἰσελθὼν ἐνέμετο. Καὶ δή ποτε τοῦ ποιμένος συλλαμβάνοντος αὐτόν, ἐκεκράγει τε καὶ ἀντέτεινε. Τῶν δὲ προβάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων· " Ἡμᾶς μὲν συνεχῶς συλλαμβάνει καὶ οὐ κράζομεν", ἔφη πρὸς ταῦτα· " Ἀλλ' οὐχ ὅμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὰ κρέα". Ὁ λόγος δηλοῖ ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλα περὶ σωτηρίας. - 95. ϞΕ' – Δελφῖνες καὶ φάλαιναι καὶ κωβιός
Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς σφοδρυνομένης, κωβιὸς ἀνέδυ — ἐστὶ δὲ οὗτος μικρὸς ἰχθύς — καὶ ἐπειρᾶτο αὐτοὺς διαλύειν. Εἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη τρὸς αὐτόν· " Ἀλλ' ἡμῖν ἀνεκτότερόν ἐστι μαχομένοις ὑπ' ἀλλήλων διαφθαρῆναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν." Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι. - 96. ϞΣΤ – Δημάδης ὁ ῥήτωρ
Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις, ἐκείνων μὴ πάνυ τι αὐτῷ προσεχόντων, ἐδεήθη αὐτῶν ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. Τῶν δὲ συγχωρησάντων αὐτῷ, ἀρξάμενος ἔλεγε· "Δήμητρα καὶ χελιδὼν καὶ ἔγχελυς τὴν αὐτὴν ὁδὸν ἐβάδιζον· γενομένων δὲ αὐτῶν κατά τινα ποταμόν, ἡ μὲν χελιδὼν ἔπτη, ἡ δὲ ἔγχελυς κατέδυ·" καὶ ταῦτα εἰπὼν ἐσιώπησεν. Ἐρομένων δὲ αὐτῶν· " Ἡ οὖν Δήμητρα τί ἔπαθεν;" ἔφη· "Κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀκούειν ἀντέχεσθε". Οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται. - 97. ϞΖ' – Διογένης καὶ φαλακρός
Διογένης ὁ κυνικὸς φιλόσοφος λοιδορούμενος ὑπό τινος φαλακροῦ εἶπεν· " Ἐγὼ μὲν οὐ λοιδορῶ· μὴ γένοιτο· ἐπαινῶ δὲ τὰς τρίχας ὅτι κρανίου κακοῦ ἀπηλλάγησαν." - 98. ϞΗ' – Διογένης ὁδοιπορῶν
Διογένης ὁ κύων ὁδοιπορῶν, ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἱστήκει πρὸς τῇ βαλβίδι ἀμηχανῶν. Εἷς δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα, προσελθὼν καὶ ἀράμενος αὐτόν, σὺν φιλοφροσύνῃ διεπέρασεν αὐτόν. Ὁ δὲ εἱστήκει τὴν αὑτοῦ πενίαν μεμφόμενος, δι' ἣν ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. Ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου, ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον, προσδραμὼν καὶ αὐτὸν διεπέρασε. Καὶ ὁ Διογένης προσελθὼν αὐτῷ εἶπεν· " Ἀλλ' ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γὰρ ὅτι οὐ κρίσει, ἀλλὰ νόσῳ αὐτὸ ποιεῖς". Ὁ μῦθος δηλοῖ ὅτι οἱ μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεγεσίας δόξαν, ἀλογιστίας δὲ μᾶλλον ὀφλισκάνουσι. - 99. ϞΘ' – Δρύες καὶ Ζεὺς
Αἱ δρύες κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι "μάτην παρήχθημεν ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα". Καὶ ὁ Ζεύς· " Ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν". Αἴτιοί τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ. - 100. Ρ' – Δρυτόμοι καὶ πεύκη
Δρυτόμοι ἔσχιζόν τινα πεύκην· σφῆνας δὲ ἐξ αὐτῆς πεποιηκότες εὐκόλως ἔσχιζον. Ἡ δὲ εἶπεν· "Οὐ τοσοῦτον τὸν κόψαντα πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ γεννηθέντας σφῆνας." Ὅτι οὐ τοσοῦτόν ἐστι δεινόν, ὅτε τις ὑπὸ ἀλλοτρίων ἀνθρώπων πάθῃ τι τῶν ἀπαισίων ὅσον ὑπὸ τῶν οἰκείων. - 101. ΡΑ' – Ἐλάτη καὶ βάτος
Ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος. Ἡ δὲ ἐλάτη ἑαυτὴν ἐπαινοῦσα ἔφη ὅτι "καλή εἰμι καὶ εὐμήκης καὶ ὑψηλὴ καὶ χρησιμεύω εἰς ναῶν στέγη καὶ εἰς πλοῖα· καὶ πῶς ἐμοὶ συγκρίνῃ;" Ἡ δὲ βάτος εἶπεν· "Εἰ μνησθῇς τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον θελήσεις." Ὅτι οὐ δεῖ ἐν βίῳ ὄντας ἐπαίρεσθαι ἐν τῇ δόξῃ· τῶν γὰρ εὐτελῶν ἀκίνδυνός ἐστιν ὁ βίος. - 102. ΡΒ' – Ἔλαφος ἐπὶ νάματος καὶ λέων
Ἔλαφος δίψῃ συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγήν· πιοῦσα δέ, ὡς ἐθεάσατο τὴν ἑαυτῆς σκιὰν ἐπὶ τοῦ ὕδατος, ἐπὶ μὲν τοῖς κέρασιν ἠγάλλετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶ πάνυ ἤχθετο ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. Ἔτι δὲ αὐτῆς διανοουμένης, λέων ἐπιφανεὶς ἐδίωκεν αὐτήν· κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν· ἀλκὴ γὰρ ἐλάφων μὲν ἐν τοῖς ποσί, λεόντων δὲ ἐν καρδίᾳ. Μέχρι μὲν οὖν ψιλὸν ἦν τὸ πεδίον, ἡ μὲν προθέουσα διεσώζετο· ἐπειδὴ δὲ ἐγένετο κατά τινα ὑλώδη τόπον, τηνικαῦτα συνέβη, τῶν κεράτων αὐτῆς ἐμπλακέντων τοῖς κλάδοις, μὴ δυναμένην τρέχειν συλληφθῆναι. Μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη πρὸς ἑαυτήν· "Δειλαία ἔγωγε, ἤτις ὑφ᾿ ὧν μὲν προδοθήσεσθαι ἔμελλον, ὑπὸ τούτων ἐσῳζόμην, οἷς δὲ καὶ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπόλλυμαι." Οὕτω πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες ἐγένοντο, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται. - 103. ΡΓ' – Ἔλαφος καὶ ἄμπελος
Ἔλαφος κυνηγοὺς φεύγουσα ὑπ᾿ ἀμπέλῳ ἐκρύβη. Παρελθόντων δ᾿ ὀλίγον ἐκείνων, ἡ ἔλαφος τελέως ἤδη λαθεῖν δόξασα, τῶν τῆς ἀμπέλου φύλλων ἐσθίειν ἤρξατο. Τούτων δὲ σειομένων, οἱ κυνηγοὶ ἐπιστραφέντες καί, ὅπερ ἦν ἀληθές, νομίσαντες τῶν ζώων ὑπὸ τοῖς φύλλοις τι κρύπτεσθαι, βέλεσιν ἀνεῖλον τὴν ἔλαφον. Ἡ δὲ θνῄσκουσα τοιαῦτ᾿ ἔλεγε· «Δίκαια πέπονθα· οὐ γὰρ ἔδει τὴν σώσασάν με λυμαίνεσθαι.» Ὁ μῦθος δηλοῖ ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας ὑπὸ θεοῦ κολάζονται. - 104. ΡΔ' – Ἔλαφος καὶ λέων ἐν σπηλαίῳ
Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν, καὶ ἐνταῦθα εἰσῄει κρυβησομένη. Συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη ἔφη· «Βαρυδαίμων ἔγωγε, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα.» Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόβον ἐλάττονος εἰς κίνδυνον μείζονα ἑαυτοὺς ἐμβάλλουσιν. - 105. ΡΕ' – Ἔλαφος πηρωθεῖσα
Ἔλαφος πηρωθεῖσα τὸν ἕτερον τῶν ὀφθαλμῶν παρεγένετο εἴς τινα αἰγιαλὸν καὶ ἐνταῦθα ἐνέμετο, τὸν μὲν ὁλόκληρον πρὸς τὴν γῆν ἔχουσα καὶ τὴν τῶν κυνηγῶν ἔφοδον παρατηρουμένη, τὸν δὲ πεπηρωμένον πρὸς τὴν θάλασσαν· ἔνθεν γὰρ οὐδένα ὑφωρᾶτο κίνδυνον. Καὶ δή τινες παραπλέοντες ἐκεῖνον τὸν τόπον καὶ θεασάμενοι αὐτὴν κατηυστόχησαν. Καὶ ἐπειδὴ ἐλιποψύχει, εἶπε πρὸς αὑτήν· Ἀλλ᾿ ἐγὼ ἀθλία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη πολὺ χαλεπωτέραν ἔσχον τὴν θάλασσαν ἐφ᾿ ἣν κατέφυγον. Οὕτω πολλάκις παρὰ τὴν ἡμετέραν ὑπόληψιν τὰ μὲν χαλεπὰ τῶν πραγμάτων δοκοῦντα εἶναι ὠφέλιμα εὑρίσκεται, τὰ δὲ σωτήρια νομιζόμενα ἐπισφαλῆ. - 106. ΡΣΤ' – Ἔριφος ἐπὶ δώματος ἑστὼς καὶ λύκος
Ἔριφος ἐπὶ τινος δώματος ἑστώς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν. Ὁ δὲ λύκος ἔφη· Ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ᾿ ὁ τόπος. Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων. - 107. ΡΖ' – Ἔριφος καὶ λύκος αὐλῶν
Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· Πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλ᾿ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι. Αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχουμένου τοῦ ἐρίφου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες κατεδίωκον τὸν λύκον. Ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· Ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται. - 108. ΡΗ' – Ἑρμῆς καὶ ἀγαλματοποιός
Ἑρμῆς βουλόμενος γνῶναι ἐν τίνι τιμῇ παρὰ ἀνθρώποις ἐστίν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιοῦ ἐργαστήριον. Καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπυνθάνετο πόσου. Εἰπόντος δὲ αὐτοῦ ὅτι δραχμῆς, γελάσας ἠρώτα τὸ τῆς Ἥρας πόσου. Εἰπόντος δὲ ἔτι μείζονος, θεασάμενος καὶ αὑτοῦ ἄγαλμα ὑπέλαβεν ὅτι αὐτόν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδής, περὶ πολλοῦ ποιοῦνται οἱ ἄνθρωποι. Διόπερ ἐπυνθάνετο ὁ Ἑρμῆς πόσου, καὶ ὁ ἀγαλματογλύφος ἔφη· Ἀλλ᾿ ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω. Πρὸς ἄνδρα κενόδοξον ἐν οὐδεμίᾳ μοίρᾳ παρὰ τοῖς ἄλοις ὄντα ὁ λόγος ἁρμόζει.
δεύτερη έκδοση
Ἑρμῆς γνῶναι βουλόμενος ἐν τίνι τιμῇ παρ᾿ ἀνθρώποις ἐστίν, ἧκεν εἰς ἀγαλματοποιοῦ, ἑαυτὸν εἰκάσας ἀνθρώπῳ, καὶ θεασάμενος ἄγαλμα τοῦ Διὸς ἠρώτα πόσου τις αὐτὸ πρίασθαι δύναται. Τοῦ δὲ εἰπόντος δραχμῆς, γελάσας πόσου τὸ τῆς Ἥρας ἔφη. Εἰπόντος δὲ πλείονος, ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα, καὶ νομίσας ὡς, ἐπειδὴ ἄγγελός ἐστι θεῶν καὶ κερδῷος, πολὺν αὐτοῦ παρὰ τοῖς ἀνθρώποις εἶναι τὸν λόγον, ἤρετο περὶ αὐτοῦ. Ὁ δ᾿ ἀγαλματοποιὸς ἔφη· Ἐὰν τούτους ὠνήσῃ, καὶ τοῦτον προσθήκην σοι δίδωμι. Ὁ μῦθος πρὸς ἄνδρα κενόδοξον οὐδεμίᾳ παρ᾿ ἄλλοις ὄντα τιμῇ. - 109. ΡΘ' – Ἑρμῆς καὶ γῆ
Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῆν ἀγαγεῖν αὐτοὺς ἐπὶ τὴν Γῆν καὶ δεῖξαι ὅθεν ὀρύξαντες σπήλαιον ποιήσουσι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, ἡ Γῆ τὸ μὲν πρῶτον ἐκώλυεν. Ὡς δὲ Ἑρμῆς ἠνάγκαζε λέγων τὸν Δία προστεταχέναι, ἔφη· Ἀλλ᾿ ὀρυσσέτωσαν ὅσον βούλονται· στένοντες γὰρ αὐτὸ καὶ κλαίοντες ἀποδώσουσι. Πρὸς τοὺς ῥᾳδίως δανειζομένους, μετὰ λύπης δὲ ἀποδιδόντας ὁ λόγος εὔκαιρος. - 110. ΡΙ' – Ἑρμῆς καὶ Τειρεσίας
Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν πειρᾶσαι εἰ ἀληθής ἐστι, κλέψας αὐτοῦ τοὺς βόας ἐξ ἀγροῦ, ἧκε πρὸς αὐτὸν εἰς ἄστυ, ὁμοιωθεὶς ἀνθρώπῳ, καὶ ἐπεξενώθη παρ᾿ αὐτῷ. Παραγγελθείσης δὲ τῷ Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας, παραλαβὼν τὸν Ἑρμῆν, ἧκεν εἰς τὸ προαστεῖον, οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος, καὶ τούτῳ παρῄνει λέγειν ὅ τι ἂν θεάσηται ὄρνεον. Καὶ ὁ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ δεξιὰ παριπτάμενον, ἀπήγγειλεν αὐτῷ. Τοῦ δὲ εἰπόντος μὴ πρὸς αὐτοὺς τοῦτον εἶναι, ἐκ δευτέρου ἐδὼν κορώνην ἐπί τινος δένδρου καθημένη, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ εἰς γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῷ. Ὁ δὲ ὑποτυχὼν ἔφη. Ἀλλ᾿ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὅτι, ἂν σὺ θέλῃς, τοῦς ἐμαυτοῦ βόας ἀπολήψομαι. Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.
δεύτερη έκδοση
Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν εἰ ἀληθής ἐστι γνῶναι, κλέψας τὰς αὐτοῦ βοῦς ἐξ ἀγροικίας, ἧκεν ὡς αὐτὸν εἰς ἄστυ, ὁμοιωθεὶς ἀνθρώπῳ, καὶ παρ᾿ αὐτῷ κατήχθη. Τῆς δὲ τῶν βοῶν ἀπωλείας ἀγγελθείσης τῷ Τειρεσίᾳ, ἐκεῖνος παραλαβὼν τὸν Ἑρμῆν ἐξῆλθεν, οἰωνόν τινα περὶ τοῦ κλέπτου σκεψόμενος καὶ τούτῳ παρῄνει φράζειν αὐτῷ ὅντινα ἂν τῶν ὀρνίθων θεάσηται. Ὁ δὲ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ τὰ δεξιὰ διιπτάμενον, ἔφρασε. Τοῦ δὲ φήσαντος μὴ πρὸς αὐτοὺς εἶναι τοῦτον, ἐκ δευτέρου κορώνην εἶδεν ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ πρὸς τὴν γῆν κατακύπτουσαν, καὶ τῷ μάντει φράζει. Καὶ ὃς ὑποτυχὼν εἶπεν· Ἀλλ᾿ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὡς, ἐὰν σὺ θέλῃς, τὰς ἐμὰς ἀπολήψομαι βοῦς. Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην. - 111. ΡΙΑ – Ἑρμῆς καὶ τεχνῖται
Ζεὺς Ἑρμῇ προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρμακον χέαι. Ὁ δὲ τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχει. Ἐπεὶ δέ, μόνου τοῦ σκυτέως ὑπολειφθέντος, πολὺ φάρμακον κατελείπετο, λαβὼν ὅλην τὴν χύσιν κατ᾿ αὐτοῦ κατέχεεν. Ἐκ τούτου συνέβη τοὺς τεχνίτας πάντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας. Πρὸς ἄνδρα ψευδολόγον ὁ λόγος εὔκαιρος. - 112. ΡΙΒ' – Ἑρμοῦ ἅμαξα καὶ Ἄραβες
Ἑρμῆς ποτε ἅμαξαν ψευσμάτων καὶ πανουργίας καὶ ἀπάτης μεστὴν διὰ πάσης ἤλαυνε γῆς, κατὰ χώραν μικρόν τι διανέμων τοῦ φόρτου. Ὡς δὲ εἰς τὴν τῶν Ἀράβων χώραν ἦλθε, λέγεται ἐξαίφνης συντριβῆναι τὴν ἅμαξαν. Οἱ δὲ ὥσπερ πολύτιμον φόρτον τὰ ἐξ αὐτῆς ἁρπάσαντες οὐκ ἀφῆκαν εἰς ἀλλους ἀνθρώπους προελθεῖν. Ὅτι Ἄραβες ὑπὲρ πᾶν ἔθνος ψευσταὶ καὶ ἀπατεῶνες εἰσίν· ἐν γλώσσῃ γὰρ αὐτῶν οὐκ ἔστιν ἀλήθεια.
δεύτερη έκδοση
Ἑρμῆς ποτε ψεύσματα καὶ πανουργίας θεὶς εἴς ἅμαξαν εἰς πᾶσαν γῆν ἀπῄει. Ὡς δὲ Ἀράβων κατήντησε τὴν χώραν, συντρίβει τὴν ἅμαξαν κενὴν φορτίων· οἱ δὲ εἰς ἄλλους τόπους οὐκ εἴασαν ὀδεῦσαι. - 113. ΡΙΓ' – Εὔνουχος καὶ ἱερεύς
Εὔνουχος προσῆλθε ἱερεῖ, θυσίαν ὑπὲρ αὐτοῦ ποιῆσαι παρακαλῶν εἰς τὸ γενέσθαι παίδων πατέρα. Ὁ δὲ ἱερεὺς ἔφη· Ὅτε μὲν πρὸς τὴν θυσίαν ἀπίδω, πατέρα σε γενέσθαι παίδων παρακαλῶ· ὅτε δὲ τὴν σὴν ὄψιν ἴδω, οὐδ᾿ ἀνὴρ φαίνῃ. - 114. ΡΙΔ' – Ἐχθροὶ δύο
Δύο τινὲς ἀλλήλοις ἐχθραίνοντες ἐπὶ τῆς αὐτῆς νεὼς ἔπλεον, ὧν ἅτερος μὲν ἐπὶ τῆς πρύμνης, ἅτερος δὲ ἐπὶ τῆς πρώρας ἐκάθητο. Χειμῶνος δὲ ἐπιγενομένου καὶ τῆς νεὼς μελλούσης ἤδη καταποντίζεσθαι, ὁ ἐπὶ τῆς πρύμνης τὸν κυβερνήτην ἤρετο πότερον τῶν μερῶν τοῦ πλοίου πρότερον μέλλει καταβαπτίζεσθαι. Τοῦ δὲ τὴν πρώραν εἰπόντος· Ἀλλ᾿ ἔμοιγε οὐκ ἔστι λυπηρόν, εἶπεν, ὁ θάνατος, εἴγε ὁρᾶν μέλλω πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνῄσκοντα. Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς ἑαυτῶν βλάβης φροντίζουσιν, ἐὰν τοὺς ἐχθροὺς μόνον ἴδωσι πρὸ αὐτῶν κακουμένους.
δεύτερη έκδοση
Δύο ἐχθροὶ ἐν μιᾷ νηῒ ἔπλεον· καὶ βουλόμενοι πολὺ ἀλλήλων διεζεῦχθαι ὥρμησαν ὁ μὲν ἐπὶ τὴν πρώραν, ὁ δὲ ἐπὶ τὴν πρύμναν καὶ ἐνταῦθα ἔμενον. Χειμῶνος δὲ σφοδροῦ καταλαβόντος καὶ τῆς νηὸς περιτρεπομένης, ὁ ἐν τῇ πρύμνῃ ἐπυνθάνετο παρὰ τοῦ κυβερνήτου περὶ ποῖον μέρος καταδύεσθαι τὸ σκάφος πρῶτον κινδυνεύει. Τοῦ δὲ εἰπόντος· Κατὰ τὴν πρώραν, ἔφη· Ἀλλ᾿ ἐμοίγε οὐκέτι λυπηρὸς ὁ θάνατός ἐστιν, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου ἀποπνιγόμενον πρῶτον. Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς πέλας δυσμένειαν αἱροῦνται καὶ αὐτοί τι δεινὸν πάσχειν ὑπὲρ τοῦ κἀκείνους ὁρᾶν συνδυστυχοῦντας. - 115. ΡΙΕ' – Ἔχις καὶ ἀλώπηξ
Ἔχις ἐπὶ παλιούρων δέσμῃ ὑπὲρ ποταμὸν παρεφέρετο. Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· Ἄξιος τῆς νηὸς ὁ ναύκληρος. Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα.
δεύτερη έκδοση
Ἔχις ἐπί τινος φραγμοῦ ἐκ παλιούρων εὐνάζετο, ὃς ἦν ἐπ᾿ ἀμπέλῳ τοῦ ποταμοῦ πλησίον. Τοῦ δὲ ποταμοῦ ὑπὸ συνεχῶν ὄμβρων δεινῶς φυσηθέντος, ἤρθη ὁ φραγμὸς καὶ κάτωθεν ἀπῄει. Τοῖς δὲ παλιούροις ἡ ἔχις συνεπλάκη καὶ ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον καί τις κατιδοῦσα ἀλώπηξ σφόδρα γελάσασα ἔφη· Κακὴ μὲν ἡ ναῦς, ἀξία δὲ τοῦ ναύτου καὶ ἄξιος τῆς νηὸς ὁ ναύκληρος. Ὅτι καὶ [ὡς] κακοὶ σὺν κακοῖς ἀπολοῦνται. - 116. ΡΙΣΤ' – Ἔχις καὶ ῥίνη
Ἔχις εἰσελθὼν εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαβὼν δὲ παρ᾿ αὐτῶν ἧκε πρὸς τὴν ῥίνην καὶ αὐτὴν παρεκάλει δοῦναί τι αὐτῷ. Ἡ δὲ ὑποτυχοῦσα εἶπεν· Ἀλλ᾿ εὐήθης εἶ παρ᾿ ἐμοῦ τι ἀποίσεσθαι οἰόμενος, ἥτις οὐ διδόναι, ἀλλὰ λαμβάνειν παρὰ πάντων εἴωθα. Ὁ λόγος δηλοῖ ὅτι μάταιοί εἰσιν οἱ παρὰ φιλαργύρων τι κερδανεῖν προσδοκῶντες. - 117. ΡΙΖ' – Ἔχις καὶ ὕδρος
Ἔχις φοιτῶν ἐπί τινα κρήνην ἔπινεν. Ὁ δὲ ἐνταῦθα οἰκῶν ὕδρος ἐκώλυεν αὐτόν, ἀγανακτῶν ὅτι μὴ ἀρκεῖται τῇ ἰδίᾳ νομῇ, ἀλλὰ καὶ ἐπὶ τὴν αὐτοῦ δίαιταν ἀφικνεῖται. Ἀεὶ δὲ τῆς φιλονεικίας αὐξανομένης, συνέθεντο ὅπως εἰς μάχην ἀλλήλοις καταστῶσι καὶ τοῦ νικῶντος ἥ τε τοῦ ὕδατος καὶ τῆς γῆς νομὴ γίνηται. Ταξαμένων δὲ αὐτῶν προθεσμίαν, οἱ βάτραχοι διὰ μῖσος τοῦ ὕδρου παραγενόμενοι πρὸς τὸν ἔχιν παρεθάρσυνον αὐτόν, ἐπαγγελλόμενοι καὶ αὐτοὶ συμμαχήσειν αὐτῷ. Ἐνστάσης δὲ τῆς μάχης, ὁ μὲν ἔχις πρὸς τὸν ὕδρον ἐπολέμει, οἱ δὲ βάτραχοι μηδὲν περαιτέρω δρᾶν δυνάμενοι μεγάλα ἐκεκράγεισαν. Καὶ ὁ ἔχις νικήσας ᾐτιᾶτο αὐτοὺς ὅτι γε συμμαχήσειν αὐτῷ ὑποσχόμενοι παρὰ τὴν μάχην οὐ μόνον οὐκ ἐβοήθουν, ἀλλὰ καὶ ᾖδον. Οἱ δὲ ἔφασαν πρὸς αὐτόν· Ἀλλ᾿ εὖ γε ἴσθι, ὦ οὗτος, ὅτι ἡ ἡμετέρα συμμαχία οὐ διὰ χειρῶν, διὰ δέ μόνης φωνῆς συνέστηκεν. Ὁ λόγος δηλοῖ ὅτι, ἔνθα χειρῶν χρεία ἐστίν, ἡ διὰ λόγων βοήθεια οὐδὲν λυσιτελεῖ. - 118. ΡΙΗ' – Ζεὺς καὶ αἰσχύνη
Ζεὺς πλάσας τοὺς ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις αὐτοῖς ἐνέθηκε, μόνην δ᾿ ἐνθεῖναι τὴν αἰσχύνην ἐπελάθετο. Διὸ καὶ μὴ ἔχων πόθεν [ἂν] αὐτὴν εἰσαγάγῃ, διὰ τοῦ ἀρχοῦ αὐτὴν εἰσελθεῖν ἐκέλευσεν. Ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγεν ἀναξιοπαθοῦσα. Ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐνέκειτο, ἔφη· Ἀλλ᾿ ἔγωγε ἐπὶ ταύταις εἰσέρχομαι ταῖς ὁμολογίαις ὡς Ἔρως μὲ εἰσελεύσεται· ἂν δ᾿ εἰσέλθῃ, αὐτὴ ἐξελεύσομαι παραυτίκα. Ἀπὸ δὴ τούτου συνέβη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι. Ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπ᾿ ἔρωτος κατεχομένους ἀναισχύντους εἶναι συμβαίνει.
δεύτερη έκδοση
Ζεὺς πλάσας ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις εὐθὺς αὐτοῖς ἐνέθηκε, μόνης δὲ αἰσχύνης ἐπελάθετο. Διόπερ ἀμηχανῶν πόθεν αὐτὴν εἰσαγάγῃ, ἐκέλευσεν αὐτὴν διὰ τοῦ ἀρχοῦ εἰσελθεῖν. Ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγε καὶ ἠναξιοπάθει. Ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐπέκειτο, ἔφη· Ἀλλ᾿ ἔγωγε ἐπὶ ταύταις ταῖς ὁμολογίαις εἴσειμι ὡς, ἂν ἕτερόν μοι ἐπεισέλθῃ, εὐθέως ἐξελεύσομαι. Ἀπὸ τούτου συνέβη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι. Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πόρνον. - 119. ΡΙΘ' – Ζεὺς καὶ ἀλώπηξ
Ζεὺς ἀγασάμενος ἀλώπεκος τὸ συνετὸν τῶν φρενῶν καὶ τὸ ποικίλον τὸ βασίλειον αὐτῇ τῶν ἀλόγων ζώων ἐνεχείρισε. Βουλόμενος δὲ γνῶναι εἰ τὴν τύχην μεταλλάξασα μετεβάλετο καὶ τὴν γλισχρότητα, φερομένης αὐτῆς ἐν φορείῳ κάνθαρον παρὰ τὴν ὄψιν ἀφῆκεν. Ἡ δὲ ἀντισχεῖν μὴ δυναμένη, ἐπειδὴ περιίπτατο τῷ φορείῳ, ἀναπηδήσασα ἀκόσμως συλλαβεῖν αὐτὸν ἐπειρᾶτο. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾿ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν τάξιν ἀποκατέστησεν. Ὁ λόγος δηλοῖ ὅτι οἱ φαῦλοι τῶν ἀνθρώπων, κἂν τὰ προσχήματα λαμπρότερα ἀναλάβωσιν, τὴν γοῦν φύσιν οὐ μετατίθενται. - 120. ΡΚ' – Ζεὺς καὶ ἄνθρωποι
Ζεὺς πλάσας ἀνθρώπους ἐκέλευσεν Ἑρμῇ νοῦν αὐτοῖς ἐγχέαι. Κἀκεῖνος μέτρον ποιήσας ἴσον ἐνέχεεν ἑκάστῳ. Συνέβη δὲ τοὺς μὲν μικροφυεῖς πληρωθέντας τοῦ μέτρου φρονίμους γενέσθαι, τοὺς δὲ μακρούς, ἅτε μὴ ἐφικομένου τοῦ ποτοῦ [μηδὲ μέχρι γονάτων,] εἰς πᾶν τὸ σῶμα ἀφρονεστέρους γενέσθαι. Πρὸς ἄνδρα εὐμεγέθη μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον ὁ λόγος εὔκαιρος. - 121. ΡΚΑ' – Ζεὺς καὶ Ἀπόλλων
Ζεὺς καὶ Ἀπόλλων περὶ τοξικῆς ἤριζον. Τοῦ δὲ Ἀπόλλωνος ἐντείναντος τὸ τόξον καὶ τὸ βέλος ἀφέντος, Ζεὺς τοσοῦτον διέβη ὅσον Ἀπόλλων ἐτόξευσεν. Οὕτως οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι, πρὸς τῷ ἐκείνων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν. - 122. ΡΚΒ' – Ζεὺς καὶ ὄφις
Τοῦ Διὸς γάμους ποιοῦντος, πάντα τὰ ζῷα ἤνεγκαν δῶρα, ἕκαστον κατὰ τὴν οἰκείαν δύναμιν. Ὄφις δὲ ἕρπων ῥόδον λαβὼν ἐν τῷ στόματι ἀνέβη. Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· Τῶν ἄλλων πάντων τὰ δῶρα λαμβάνω, ἀπὸ δὲ τοῦ σοῦ στόματος λαμβάνω οὐδ᾿ ὅλως. Ὁ μῦθος δηλοῖ ὅτι τῶν πονηρῶν αἱ χάριτες φοβεραί εἰσιν.
δεύτερη έκδοση
Τοῦ Διὸς γαμοῦντος, πάντα τὰ ζῷα ἀνήνεγκαν δῶρα. Ὄφις δὲ ἕρπων ῥόδον ἀναλαβὼν τῷ στόματι ἀνέβη. Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· Τῶν ἄλλων ἁπάντων καὶ ἐκ ποδῶν δῶρα δέχομαι· ἀπὸ δὲ τοῦ σοῦ στόματος οὐ λαμβάνω. Ὁ λόγος δηλοῖ ὅτι πάντων τῶν πονηρῶν αἱ χάριτες φοβεραί. - 123. ΡΚΓ' – Ζεὺς καὶ πίθος ἀγαθῶν
Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα συγκλείσας ἀφῆκε παρὰ ἀνθρώπῳ τινί. Ὁ δὲ λίχνος ἄνθρωπος εἰδέναι θέλων τί ἐστιν ἐν αὐτῷ, τὸ πῶμα ἐκίνησε· πάντα δὲ ἐπετάσθησαν πρὸς τοὺς θεούς. Ὅτι τοῖς ἀνθρώποις ἐλπὶς μόνη σύνεστι τῶν πεφευγότων ἀγαθῶν ἐγγυωμένη δώσειν.
δεύτερη έκδοση
Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα ἐγκατακλείσας ἀφῆκεν παρὰ ἀνθρώπῳ τινί. Ὁ δὲ ἀκρατὴς ὢν εἰδέναι ἠθέλησεν τίνα εἰσὶν ἐν αὐτῷ, καὶ ἀφελὼν τὴν σφραγῖδα καὶ ἀποκαλύψας τὸ ἀγγεῖον, πάντα ὅσα ἦν ἔνδον ἐξέφυγεν· μόνη δὲ ἡ ἐλπὶς ὑπελείφθη καὶ διὰ τοῦτο τοῖς ἀνθρώποις ἐστὶ παραμόνιμος. - 124. ΡΚΔ' – Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ καὶ Μῶμος
Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ κατασκευάσαντες, ὁ μὲν ταῦρον, Προμηθεὺς δὲ ἄνθρωπον, ἡ δὲ οἶκον, Μῶμον κριτὴν εἵλοντο. Ὁ δὲ φθονήσας τοῖς δημιουργήμασιν ἀρξάμενος ἔλεγε τὸν μὲν Δία ἡμαρτηκέναι, τοῦ ταῦρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασιν μὴ θέντα, ἵνα βλέπῃ ποῦ τύπτει· τὸν δὲ Προμηθέα, διότι τοῦ ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροί, φανερὸν δὲ ᾖ τί ἕκαστος κατὰ νοῦν ἔχει, τρίτον δὲ ἔλεγεν ὡς ἔδει τὴν Ἀθηνᾶν τὸν οἶκον τροχοῖς ἐπιθεῖναι, ἵνα, ἐὰν πονηρός τις παροικισθῇ γείτων, ῥᾳδίως μεταβαίνῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾿ αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ τοῦ Ὀλύμπου αὐτὸν ἐξέβαλεν. Ὁ λόγος δηλοῖ ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον ὅ μὴ πάντως περὶ τι ψόγον ἐπιδέχεται.
δεύτερη έκδοση
Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ κατασκευάσαντες, ὁ μὲν ταῦρον, Προμηθεὺς δὲ ἄνθρωπον, ἡ δὲ οἶκον, Μῶμον κριτὴν εἵλοντο. Ὁ δὲ φθονήσας τοῖς δημιουργήμασιν ἀρξάμενος ἔλεγε τὸν μὲν Δία ἡμαρτηκέναι, τοῦ ταῦρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασιν μὴ θέντα, ἵνα βλέπῃ ποῦ τύπτει· τὸν δὲ Προμηθέα, διότι τοῦ ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροί, φανερὸν δὲ ᾖ τί ἕκαστος κατὰ νοῦν ἔχει, τρίτον δὲ ἔλεγεν ὡς ἔδει τὴν Ἀθηνᾶν τὸν οἶκον τροχοῖς ἐπιθεῖναι, ἵνα, ἐὰν πονηρός τις παροικισθῇ γείτων, ῥᾳδίως μεταβαίνῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾿ αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ τοῦ Ὀλύμπου αὐτὸν ἐξέβαλεν. Ὁ λόγος δηλοῖ ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον ὅ μὴ πάντως περὶ τι ψόγον ἐπιδέχεται. - 125. ΡΚΕ' – Ζεὺς καὶ χελώνη
Ζεὺς γαμῶν πάντα τὰ ζῷα εἱστία. Μόνης δὲ χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν, τῇ ὑστεραίᾳ ἐπυνθάνετο αὐτῆς διὰ τά μόνη ἐπὶ τὸ δεῖπνον οὐκ ἦλθε. Τῆς δὲ εἰπούσης· Οἶκος φίλος, οἶκος ἄριστος, ἀγανακτήσας κατ᾿ αὐτῆς παρεσκεύασεν αὐτὴν τὸν οἶκον αὐτὸν βαστάζουσαν περιφέρειν. Οὕτω πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μᾶλλον λιτῶς οἰκεῖν ἢ παρ᾿ ἄλλοις πολυτελῶς διαιτᾶσθαι.
δεύτερη έκδοση
Ζεὺς γάμους τελῶν πάντα τὰ ζῷα εἱστία· Μόνης δὲ τῆς χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν τῆς ὑστερήσεως, ἐπυνθάνετο αὐτῆς τίνος χάριν αὐτὴ ἐπὶ τὸ δεῖπνον οὐ παρεγένετο. Τῆς δὲ εἰπούσης· Οἶκος φίλος, οἶκος ἄριστος, ἀγανακτήσας κατ᾿ αὐτῆς κατεδίκασε τὸν οἶκον βαστάζουσαν περιφέρειν. Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μᾶλλον λιτῶς παρ᾿ ἑαυτοῖς ζῆν ἢ παρ᾿ ἄλλοις πολυτελῶς. - 126. ΡΚΣΤ' – Ζεὺς κριτής
Ὁ Ζεὺς τὰς τῶν ἀνθρώπων ἁμαρτίας ἐν ὀστράκοις τὸν Ἑρμῆν ὥρισε γράφειν, καὶ εἰς κιβώτιον ἀποτιθέναι πλησίον αὐτοῦ, ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ. Συγκεχυμένων δὲ τῶν ὀστράκων ἐπ᾿ ἀλλήλοις, τὸ μὲν βράδιον, τὸ δὲ τάχιον ἐμπίπτει εἰς τὰς τοῦ Διὸς χεῖρας, εἴποτε καλῶς κρίνοιτο. Ὅτι οὐ χρὴ θαυμάζειν διὰ τοὺς ἀδίκους καὶ πονηροὺς ὅτι τάχιον οὐκ ἀπολαμβάνουσιν ὑπὲρ τῶν ἀδικιῶν αὐτῶν.
δεύτερη έκδοση
Ἐν ὀστράκῳ γράφοντα τὸν Ἑρμῆν ἁμαρτίας ἐκέλευσεν ὁ Ζεὺς εἰς κιβωτὸν ταύτας σωρεύειν, ἵν᾿ ἐρανίσας ἑκάστου τὰς δίκας ἀναπράσσῃ. Τῶν ὀστράκων δὲ συγκεχυμένων ἀλλήλοις, τὸ μὲν βράδιον, τὸ δὲ τάχιον ἐμπίπτει εἰς τοῦ Διὸς τὰς χεῖρας, εἴποτ᾿ εὐθύνοι. Τῶν οὖν πονηρῶν οὐ προσήκει θαυμάζειν, ἂν θᾶσσον ἀδικῶν ὀψέ τις κακῶς πράσσῃ. - 127. ΡΚΖ' – Ἥλιος καὶ βάτραχοι
Γάμοι τοῦ Ἡλίου θέρους ἐγίγνοντο· πάντα δὲ τὰ ζῷα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ οἱ βάτραχοι. Εἷς δὲ τούτων εἶπεν· Ὦ μῶροι, εἰς τί ἀγάλλεσθε; εἰ γὰρ μόνος ὢν ὁ Ἥλιος πάσαν ἰλὺν ἀποξηραίνει, εἰ γήμας ὅμοιον αὐτῷ παιδίον γεννήσει, τί οὐ πάθωμεν κακόν; Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντων χαίρουσιν ἐπὶ πράγμασιν τοῖς μὴ χαρὰν ἔχουσιν.
δεύτερη έκδοση
Ἡλίῳ ποτὲ γάμος θέρους ὑπῆρχε. Οἱ δὲ βάτραχοι ἠγάλλοντο μεγάλως ἐπὶ τῇ λαμπρᾷ τραπέζῃ τοῦ Ἡλίου. Εἷς δὲ ἐξ αὐτῶν μέγα ἀναστενάξας ἀνακέκραγε καὶ πρὸς αὐτοὺς ἐβόα· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, εἰς τί βοᾶτε μεγάλα κεκραγότες ὡς ἐπ᾿ ἀγάθῳ τινὶ προσδοκωμένῳ; Εἰ οὖν Ἥλιος μονώτατος ὑπάρχων ὕλην ἅπασαν καὶ τὴν γῆν καταφλέγῃ, εἰ γήμας παῖδα ἀνθόμοιον ποιήσει, τί μὴ πάθωμεν ἡμεῖς κακόν, εἰπέ μοι. Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντως χαίρουσιν ἐπ᾿ αδήλοις. - 128. ΡΚΗ' – Ἡμίονος
Ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτησε καθ᾿ ἑαυτὴν βοῶσα· Πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος, κἀγὼ δὲ αὐτῷ ὅλη ἀφωμοιώθην. Καὶ δὴ ἐν μιᾷ ἀνάγκης ἐπελθούσης, ἠναγκάζετο ἡ ἡμίονος τρέχειν. Ὡς δὲ τοῦ δρόμου ἐπέπαυτο, σκυθρωπάζουσα πατρὸς τοῦ ὄνου εὐθὺς ἀνεμνήσθη. Ὁ μῦθος δηλοῖ ὅτι δεῖ, κἂν ὁ χρόνος ἐνέγκῃ τινὰ εἰς δόξαν, τῆς ἑαυτοῦ ἀρχῆς μὴ ἐπιλαθέσθαι· ἀβέβαιος γάρ ἐστιν ὁ βίος οὗτος.
δεύτερη έκδοση
Ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτα τε καὶ ἐβόα καθ᾿ ἑαυτήν· Πατήρ μοι ὑπάρχει ἵππος ὁ ταχυδρόμος, ὃν ἐγὼ ὅλη διόλου ἀπεμιμήθην. Καὶ δὴ ἐν μιᾷ ἠναγκάζετο τρέχειν ἡ ἡμίονος. Ὡς δὲ τοῦ δρόμου ἐπαύσατο, σκυθρωπάσασα τοῦ πατρὸς ὄνου αὐτῆς εὐθὺς ὑπανεμνήσθη. Ὁ μῦθος δηλοῖ ὅτι, εἰ καὶ ὁ χρόνος ἐνέγκοι τινὰ εἰς δόξαν, οὐ δεῖ ἐπιλανθάνεσθαι τὴν τάξιν τοῦ οἰκείου γένους· ἀβέβαιος γάρ ἐστιν ὁ παρὼν βίος. - 129. ΡΚΘ' – Ἡρακλῆς καὶ Ἀθηνᾶ
Διὰ στενῆς ὁδοῦ ὥδευεν Ἡρακλης. Ἰδὼν δὲ ἐπὶ γῆς μήλῳ ὅμοιόν τι ἐπειρᾶτο συντρῖψαι. Ὡς δὲ εἶδε διπλοῦν γενόμενον, ἔτι μᾶλλον ἐπέβαινεν, καὶ τῷ ῥοπάλῳ ἔπαιεν. Τὸ δὲ φυσηθὲν εἰς μέγεθος τὴν ὁδὸν ἀπέφραξεν. Ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο θαυμάζων. Ἀθηνᾶ δὲ αὐτῷ ἐπιφανεῖσα εἶπε· Πέπαυσο δέ, ἄδελφε, τοῦτό ἐστι φιλονεικία καὶ ἔρις· ἄν τις αὐτὸ καταλείπῃ ἀμάχητον, μένει οἷον ἦν πρῶτον· ἐν δὲ ταῖς μάχαις οὕτως οἰδεῖται. Ὅτι πᾶσι φανερὸν καθέστηκεν ὡς αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλάβης ὑπάρχουσιν.
δεύτερη έκδοση
Διὰ στενῆς ὁδοῦ ὥδευεν Ἡρακλῆς. Μήλῳ δέ τι ὅμοιον κατὰ γῆς καθήμενον ἰδὼν ἐπειρᾶτο τῷ ῥοπάλῳ συντρίβειν. Τὸ δὲ [μᾶλλον] διπλοῦν ἀπὸ τῆς ψαύσεως τοῦ ῥοπάλου ἐγένετο. Ὁ δὲ μᾶλλον τῷ ῥοπάλῳ καὶ αὖθις ἔπαιε. Τὸ δ᾿ εἰς μέγεθος ἀρθὲν τὴν ὁδὸν τούτῳ ἀπέφραξε. ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο ἐκπληττόμενος. Ἀθηνᾶ δὲ τοῦτον ἰδοῦσα ἔφη· Ὦ Ἡράκλεις, παῦσαι θαυμάζων· τὸ γὰρ νῦν τὴν ἀπορίαν σοι προξενῆσαν ἡ φιλονεικία καὶ ἔρις ἐστίν. Ἂν οὖν τις ταύτην οἵαν εὗρεν ἀφήσῃ, ἐπὶ μικροῦ μένει· ἂν δὲ μάχεσθαι θέλῃ πρὸς ταύτην, οὕτως ἐκ μικροῦ οἰδεῖ καὶ εἰς μέγα προέρχεται. - 130. ΡΛ' – Ἡρακλῆς καὶ Πλοῦτος
Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο. Καὶ δὴ τελευταίου εἰσελθόντος τοῦ Πλούτου, κατὰ τοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν. Ὁ δὲ Ζεὺς θαυμάσας τὸ γεγονὸς ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι᾿ ἣν πάντας τοὺς δαίμονας προσαγορεύσας ἀσμένως μόνον τὸν Πλοῦτον ὑποβλέπεται. Ὁ δὲ εἶπεν· Ἀλλ᾿ ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποβλέπομαι ὅτι παρ᾿ ὃν καιρὸν ἐν ἀνθρώποις ἤμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα. Ὁ λόγος λεχθείη ἂν ἐπ᾿ ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον. - 131. ΡΛΑ' – Ἥρως
Ἥρωά τις ἐπὶ τῆς οἰκίας ἔχων, τούτῳ πολυτελῶς ἔθυεν. Ἀεὶ δὲ αὐτοῦ ἀναλισκομένου καὶ πολλὰ εἰς θυσίας δαπανῶντος, ὁ ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη· Ἀλλ᾿, ὦ οὗτος, πέπαυσο τὴν οὐσίαν διαφθείρων· ἐὰν γὰρ πάντα ἀναλώσας πένης γένῃ, ἐμὲ αἰτιάσῃ. Οὕτω πολλοὶ διὰ τὴν ἑαυτῶν ἀβουλίαν δυστυχοῦντες τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν. - 132. ΡΛΒ' – Θύννος καὶ δελφίς
Θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ὁρμῆς ἐκβρασθεὶς εἴς τινα ἠϊόνα. Ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς αὐτῷ συνεξώσθη. Καὶ ὁ θύννος, ὡς ἐθεάσατο ἐπιστραφεὶς αὐτὸν λιποθυμοῦντα ἔφη· Ἀλλ᾿ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὡρῶ γὰρ καὶ τὸν αἴτιόν μοι θανάτου γενόμενον συναποθνῄσκοντα. Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων γεγονότας δυστυχοῦντας.
δεύτερη έκδοση
Θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ῥύμης ἐκπεσὼν εἴς τινα νῆσον. Ὑπὸ δὲ τῆς ὁμοίας ῥύμης καὶ ὁ δελφὶν αὐτῷ συνεξώκειλεν. Ὁ δὲ θύννος ἐπιστραφεὶς καὶ λειποψυχοῦντα τὸν δελφῖνα ἑωρακὼς εἶπεν· Οὐκέτι μοι ὁ θάνατος λυπηρὸς ὁρῶντι τὸν αἴτιον γεγονότα μοι τούτου σὺν ἐμοὶ ἀποθνῄσκοντα. Ὁ μῦθος δηλοῖ ὅτι ῥᾳδίως τὰς συμφορὰς οἱ ἄνθρωποι φέρουσι, τοὺς τούτων αἰτίους δυστυχοῦντας ὁρῶντες. - 133. ΡΛΓ' – Ἰατρὸς ἄτεχνος
Ἰατρὸς ἦν ἄτεχνος. Οὗτος ἀῤῥώστῳ παρακολουθῶν, πάντων ἰατρῶν λεγόντων αὐτὸν μὴ κινδυνεύειν, ἀλλὰ χρονίσειν ἐν τῇ νόσῳ, οὗτος μόνος ἔφη αὐτῷ πάντα τὰ αὐτοῦ ἑτοιμάσαι· τὴν αὔριον γὰρ οὐκ ὑπερβήσῃ. Ταῦτα εἰπὼν ὑπεχώρησε. Μετὰ χρόνον δέ τινα ἀναστὰς ὁ νοσῶν προῆλθεν, ὠχρὸς καὶ μόλις βαίνων. Ὁ δὲ ἰατρὸς συναντήσας αὐτῷ· Χαῖρε, ἔφη· πῶς ἔχουσιν οἱ κάτω; Κἀκεῖνος εἶπεν· Ἠρεμοῦσι πιόντες τὸ τῆς Λήθης ὕδωρ. Πρὸ ὀλίγου δὲ ὁ Θάνατος καὶ ὁ Ἅιδης δεινῶς ἠπείλουν τοὺς ἰατροὺς πάντας, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνῄσκειν, καὶ κατεγράφοντο πάντας. Ἔμελλον δὲ καὶ σὲ γράψαι, ἀλλ᾿ ἐγὼ προσπεσὼν αὐτοῖς καὶ δυσωπήσας, ἐξωμοσάμην αὐτοῖς μὴ ἀληθῆ ἰατρὸν εἶναί σε, ἀλλὰ μάτην διεβλήθης. [Ὅτι] τοὺς ἀπαιδεύτους καὶ ἀμαθεῖς καὶ κομψολόγους ἰατροὺς ὁ παρὼν μῦθος στηλιτεύει.
δεύτερη έκδοση
Ἰατρὸς ἄπειρος ἀῤῥώστῳ προσελθὼν πάντα πρὸς ταφὴν εὐτρεπίσαι τοῖς πρὸς αὐτὸν ἐκέλευε· τὴν γὰρ αὔριον οὐχ ὑπερβήσεσθαι αὐτόν. Μετὰ δὲ τινα χρόνον ὁ ἀῤῥωστῶν ἀναστὰς καὶ συναντήσας τῷ ἰατρῷ, ἀσπασίως ὁ ἰατρὸς προσηγόρευσε καὶ πῶς ἔχουσιν οἱ περὶ τὸν Ἅιδην ἠρώτα. Ὁ δὲ εἶπεν· Ἠρεμοῦσι πάντες, πλήν γε ὅτι ὁ Θάνατος καὶ ὁ Ἅιδης ἠπείλουν πᾶσι τοῖς ἰατροῖς τὰ ἀνήκεστα, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνῄσκειν· ἔγραφον δὲ αὐτῶν τὰ ὀνόματα ἐπὶ τιμωρίᾳ. Μελλόντων δὲ καὶ σὲ γράψαι, προσπεσὼν αὐτοῖς ἐγὼ καὶ δυσωπήσας ἐξωμοσάμην μὴ εἶναί σε ἀληθῆ ἰατρόν, ἀλλὰ μάτην διεβλήθης. - 134. ΡΛΔ' – Ἰατρὸς καὶ νοσῶν
Ἰατρὸς νοσοῦντα ἐθεράπευε. Τοῦ δὲ νοσοῦντος ἀποθανόντος, ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν· Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἐτεθνήκει. Τῶν δὲ παρόντων ὑπολαβών τις ἔφη· Ὦ βέλτιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο. Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.
δεύτερη έκδοση
Ἰατρὸς ἐκκομιζομένῳ τινὶ τῶν οἰκείων ἐπακολουθῶν ἔλεγε πρὸς τοὺς προπέμποντας ὡς οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρήσατο, οὐκ ἂν ἀπέθανε. Τούτων δέ τις ὑποτυχὼν ἔφη· Ὦ οὗτος, ἀλλ᾿ οὐ νῦν σε ἔδει ταῦτα λέγειν, ὅτε οὐδὲν ὄφελος, τότε δὲ παραινεῖν, ὅτε καὶ χρῆσθαι ἠδύνατο. - 135. ΡΛΕ' – Ἰκτῖνος καὶ ὄφις
Ἰκτῖνος ὄφιν ἁρπάσας ἀπέπτατο. Ὁ δὲ ἐπιστραφεὶς καὶ δακὼν καὶ ἀμφότεροι ἐκ τοῦ ὕψους κατενεχθέντες, ὁ μὲν ἰκτῖνος ἐτεθνήκει· ὁ δὲ ὄφις ἔφη αὐτῷ· Τί τοσοῦτον ἐμάνης, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἠβούλου; ἀλλὰ δίκην ἔδωκας τῆς ἁρπαγῆς δικαίαν. Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεστέρους ἀδικῶν, ἰσχυροτέρῳ προσπεσών, ὡς οὐκ ἐλπίζει, ἐκτίσει τότε καὶ ἃ πρότερον ἐποίησε κακά.
δεύτερη έκδοση
Ἰκτῖνος ὄφιν ἁρπάσας εἰς ὕψος ἀπέπτη. Ὁ δὲ ὄφις ἐπιστραφεὶς καὶ πλήξας τοῦτον, ἀμφοτέρους εἰς γῆν ἀφ᾿ ὕψους πεσεῖν συμβέβηκε. Τοῦ οὖν ἰκτίνου ἐκ τῆς πληγῆς τεθνηκότος, ὁ ὄφις πρὸς αὐτὸν ἔφη· Τί τοσοῦτον ἐμεμήνεις, ταλαίπωρε, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἐβούλου; Δικαίως οὖν ἔδωκας γνώμης δίκην ἀξίαν. - 136. ΡΛΣΤ' – Ἰκτῖνος χρεμετίζων
Ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν. Ἴππου δὲ ἀκούσας καλῶς χρεμετίζοντος, μιμούμενος τὸν ἵππον καὶ συνεχῶς τοῦτο ποιῶν καὶ ταύτην μὴ καλῶς ἐκμαθών, καὶ τῆς ἰδίας φωνῆς ἐστέρηται, καὶ οὔτε τὴν τοῦ ἵππου ἔσχεν οὔτε τήν πρώτην. Ὅτι οἱ εὐτελεῖς καὶ φθονεροὶ ζηλοῦντες τοῦ παρὰ τὴν ἑαυτῶν φύσιν καὶ τῶν κατὰ φύσιν στεροῦνται.
δεύτερη έκδοση
Ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν. Ἀκούσας δὲ εὖ χρεμετίζοντος ἵππου, εὐθὺς αὐτίκα φωνὴν αὐτοῦ μιμεῖται, ὅστις συνεχῶς τὴν φωνὴν ταύτην λέγων οὐκ ἠδυνήθη τοῦ μαθεῖν ταύτην ὅλως· χρεμετίζων γὰρ ὅμως οὐκ ἐδυνήθη τὴν φωνὴν τὴν τοῦ ἵππου καταλαβέσθαι, καὶ τῆς ἰδίας φωνῆς ἀπεστερήθη. Ὅτι οἱ φθονεροὶ ζητοῦντες τὰ παρὰ τὴν φύσιν ὑστεροῦνται καὶ τῶν κατὰ φύσιν. - 137. ΡΛΖ' – Ἰξευτὴς καὶ ἀσπίς
Ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν ἐπ᾿ ἄγραν. Θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ δένδρου καθημένην, ταύτην συλλαβεῖν ἠβουλήθη. Καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔβλεπεν, ὅλος ὢν πρὸς τῷ ἀέρι τὸν νοῦν. Τοῦτον δὲ τὸν τρόπον ἄνω νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας· ἥτις ἐπιστραφεῖσα δῆξιν εἰς αὐτὸν ἀνῆκεν. Ὁ δὲ λιποψυχῶν ἔφη πρὸς ἑαυτόν· Ἄθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βουλόμενος ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον. Οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες.
δεύτερη έκδοση
Ἰξευτὴς ἰξὸν ἀναλαβὼν καὶ καλάμους πρὸς ἄγραν ἐξῆλθεν. Ἰδὼν δὲ κίχλαν ἐφ᾿ ὑψηλοῦ δένδρου καθεζομένην καὶ τοὺς καλάμους ἀλλήλοις ἐπὶ μῆκος συνάψας, ἄνω πρὸς αὐτὴν συλλαβεῖν βουλόμενος ἐφεώρα. Καὶ δὴ λαθὼν ἔχιν κοιμωμένην ὑπὸ πόδας ἐπάτησε. Τῆς δ᾿ ὀργισθείσης καὶ δακούσης αὐτόν, ἐκεῖνος ἤδη λειποψυχῶν ἔλεγε· Δύστηνος ἐγώ· ἕτερον γὰρ θηρεῦσαι βουλόμενος, αὐτὸς ὑφ᾿ ἑτέρου ἠγρεύθην εἰς θάνατον. Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς πέλας ἐπιβουλεύοντες λανθάνουσι πολλάκις ὑφ᾿ ἑτέρων τοῦτ᾿ αὐτὸ πάσχοντες. - 138. ΡΛΗ' – Ἴππος γέρων
Γέρων ἵππος ἐπράθη πρὸς τὸ ἀλήθειν. Ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι στενάζων εἶπεν· Ἐκ ποίων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον. Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη.
δεύτερη έκδοση
Γέροντι ἵππῳ πολλὰ κεκμηκότι ταῖς στρατηγίαις τε καὶ ἱππηλασίαις ἡ τοῦ μυλῶνος ἀτέλεστος καὶ σφαιροειδὴς διεδέξατο χώρα, πολλὴν ἔχουσα τὴν δυσπάθειαν. Ὁ δὲ στενάζων εἶπεν· Οἴμοι ἐγώ· ἐκ ποίας ταχυδρόμου ὁρμῆς ἐν ποίῳ μεθηρμόσθην καμπτῆρι πολυμόχθῳ. Ὅτι οὐ δίκαιον τὸ ἐπαίρεσθαι ἐπί τινι εὐημερίᾳ ἢ γενναιότητι. - 139. ΡΛΘ' – Ἴππος καὶ βοῦς καὶ κύων καὶ ἄνθρωπος
Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν. Ὁ δὲ τῇ ἑαυτοῦ συνέσει χρώμενος, ὅτε ἐνίστατο ὁ χειμών, οἶκον ἑαυτῷ κατεσκεύαζε καὶ ἐνταῦθα διέτριβε. Καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη ὅπως σκέπῃ αὐτόν. Ὁ δ᾿ οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, ἐὰν μὴ τῶν οἰκείων ἐτῶν μέρος αὐτῷ δῷ. Τοῦ δὲ ἀσμένως παραχωρήσαντος, παρεγένετο μετ᾿ οὐ πολὺ καὶ βοῦς, οὐδ᾿ αὐτὸς δυνάμενος ὑπομένειν τὸν χειμῶνα. Ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξεσθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη. Τὸ δὲ τελευταῖον κύων ψύχει διαφθειρόμενος ἧκε, καὶ τοῦ ἰδίου χρόνου μέρος ἀπονείμας σκέπης ἔτυχε. Οὕτω τε συνέβη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῷ τοῦ Διὸς χρόνῳ γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι· ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλάζονάς τε καὶ ὑψαύχενας εἶναι· ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη, ἀρχικοὺς ὑπάρχειν· τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς γίνεσθαι. Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς πρεσβύτην θυμώδη καὶ δύστροπον.
δεύτερη έκδοση
Ἴππος καὶ βοῦς καὶ κύων ὑπὸ ψύχους στενούμενοι ἦλθον εἰς ἀνθρώπου τινὸς οἰκίαν. Ὁ δὲ δεξάμενος αὐτοὺς καὶ πῦρ ἀνάψας ἔθαλψεν. Καὶ τῷ μὲν ἵππῳ κριθὰς παρετίθει, τῷ δὲ ταύρῳ ἄχυρα· τῷ δὲ κυνὶ τὰ ἀπὸ τῆς τραπέζης ἐδίδου. Διὰ δὲ τὴν τοιαύτην φιλοξενίαν ἀντημείψαντο αὐτῷ χάριτας, μερίσαντες αὐτῷ καὶ χαρισάμενοι τῶν ἐτῶν ἐφ᾿ ὧν ἔζων· ὁ μὲν ἵππος εὐθὺς τοὺς πρώτους χρόνους· διὰ τοῦτο ἕκαστος θερμὸς καὶ γαυρός ἐστι τῇ γνώμη· ὁ δὲ βοῦς μετ᾿ αὐτὸν τοὺς μέσους χρόνους· διὰ τοῦτο μοχθηρὸς καὶ φιλεργός ἐστι πλοῦτον ἀθροίζων· τρίτος δὲ ὁ κύων τοὺς τελευταίους χρόνους· διὰ τοῦτο πᾶς γηράσκων δύσκολός ἐστι τῇ γνώμῃ, καὶ τὸν διδόντα μόνον τροφὴν ἀγαπᾷ καὶ σαίνει καὶ ἐπιχαίρει, τοῖς δὲ μὴ διδοῦσι καθυλακτεῖ καὶ καθάπτεται. Ὅτι τινὲς τῶν ἀνθρώπων φαῦλοι ὄντες καὶ κακοὶ [ἐκείνους] εἰώθασι μόνους φιλεῖν τοὺς διατρέφοντας αὐτούς. - 140. ΡΜ' – Ἴππος καὶ ἱπποκόμος
Κριθὴν τὴν τοῦ ἵππου ὁ ἱπποκόμος κλέπτων καὶ πωλῶν τὸν ἵππον ἔτριβεν, ἐκτένιζεν πᾶσαν ἡμέραν. Ἔφη δὲ ὁ ἵππος· Εἰ θέλεις ἀληθῶς καλὸν εἶναί με, τὴν κριθὴν τὴν τρέφουσάν με μὴ πώλει. Ὅτι οἱ πλεονέκται τοῖς πιθανοῖς λόγοις καὶ ταῖς κολακείαις τοὺς πένητας δελεάζοντες ἀποστεροῦσιν αὐτοὺς καὶ τῆς ἀναγκαίας χρείας.
δεύτερη έκδοση
Κριθὰς τοῦ ἵππου ὁ ἱπποκόμος κλέπτων διεπώλει, τὸν δὲ ἵππον ψήκτραις διέτριβε. Ὁ δὲ εἶπεν· Εἰ θέλεις ὡραῖον εἶναί με, τὰς κριθὰς ἃς ἐσθίω μὴ κλέπτε. - 141. ΡΜΑ' – Ἴππος καὶ ὄνος
Ἄνθρωπός τις εἶχεν ἵππον καὶ ὄνον. Ὁδευόντων δέ, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· Ἆρον ἐκ τοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν. Ὁ δὲ οὐκ ἐπείσθη· ὁ δὲ ὄνος πεσὼν ἐκ τοῦ κόπου ἐτελεύτησε. Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, θρηνῶν ὁ ἵππος ἐβόα· Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέβη τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαβεῖν, ἰδοῦ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα. Ὁ μῦθος δηλοῖ ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες οἱ ἀμφότεροι σωθήσονται ἐν βίῳ.
δεύτερη έκδοση
Ὀνηλάτης ἐπιθεὶς ὄνῳ καὶ ἡμιόνῳ γόμους ἤλαυνεν. Ὁ δὲ ὄνος, μέχρι μὲν πεδίον ἦν, ἀντεῖχε πρὸς τὸ βάρος. Ὡς δὲ ἐγένοντο κατά τι ὄρος, ὑποφέρειν μὴ δυνάμενος παρεκάλει τὴν ἡμίονον μέρος τι τοῦ γόμου αὐτοῦ προσδέξασθαι, ἵνα τὸ λοιπὸν αὐτὸς διακομίσαι δυνήσηται. Τῆς δὲ παρ᾿ οὐδὲν θεμένης αὐτοῦ τοὺς λόγους, ὁ μὲν κατακρημνισθεὶς διεῤῥάγη. Ὁ δὲ ὀνηλάτης ἀπορῶν ὅ τι ποιήσει, οὐ μόνον τοῦ ὄνου τὸν γόμον τῇ ἡμιόνῳ προσέθηκεν, ἀλλὰ καὶ αὐτὸν τὸν ὄνον ἐκδείρας ἐπεσώρευσε. Καὶ ἣ οὐ μετρίως καταπονηθεῖσα ἔφη πρὸς αὑτήν· Δίκαια πέπονθα· εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τῶν φορτίων αὐτοῦ καὶ αὐτὸν ἔφερον. Οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπολλῦσιν. - 142. ΡΜΒ' – Ἴππος καὶ στρατιώτης
Ἴππον τὸν ἑαυτοῦ στρατιώτης, ἕως μὲν καιρὸς τοῦ πολέμου ἦν, ἐκρίθιζεν, ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις. Ὅτε δὲ ὁ πόλεμος κατέπαυσεν, εἰς δουλείας τινὰς καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει, ἀχύρῳ μόνῳ τρεφόμενος. Ὡς δὲ πάλιν πόλεμος ἠκούσθη καὶ ἡ σάλπιγξ ἐφώνει, τὸν ἵππον χαλινώσας ὁ δεσπότης καὶ αὐτὸς καθοπλισθεὶς ἐπέβη. Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· Ἄπελθε μετὰ τῶν πεζῶν [τῶν] ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφ᾿ ἵππου εἰς ὄνον με μετεποίησας, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν; Ὅτι ἐν καιρῷ ἀδείας καὶ ἀνέσεως τῶν συμφορῶν οὐ δεῖ ἐπιλανθάνεσθαι.
δεύτερη έκδοση
Ἔτρεφε τὸν ἑαυτοῦ ἵππον στρατιώτης, ἕως καιρὸς πολέμου ἦν. Παυσαμένου δὲ τοῦ πολέμου, ἀχύροις καὶ μόνοις ἔτρεφε, φορτίοις μεγάλοις καταβαρύνων. Ὡς δὲ πάλιν καιρὸς πολέμου ἐπέστη, ὁπλισάμενος τὸν ἵππον ἀναβὰς ἔτρεχε. Τοῦ δὲ ἵππου συνεχῶς καταπίπτοντος, ἐδυσχέραινε. Ὁ δὲ ἵππος αὐτῷ ἔφη· Ἄπελθε, ὦ δέσποτα, πεζὸς πολεμήσων· σὺ γὰρ ἀφ᾿ ἵππου ὄνον με πεποίηκας, χυδαίαις ἐργασίαις καταβαρύνων, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον με θέλεις ἔχειν; - 143. ΡΜΓ' – Κάλαμος καὶ ἐλαία
Διὰ καρτερίαν καὶ ἰσχὺν καὶ ἡσυχίαν κάλαμος καὶ ἐλαία ἤριζον. Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδυνάτου καὶ ῥᾳδίως ὑποκλινομένου πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος σιωπῶν οὐκ ἐφθέγξατο. Καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ ἄνεμος ἔπνευσεν ἰσχυρός, ὁ μὲν κάλαμος ὑποσεισθεὶς καὶ ὑποκλινθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη· ἡ δ᾿ ἐλαία, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, κατεκλάσθη τῇ βίᾳ. Ὁ μῦθος δηλοῖ ὅτι οἱ τῷ καιρῷ καὶ τοῖς κρείττοσιν αὐτῶν μὴ ἀνθιστάμενοι κρείττους εἰσὶ τῶν πρὸς μείζονας φιλονεικούντων.
δεύτερη έκδοση
Δρῦς καὶ κάλαμος ἤριζον περὶ ἰσχύος. Ἀνέμου δὲ σφοδροῦ γενομένου, ὁ μὲν κάλαμος σαλευόμενος καὶ συγκλινόμενος ταῖς τούτου πνοαῖς τὴν ἐκρίζωσιν ἐξέφυγεν, ἡ δὲ δρῦς ἀντιστᾶσα ἐκ ῥιζῶν ἔπεσεν. Ὁ λόγος δηλοῖ ὅτι οὐ δεῖ τοῖς κρείττοσιν ἐρίζειν ἢ ἀντίστασθαι. - 144. ΡΜΔ' – Κάμηλος ἀφοδεύσασα ἐν ποταμῷ
Διέβαινε ποταμὸν κάμηλος ὀξὺ ῥέοντα. Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὐτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος εἶπεν· Τί τοῦτο; τὰ ὄπισθέν μου ἔμπροσθέν μου νῦν ὁρῶ διερχόμενα. [Ὅτι] ἐν πόλει ἐν ᾗ ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων ἁρμόζει ὁ μῦθος.
δεύτερη έκδοση
Διέβαινέ ποτε κάμηλος ποταμὸν ὀξὺ διαῤῥέοντα. Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον αὑτῆς ἔμπροσθεν κατιδοῦσα τῇ τοῦ ὕδατος ὀξυτάτῃ καταῤῥοῇ· Τί τοῦτο; ἔφη, τὰ ἐξόπισθέν μου νῦν ἔμπροσθέν μου τεθέαμαι. Ὅτι πολλάκις οἱ ἄτιμοι τῶν τιμίων προάγουσι. - 145. ΡΜΕ' – Κάμηλος καὶ ἐλέφας καὶ πίθηκος
Τῶν ἀλόγων ζώων βουλευομένων βασιλέα ἑλέσθαι, κάμηλος καὶ ἐλέφας καταστάντες ἐφιλονείκουν, καὶ διὰ τὸ μέγεθος τοῦ σώματος καὶ διὰ τὴν ἰσχὺν ἐλπίζοντες πάντων προκρίνεσθαι. Πίθηκος δὲ ἀμφοτέρους ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, διότι χολὴν οὐκ ἔχει κατὰ τῶν ἀδικούντων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστὶ μὴ χοιρίδιον, ὃ δέδοικεν, ἡμῖν ἐπιτιθῆται. Ὁ λόγος δηλοῖ ὅτι πολλοὶ καὶ τῶν μεγίστων πραγμάτων διὰ μικρὰν αἰτίαν κωλύονται.
δεύτερη έκδοση
Τῶν ἀλόγων ζώων βουλομένων βασιλέα ἑλέσθαι τινὰ ἐξ αὐτῶν, κάμηλος καὶ ἐλέφας ἐψηφίζοντο, ὁ μὲν διὰ τὸ μέγεθος, ὁ δὲ διὰ τὴν ἰσχύν. Πίθηκος δὲ ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, ὅτι χολὴν καὶ ἄμυναν οὐ τρέφει κατὰ τῶν ἐπταικότων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστίν, αὐτοῦ βασιλεύοντος, μὴ χοιρίδια ἡμῖν ἐπιθῆται. Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ μεγάλα τῶν πραγμάτων παρὰ μικρὸν κωλύονται καὶ οὐ τελοῦνται. - 146. ΡΜΣΤ' – Κάμηλος καὶ Ζεύς
Κάμηλος θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν ἀγαλλόμενον, φθονήσασα αὐτῷ, ἐβουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι. Διόπερ παραγενομένη πρὸς τὸν Δία, τούτου ἐδέετο, ὅπως αὐτῇ κέρατα προσνείμῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾿ αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο. Οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμιῶντες λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι.
δεύτερη έκδοση
Ὁ Ζεὺς δέ ποτε αἰτούσῃ τῇ καμήλῳ κέρατα ἔχειν καὶ τοιαῦτα λεγούσῃ· Λύπη μοι πολλὴ ὑπάρχει διὰ τοῦτο, οὐκ ἐπέδωκεν, ἀλλά γε καὶ τῶν ὤτων ἀπεστέρησε πολλὰ αὐτὸς χολήσας. Ὁ μῦθος δηλοῖ ὅτι ὁ ἔχων τι ἀρκείσθω ἐπ᾿ ἐκείνῳ καὶ πλείω μὴ ζητείτω, ἵνα μὴ καὶ ὃ ἔχει ἀπολέσῃ. - 147. ΡΜΖ' – Κάμηλος ὀρχουμένη
Κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχήσασθαι εἶπεν· Ἀλλ᾿ οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα. Ὁ λόγος εἴρηται ἐν παντὶ ἔργῳ ἀπρέπειαν ἔχοντι.
δεύτερη έκδοση
Κάμηλος ὀρχήσασθαι βιαζομένη πρὸς τὸν ἀναγκάζοντα δεσπότην ἔφη· Οὐ μόνον ἄσχημός εἰμι ὀρχουμένη, ἀλλὰ καὶ περιπατοῦσ᾿ ἢ καθημένη. Ὁ λόγος δηλοῖ ὅτι ὁ ἐν ἑνὶ ἀδόκιμος καὶ ἐν παντὶ ἀδόκιμός ἐστι. - 148. ΡΜΗ' – Κάμηλος τὸ πρῶτον ὀφθείς
Ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοβηθέντες καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. Ὡς δέ, χρόνου προιόντος, συνεῖδον αὐτῆς τὸ πρᾷον, ἐθάῤῥησαν μέχρι τοῦ προσελθεῖν. Αἰσθόμενοι δὲ κατὰ μικρὸν ὡς χολὴν τὸ ζῷον οὐκ ἔχει, εἰς τοῦτο καταφρονήσεως ἦλθον ὥστε καὶ χαλινὸν αὐτῇ περιθέντες παισὶν ἐλαύνειν αὐτὴν ἔδωκαν. Ὁ λόγος δηλοῖ ὅτι τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει. - 149. ΡΜΘ' – Κάνθαροι δύο
Ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο· τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. Καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου, ὁ ἕτερος ἔλεγε πρὸς τὸν ἕτερον ὡς ἄρα βούλοιτο εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ ὄντι ἡ τροφὴ ἱκανῶς ὑπάρχῃ, καὶ αὐτὸς ἐκεῖσε ἐλθὼν τὸν χειμῶνα διαγένηται. Ἔλεγε δὲ ὅτι, ἐὰν πολλὴν εὕρῃ τὴν νομήν, καὶ αὐτῷ οἴσει. Παραγενόμενος δὲ εἰς τὴν χέρσον καὶ καταλαβὼν πολλὴν μὲν τὴν κόπρον, ὑγρὰν δέ, μένων ἐτρέφετο ἐνταῦθα. Τοῦ δὲ χειμῶνος διελθόντος, πάλιν εἰς τὴν νῆσον διέπτη. Ὁ δὲ ἕτερος θεασάμενος αὐτὸν λιπαρὸν καὶ εὐεκτοῦντα, ᾐτιάσατο αὐτὸν διότι προϋποσχόμενος αὐτῷ οὐδὲν ἐκόμισεν. Ὁ δὲ εἶπε· Μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· ἐκεῖθεν γὰρ τρέφεσθαι μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν. Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους οἳ τὰς φιλίας μέχρις ἑστίασεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν τοὺς φίλους ὠφελοῦσιν.
δεύτερη έκδοση
Ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο· τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. Χειμῶνος δὲ ἐπιστάντος, ὁ εἷς ἔφη τῷ ἑτέρῳ· Βούλομαι εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκεῖ τὸν χειμῶνα μόνος ὢν διαγίνωμαι, καὶ, ἐὰν πολλὴν εὕρω τὴν νομὴν, καὶ σὲ προσλαμβάνωμαι. Παραγενόμενος δὲ ἐν τῇ χέρσῳ καὶ καταλαβὼν πολλὴν κόπρον, ὑγρὰν δὲ, μένων ἐνταῦθα ἐτρέφετο. Τοῦ δὲ χειμῶνος παρελθόντος, πάλιν εἰς τὴν νῆσον διέπτη ἐν ᾗ ἦν ὁ ἕτερος. Θεασάμενος δὲ αὐτὸν λιπαρὸν ὁ ἕτερος ᾐτιᾶτο αὐτὸν διότι ὑποσχόμενος αὐτῷ οὐ διεκόμισεν. Ὁ δὲ ἔφη αὐτῷ· Μὴ ἐμὲ μέμφου, ἀλλὰ τὴν φύσιν τοῦ τόπου· ἐκεῖθεν μὲν γὰρ τρέφεσθαι οἷόν τε, φέρεσθαι δὲ οὔ. Οὗτος ὁ λόγος ἁρμόζει πρὸς ἐκείνους οἱ τὰς φιλίας μέχρι ἑστιάσεως παρέχονται, περαιτέρω δὲ οὐδὲν τοῖς φίλοις ὠφελοῦσιν. - 150. ΡΝ' – Καρκῖνος καὶ ἀλώπηξ
Καρκῖνος ἀναβὰς ἀπὸ τῆς θαλάσσης ἐπί τινος αἰγιαλοῦ μόνος ἐνέμετο. Ἀλώπηξ δὲ λιμώττουσα, ὡς ἐθεάσατο αὐτόν, ἀποροῦσα τροφῆς, προσδραμοῦσα συνέλαβεν αὐτόν. Ὁ δὲ μέλλων καταβιβρώσκεσθαι ἔφη· Ἀλλ᾿ ἔγωγε δίκαια πέπονθα, ὅτι θαλάσσιος ὢν χερσαῖος ἠβουλήθην γενέσθαι. Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλιπόντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν.
δεύτερη έκδοση
Καρκῖνος ἀπὸ τῆς θαλάσσης ἀναβὰς ἐπί τινος ἐνέμετο τόπου. Ἀλώπηξ δὲ λιμώττουσα, ὡς ἐθεάσατο, προσελθοῦσα ἀνέλαβεν αὐτὸν. Ὁ δὲ μέλλων καταβιβρώσκεσθαι ἔφη· Ἀλλ᾿ ἔγωγε δίκαια πέπονθα, ὃς θαλάττιος ὢν χερσαῖος ἠβουλήθην γενέσθαι. Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλιπόντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν. - 151. ΡΝΑ' – Καρκῖνος καὶ μήτηρ
Μὴ λοξὰ περιπατεῖν καρκίνῳ μήτηρ ἔλεγε μηδὲ τῇ ὑγρᾷ πέτρᾳ τὰς πλευρὰς προστρίβειν. Ὁ δὲ εἶπεν· Μῆτερ, σύ, ἡ διδάσκουσα, ὀρθὰ βάδιζε καὶ βλέπων σε ζηλώσω. Ὅτι τοὺς μεμψιμοίρους πρέπον ἐστὶν ὀρθὰ βιοῦν καὶ βαδίζειν, καὶ τότε ὅμοια διδάσκειν.
δεύτερη έκδοση
Μὴ λοξὰ περιπάτει, καρκῖνος ἔλεγε τῷ τέκνῳ, μηδὲ ταῖς πτέρναις πρόστριβε τὰς πλευράς σου. Ἔφη δὲ τῇ μητρὶ ὁ καρκῖνος· Ἐμὲ διδάσκουσα, μῆτερ, ἃ λέγεις, ὀρθὰ σὺ βάδιζε καὶ βλέπων σε ζηλώσω. Ὁ μῦθος τοὺς μεμψιμούρους ἐλέγχει· πρῶτον γὰρ αὐτοὺς ὀρθὰ βιοῦν δεῖ καὶ τόθ᾿ ἑτέρους διδάσκειν. - 152. ΡΝΒ' – Καρύα
Καρύα, παρά τινα ὁδὸν οὖσα καὶ ὑπὸ τῶν παριόντων λίθοις βαλλομένη, στενάξασα πρὸς ἑαυτὴν εἶπεν· Ἀθλία εἰμὶ ἐγώ, ἥτις κατ᾿ ἐνιαυτὸν ἐμαυτῇ ὕβρεις καὶ λύπας παρέχω. Ὁ λόγος πρὸς τοὺς ἐπὶ τῶν ἰδίων ἀγαθῶν λυπουμένους.
δεύτερη έκδοση
Καρύα τις ἐν ὁδῷ ἱσταμένη καρπὸν ἔφερε πολύν. Οἱ δὲ παροδῖται λίθοις αὐτὴν καὶ βάκλοις κατέκλων διὰ τὰ κάρυα. Ἡ δὲ οἰκτρὸν ἔφη· Ὦ ἀθλία ἐγώ, ὅτι οὕς τῷ καρπῷ μου εὐφραίνω, ὑπὸ τούτων δεινὰς ἀντιλαμβάνω χάριτας. [Ὅτι] τοὺς ἀχαρίστους καὶ κακούργους, τοὺς ἀντὶ ἀγαθῶν κακὰ αντιδιδόντας, ὁ μῦθος ἐλέγχει. - 153. ΡΝΓ' – Κάστωρ
Κάστωρ ἐστὶ ζῷον τετράπουν ἐν λίμνῃ νεμόμενον. Τούτου λέγεται τὰ αἰδοῖα εἴς τινας θεραπείας χρήσιμα εἶναι. Καὶ δή, εἴ ποτέ τις αὐτὸν θεασάμενος διώκει ἐκτέμνειν βουλόμενος, εἰδὼς οὗ χάριν διώκεται, μέχρι μέν τινος φεύγει τῇ τῶν ποδῶν ταχύτητι συγχρώμενος, πρὸς τὸ ὁλόκληρον ἑαυτὸν διαφυλάξαι· ἐπειδὰν δὲ περικατάληπτος γένηται, ἀποκόπτων τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει καὶ οὕτως τῆς σωτηρίας τυγχάνει. Οὕτω καὶ τῶν ἀνθρώπων φρόνιμοί εἰσιν ὅσοι διὰ χρήματα ἐπιβουλευόμενοι ἐκεῖνα ὑπερορῶσιν ὑπὲρ τοῦ τῇ σωτηρίᾳ μὴ κινδυνεύειν.
δεύτερη έκδοση
Ὁ κάστωρ ζῷόν ἐστι τετράπουν ἐν λίμναις τὰ πολλὰ διαιτώμενον, οὗ τὰ αἰδοῖά φασιν ἰατροῖς χρήσιμα εἶναι. Οὗτος οὖν, ἐπειδὰν ὑπ᾿ ἀνθρώπων διωκόμενος καταλαμβάνηται, γινώσκων οὗ χάριν διώκεται, ἀποτεμὼν τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει πρὸς τοὺς διώκοντας καὶ οὕτω σωτηρίας τυγχάνει. Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον τῶν χρημάτων ποιοῦνται. - 154. ΡΝΔ' – Κηπουρὸς ἀρδεύων λάχανα
Κηπουρῷ τις ἐπιστὰς ἀρδεύοντι τὰ λάχανα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι᾿ ἣν τὰ μὲν ἄγρια τῶν λαχάνων εὐθαλῆ τέ ἐστι καὶ στερεά, τὰ δὲ ἥμερα λεπτὰ καὶ μεμαρασμένα. Κἀκεῖνος ἔφη· Ἡ γῆ τῶν μὲν μήτηρ ἐστί, τῶν δὲ μητρυιά. Οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται οἱ ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσιν. - 155. ΡΝΕ' – Κηπουρὸς καὶ κύων
Κηπωροῦ κύων εἰς φρέαρ κατέπεσεν. Ὁ δὲ κηπωρὸς βουλόμενος αὐτὸν ἐκεῖθεν ἀνενεγκεῖν, κατῆλθε καὶ αὐτὸς εἰς τὸ φρέαρ. Οἰηθεὶς δ᾿ ὁ κύων ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν. Ὁ δὲ μετ᾿ ἀδύνης ἐπανιών· Δίκαια, φησί, πέπονθα· τί δήποτε γὰρ τὸν αὐτοχεῖρα σῶσαι ἐσπούδασα; Ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.
δεύτερη έκδοση
Κηπουροῦ κύων εἰς φρέαρ ἔπεσεν. Ὁ δὲ ἀνιμήσασθαι αὐτὸν βουλόμενος ἐκεῖ κατέβη. Ὁ δὲ κύων ἠπορημένος, ὡς προσῆλθεν αὐτῷ, οἰόμενος ὑπ᾿ αὐτοῦ βαπτίζεσθαι, ἔδακεν αὐτόν. Καὶ ὃς κακῶς διατεθεὶς ἔφη· Ἀλλ᾿ ἔγωγε ἄξια πέπονθα· τί γάρ, σοῦ σεαυτὸν κατακρημνίσαντος, τοῦ κινδύνου σε ἀπαλλάξαι ἐπειρώμην; Πρὸς ἄνδρα ἀχάριστον εἰς τοὺς εὐεργέτας καὶ πρὸς ἀδικοῦντα ὁ μῦθος ἁρμόζει. - 156. ΡΝΣΤ' – Κιθαρῳδός
Κιθαρῳδὸς ἀφυὴς ἐν κεκονιαμένῳ οἴκῳ συνεχῶς ᾄδων, ἀντηχούσης αὐτῷ τῆς φωνῆς, ἐνόμισεν αὑτὸν εὔφωνον σφόδρα εἶναι. Καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ εἰς θέατρον εἰσελθεῖν. Ἀφικόμενος δὲ ἐπὶ σκήνην καὶ πάνυ κακῶς ᾄδων λίθοις βαλλόμενος ἐξηλάθη. Οὕτως καὶ τῶν ῥητόρων ἔνιοι ἐν σχολαῖς εἶναί τινες δοκοῦντες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοι εὑρίσκονται.
δεύτερη έκδοση
Κιθαρῳδὸς ἀφυὴς ἐν οἵκῳ κεκονιαμένῳ συνήθως ᾄδων, καὶ ἀντηχούσης αὐτῷ τῆς φωνῆς, ᾠήθη σφόδρα εὔφωνος εἶναι. Καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ θεάτρῳ ἑαυτὸν ἐπιδοῦναι. Ἀφικόμενος δ᾿ ἐπιδείξασθαι καὶ κακῶς ᾄδων πάνυ, λίθοις αὐτὸν ἐξώσαντες ἀπήλασαν. Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ῥητόρων ἔνιοι ἐν ταῖς σχολαῖς δοκοῦντες εἶναί τινες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοί εἰσιν. - 157. ΡΝΖ' – Κίχλα
Ἔν τινι μυρσινῶνι κίχλα ἐνέμετο· διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίστατο. Ἰξευτὴς δὲ παρατηρησάμενος ἐμφιλοχωροῦσαν ἰξεύσας συνέλαβε. Καὶ δὴ μέλλουσα ἀναιρεῖσθαι ἔφη· «Δειλαία εἰμί, ἥτις διὰ τροφῆς γλυκύτητα σωτηρίας στερίσκομαι.» Ὁ λόγος πρὸς ἄνδρα ἄσωτον δι᾿ ἡδυπάθειαν ἀπολωλότα εὔκαιρός ἐστιν. - 158. ΡΝΗ' – Κλέπται καὶ ἀλεκτρυών
Κλέπται εἴς τινα οἰκίαν εἰσελθόντες οὐδὲν μὲν ἄλλο εὗρον, μόνον δὲ ἀλεκτρυόνα, καὶ τοῦτον λαβόντες ἀπηλλαγησαν. Ὁ δὲ μέλλων ὑπ᾿ αὐτῶν θύεσθαι ἐδέετο ὅπως αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμον ἑαυτὸν τοῖς ἀνθρώποις εἶναι νύκτωρ αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείροντα. Ὅι δὲ ὑποτυχόντες ἔφασαν· «Ἀλλὰ καὶ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων ἡμᾶς οὐκ ἐᾷς κλέπτειν.» Ὁ λόγος δηλοῖ ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἠναντίωται ἅτινα τῶν χρηστῶν ἐστιν εὐεργετήματα.
δεύτερη έκδοση
Κλέπται εἴς τινα εἰσελθόντες οἰκίαν οὐδὲν εὗρον ὅτι μὴ ἀλεκτρυόνα, καὶ τοῦτον λαβόντες ἀπῄεσαν. Ὁ δὲ μέλλων ὑπ᾿ αὐτῶν θύεσθαι ἐδεῖτο ὡς ἂν αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμος εἶναι τοῖς ἀνθρώποις νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων. Οἱ δὲ ἔφασαν· Αλλὰ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων κλέπτειν ἡμᾶς οὐκ ἐᾷς. Ὁ μῦθος δηλοῖ ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἐναντιοῦται ἃ τοῖς χρηστοῖς ἐστιν εὐεργετήματα. - 159. ΡΝΘ' – Κοιλία καὶ πόδες
Κοιλία καὶ πόδες περὶ δυνάμεως ἤριζον. Παρ᾿ ἕκαστα δὲ τῶν ποδῶν λεγόντων ὅτι τοσοῦτον προέχουσι τῇ ισχύι ὡς καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο· «Ἀλλ᾿, ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν ὑμῖν παράσχωμαι, οὐδὲ ὑμεῖς βαστάζειν δυνήσεσθε.» Οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων τὸ μηδὲν ἐπὶ τὸ πολὺ πλῆθος, ἐὰν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσιν. - 160. ΡΞ' – Κολοιὸς καὶ ἀλώπηξ
Κολοιὸς λιμώττων ἐπί τινος συκῆς ἐκάθισεν· εὑρὼν δὲ τοὺς ὀλύνθους μηδέπω πεπείρους προσέμενεν ἕως σῦκα γένωνται. Ἀλώπηξ δὲ θεασαμένη αὐτον ἐγχρονίζοντα καὶ τὴν αἰτίαν παρ᾿ αὐτοῦ μαθοῦσα ἔφη · «Ἀλλὰ πεπλάνησαι, ὦ οὗτος, ἐλπίδι προσέχων, ἥτις βουκολεῖν μὲν οἶδε, τρέφειν δὲ οὐδαμῶς.» - 161. ΡΞΑ' – Κολοιὸς καὶ κόρακες
Κολοιὸς τῷ μεγέθει τῶν ἄλλων κολοιῶν διαφέρων, ὑπερφρονήσας τοὺς ὁμοφύλους, παρεγένετο πρὸς τοὺς κόρακας καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι. Οἱ δὲ ἀμφιγνοοῦντες αὐτοῦ τό τε εἶδος καὶ τὴν φωνὴν παίοντες αὐτὸν ἐξέβαλον. Καὶ ὃς ἀπελαθεὶς ὑπ᾿ αὐτῶν ἧκε πάλιν πρὸς τοὺς κολοιούς. Οἱ δὲ ἀγανακτοῦντες ἐπὶ τῇ ὕβρει οὐ προσεδέξαντο αὐτόν. Οὕτω τε συνέβη αὐτῷ τῆς ἐξ ἀμφοτέρων διαίτης στερηθῆναι. Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας ἀπολιπόντες καὶ τὰς ἀλλοδαπὰς προκρίνοντες οὔτε ἐν ἐκείναις εὐδοκιμοῦσι διὰ τὸ ξένοι εἶναι καὶ ὑπὸ τῶν πολιτῶν δυσχεραίνονται διὰ τὸ ὐπερπεφρονηκέναι αὐτούς. - 162. ΡΞΒ' – Κολοιὸς καὶ ὄρνεα
Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι, προθεσμίαν αὐτοῖς ἔταξεν ἐν ᾗ παραγενήσονται πάντα, ὅπως τὸν ὡραιότατον πάντων καταστήσῃ ἐπ᾿ αὐτοῖς βασιλέα. Τὰ δὲ παραγενόμενα ἐπί τινα ποταμὸν ἀπενίζοντο. Κολοιὸς δέ, συνιδὼν ἑαυτὸν δυσμορφίᾳ περικείμενον, ἀπελθὼν καὶ τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῷ περιέθηκε καὶ προσεκόλλησε. Συνέβη οὖν ἐκ τούτου εὐειδέστερον πάντων γεγονέναι. Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. Ὁ δὲ κολοιὸς ποικίλος γενόμενος ἧκε καὶ αὐτός. Τοῦ δὲ Διὸς μέλλοντος χειροτονῆσαι αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα, ἕκαστον τὸ ἴδιον αὐτοῦ πτερὸν ἀφείλετο. Οὕτω τε συνέβη αὐτῷ ἀπογυμνωθέντι κολοιὸν πάλιν γενέσθαι. Οὕτω καὶ τῶν ἀνθρώπων οἱ χρεωφειλέται, μέχρι μὲν τὰ ἀλλότρια ἔχουσι χρήματα, δοκοῦσί τινες εἶναι, ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ἐξ ἀρχῆς ἦσαν εὑρίσκονται. - 163. ΡΞΓ' – Κολοιὸς καὶ περιστεραί
Κολοιὸς ἰδὼν περιστερὰς ἔν τινι περιστεροτροφείῳ καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἧκεν ὡς καὶ ἀπὸ τῆς αὐτῆς διαίτης μεταληψόμενος. Αἱ δέ, μέχρι μὲν ἡσύχαζεν, οἰόμεναι περιστερὰν αὐτὸν εἶναι, προσίεντο· ἐπειδὴ δέ ποτε ἐκλαθόμενος ἐφθέγξατο, τηνικαῦτα ἀμφιγνοήσασαι αὐτοῦ τὴν φωνὴν ἐξήλασαν αὐτόν. Καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆλθε πάλιν πρὸς τοὺς κολοιούς· κἀκεῖνοι οὐ γνωρίζοντες αὐτὸν διὰ τὸ χρῶμα τῆς μετ᾿ αὐτῶν διαίτης ἀπεῖρξαν αὐτόν. Οὕτω τε δυοῖν ἐπιθυμήσας οὐδὲ μιᾶς ἔτυχεν. Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν πολλάκις καὶ τὰ προσόντα ἀφαιρεῖται.
δεύτερη έκδοση
Κολοιὸς ἔν τινι περιστερεῶνι περιστερὰς ἰδὼν καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἦλθεν ὡς καὶ αὐτὸς τῆς αὐτῆς διαίτης μεταληψόμενος. Αἱ δέ, μέχρι μὲν ἡσύχαζεν, οἰόμεναι περιστερὰν αὐτὸν εἶναι, προσίεντο· ἐπεὶ δέ ποτε ἐκλαθόμενος ἐφθέγξατο, τηνικαῦτα τὴν αὐτοῦ γνοῦσαι φύσιν, ἐξήλασαν παὶουσαι. Καὶ ὃς αποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆκε πρὸς τοὺς κολοιοὺς πάλιν. Κἀκεῖνοι διὰ τὸ χρῶμα αὐτὸν οὐκ ἐπιγνόντες, τῆς μεθ᾿ αὑτῶν διαίτης ἀπεῖρξαν, ὥστε δυοῖν ἐπιθυμήσαντα μηδετέρας τυχεῖν. Ὁ μῦθος δηλοῖ ὅτι δεῖ καὶ ἡμᾶς τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν, ἀφαιρεῖται καὶ τὰ προσόντα πολλάκις. - 164. ΡΞΔ' – Κολοιὸς φυγάς
Κολοιόν τις συλλαβὼν καὶ δήσας αὐτοῦ τὸν πόδα λινῷ κάλῳ τῷ ἑαυτοῦ παιδὶ ἔδωκεν. Ὁ δὲ οὐχ ὑπομείνας τὴν μετ᾿ ἀνθρώπων δίαιταν, ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχε, φυγὼν ἧκεν εἰς τὴν ἑαυτοῦ καλιάν. Περιειληθέντος δὲ τοῦ δεσμοῦ τοῖς κλάδοις, ἀναπτῆναι μὴ δυνάμενος ἐπειδὴ ἀποθνῄσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν· «Ἀλλ᾿ ἔγωγε δείλαιος, ὅστις τὴν παρὰ ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας.» Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπ᾿ ἐκείνων τῶν ἀνθρώπων οἳ μετρίων ἑαυτοὺς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ περιπεσόντες. - 165. ΡΞΕ' – Κόραξ καὶ ἀλώπηξ
Κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέατος περιγενέσθαι στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλόν, λέγουσα καὶ ὡς πρέπει αὐτῷ μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἂν ἐγένετο, εἰ φωνὴν ἔχειν. Ὁ δὲ παραστῆσαι αὐτῇ θέλων ὅτι καὶ φωνὴν ἔχει, ἀποβαλὼν τὸ κρέας μεγάλα ἐκεκράγει. Ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· «Ὦ κόραξ, καὶ φρένας εἰ εἶχες, οὐδὲν ἂν ἐδέησας εἰς τὸ πάντων σε βασιλεῦσαι.» Πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος. - 166. ΡΞΣΤ' – Κόραξ καὶ Ἑρμῆς
Κόραξ ἐν παγίδι κρατηθεὶς ηὔξατο τῷ Ἀπόλλωνι λιβανωτὸν ἐπιθύσειν, εἰ τῆς παγίδος αὐτὸν ῥύσειε. Σωθεὶς δὲ τῆς ὑποσχέσεως ἐπελάθετο. Αὖθις δὲ ἐν ἑτέρᾳ παγίδι ληφθείς, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ηὔξατο θῦσαι. Ὁ δὲ πρὸς αὐτὸν εἶπεν· Ὦ κάκιστον ζῷον, πῶς σοι πιστεύσω, ὅτι πρότερόν σου δεσπότην ἠδίκησας; - 167. ΡΞΖ' – Κόραξ καὶ ὄφις
Κόραξ τροφῆς ἀπορῶν, ὡς ἐθέασατο ὄφιν ἔν τινι εὐηλίῳ τόπῳ κοιμώμενον, τοῦτον καταπτὰς ἥρπασε. Τοῦ δὲ ἐπιστραφέντος καὶ δακόντος αὐτόν, ἀποθνῄσκειν μέλλων, ἔφη· «Ἀλλ᾿ ἔγωγε δείλαιος, ὅστις τοιοῦτον ἕρμαιον εὕρηκα ἐξ οὗ καὶ ἀπόλλυμαι.» Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ᾿ ἄνδρα ὅς διὰ θησαυροῦ εὕρεσιν καὶ περὶ σωτηρίας ἐκινδύνευσεν. - 168. ΡΞΗ' – Κόραξ νοσῶν
Κόραξ νοσῶν ἔφη τῇ μητρί· «Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει.» Ἡ δ᾿ ὑπολαβοῦσα ἔφη· «Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη;» Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. - 169. ΡΞΘ' – Κορυδαλός
Κορυδαλὸς εἰς πάγην ἁλοὺς θρηνῶν ἔλεγεν· «Οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν ἐνοσφισάμην τινός, οὐκ ἄργυρον, οὐκ ἄλλο τι τῶν τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν.» Ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον.
δεύτερη έκδοση
Κορυδαλὸς εἰς πάγην πεσὼν ἐθρήνει λέγων· Οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστηνῷ πτηνῷ· οὐ διὰ χρυσόν, οὐ διὰ ἄργυρον, οὐ διὰ ἄλλο τι τῶν τιμίων, διὰ δὲ κόκκον σίτου μικρὸν τὸν θάνατον ἐμαυτῷ προεξένησα. Ὁ μῦθος δηλοῖ [ὅτι] τοὺς διὰ κέρδος εὐτελὲς ὑφισταμένους θάνατον. - 170. ΡΟ' – Κορώνη καὶ κόραξ
Κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ διὰ οἰωνῶν μαντεύεσθαι ἀνθρώποις καὶ τὸ μέλλον προφαίνειν καὶ διὰ τοῦτο ὑπ᾿ αὐτῶν μαρτυρεῖσθαι, ἐβουλήθη τῶν αὐτῶν ἐφικέσθαι· καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους παριόντας ἧκεν ἐπί τινος δένδρου, καὶ στᾶσα μεγάλα ἐκεκράγει. Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, εἷς τις ὑποτυχὼν ἔφη· «Ἀλλ᾿ ἀπίωμεν, ὦ φίλοι· κορώνη γάρ ἐστιν, ἥτις κεκραγυῖα οἰωνὸν οὐκ ἔχει.» Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν.
δεύτερη έκδοση
Κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ δι᾿ οἰωνῶν τοῖς ἀνθρώποις μαντεύεσθαι, καὶ διὰ τοῦτο μαρτυρουμένῳ ὡς προλέγοντι τὸ μέλλον, θεασαμένη τινὰς ὁδοιπόρους παριόντας, ἧκεν επί τι δένδρον καὶ στᾶσα μεγάλως ἔκραξεν. Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, ὑποτυχών τις ἔφη· Ἀπίωμεν, ὦ οὗτοι· κορώνη γάρ ἐστιν, ἥτις κέκραγε καὶ οἰωνισμὸν οὐκ ἔχει. Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἁμιλλώμενοι, πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσι. - 171. ΡΟΑ' – Κορώνη καὶ κύων
Κορώνη Ἀθηνᾷ θύουσα κύνα ἐφ᾿ ἑστίασιν ἐκάλεσεν. Ὁ δὲ ἔφη πρὸς αὐτήν· «Τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι.» Καὶ ἡ κορώνη ἀπεκρίνατο· «Ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ». Οὕτω πολλοὶ διὰ φόβον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.
δεύτερη έκδοση
Κορώνη Ἀθηνᾷ θύουσα κύνα ἐπὶ ἑστίασιν ἐκάλει. Ὁ δὲ πρὸς αὐτὴν ἔφη· Τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ θεὸς οὕτω σε μισεῖ ὡς κἀκ τῶν συντρόφων σοι οἰωνῶν τὴν πίστιν περιελεῖν. Καὶ ἡ κορώνη πρὸς αὐτόν· Διὰ τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα διαλλαγῇ μοι. Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν. - 172. ΡΟΒ' – Κοχλίαι
Γεωργοῦ παῖς κοχλίας ὤπτα· ἀκούσας δὲ αὐτῶν τριζόντων ἔφη· «Ὦ κάκιστα ζῷα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων, αὐτοὶ ᾄδετε.» Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπονείδιστον. - 173. ΡΟΓ' – Κύκνος ἀντὶ χηνὸς ἀπαχθείς
Ανὴρ εὐπορῶν χῆνά τε ἅμα καὶ κύκνον ἔτρεφεν, οὐκ ἐπὶ τοῖς αὐτοῖς μέντοι· τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ τραπέζης ἕνεκεν. Ἐπεὶ δὲ ἔδει τὸν χῆνα παθεῖν ἐφ᾿ οἷς ἐτρέφετο, νὺξ μὲν ἦν, καὶ διαγινώσκειν ὁ καιρὸς οὐκ ἀφῆκεν ἑκάτερον. Ὁ δὲ κύκνος, ἀντὶ τοῦ χηνὸς ἀπαχθείς, ᾄδει τι μέλος θανάτου προοίμιον, καὶ τῇ μὲν ᾠδῇ μηνύει τὴν φύσιν, τὴν δὲ τελευτὴν διαφεύγει τῷ μέλει. Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἡ μουσικὴ τελευτῆς ἀναβολὴν ἀπεργάζεται. - 174. ΡΟΔ' – Κύκνος καὶ δεσπότης
Τοὺς κύκνους φασὶ παρὰ τὸν θάνατον ᾄδειν. Καὶ δή τις περιτυχὼν κύκνῳ πωλουμένῳ καὶ ἀκούσας ὅτι εὐμελέστατόν ἐστι ζῷον, ἠγόρασε. Καὶ ἔχων ποτὲ συνδείπνους προσελθὼν παρεκάλει αὐτὸν ᾆσαι ἐν τῷ πότῳ. Τοῦ δὲ τότε μὲν ἡσυχάζοντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν ὅτι ἀποθνῄσκειν ἔμελλεν, ἑαυτὸν θρηνοῦντος, ὁ δεσπότης αὐτοῦ ἀκούσας ἔφη· «Ἀλλ᾿ εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνῄσκῃς, ἐγὼ μάταιος ἦν, ὃς τότε σε παρεκάλουν, ἀλλ᾿ οὐκ ἔθυον.» Οὕτως ἔνιοι τῶν ἀνθρώπων, ἅ μὴ ἐκόντες χαρίσασθαι βούλονται, ταῦτα ἄκοντες ἐπιτελοῦσιν. - 175. ΡΟΕ' – Κύνες δύο
Ἔχων τις δύο κύνας, τὸν μὲν θηρεύειν ἐδίδασκε, τὸν δὲ οἰκουρὸν ἐποίησε. Καὶ δή, εἴ ποτε ὁ θηρευτὴς ἐξιὼν ἐπ᾿ ἄγραν συνελάμβανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέβαλλεν. Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴ γε αὐτὸς μὲν ἐξιὼν παρ᾿ ἕκαστα μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς αὐτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· «Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὸν δεσπότην, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλοτρίους δὲ πόνους κατεσθίειν». Οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσίν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἄγωσιν.
δεύτερη έκδοση
Ἔχων τις δύο κύνας, τὸν μὲν ἕτερον θηρεύειν ἐδίδαξε, τὸν δὲ λοιπὸν οἰκοφυλακεῖν. Καὶ δή, εἴ ποτε ὁ θηρευτικὸς ἤγρευέ τι, καὶ ὁ οἰκουρὸς συμμετεῖχεν αὐτῷ τῆς θοίνης. Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ κἀκεῖνον ὀνειδίζοντος, εἴ γε αὐτὸς μὲν καθ᾿ ἑκάστην μοχθεῖ, ἐκεῖνος δὲ μηδὲν πονῶν τοῖς αὐτοῦ τρέφεται πόνοις, ὑπολαβὼν αὐτὸς εἶπε· Μὴ ἐμέ, ἀλλὰ τὸν δεσπότην μέμφου, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλὰ πόνους ἀλλοτριους ἐσθίειν. Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν νέων οἱ μηδὲν ἐπιστάμενοι οὐ μεμπτοί εἰσιν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἀγάγωσιν. - 176. ΡΟΣΤ' – Κύνες λιμώττουσαι
Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήλαις ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσι, εἶθ᾿ οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. Συνέβη δὲ αὐταῖς πινούσαις διαῤῥαγῆναι πρὶν ἤ τῶν βυρσῶν ἐφικέσθαι. Οὕτως ἔνιοι τῶν ἀνθρώπων δι᾿ ἐλπίδα κέρδους ἐπισφαλεῖς μόχθους ὑφιστάμενοι φθάνουσι πρότερον καταναλισκόμενοι ἢ ὧν βούλονται περιγενόμενοι. - 177. ΡΟΖ' – Κυνόδηκτος
Δηχθείς τις ὑπὸ κυνὸς περιῄει ζητῶν τὸν ἰασόμενον. Εἰπόντος δέ τινος οὕτως ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· «Ἀλλ᾿ ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι.» Οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται. - 178. ΡΟΗ' – Κύων ἑστιώμενος
Ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινὰ τῶν φίλων αὐτῷ καὶ οἰκείων. Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· «Ὦ φίλε, δεῦρο συνδείπνησόν μοι.» Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· «Βαβαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι». Ταῦτα καθ᾿ ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαῤῥοῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔῤῥιψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. Ὁ δὲ κατιὼν ἀπῄει μεγάλως κράζων. Τῶν τις δὲ κυνῶν, τῶν καθ᾿ ὁδὸν αὐτῷ συναντώντων, ἐπηρώτα· «Πῶς ἐδείπνησας, φίλος;» Ὁ δὲ πρὸς αὐτὸν ὑπολαβὼν ἔφη· «Ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν αὐτὴν ὅθεν ἐξῆλθον οἶδα.» Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαῤῥεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις. - 179. ΡΟΘ' – Κύων θηρευτικὸς καὶ κύνες
Κύων τρεφόμενος ἐν οἴκῳ, θηρσὶν εἰδὼς μάχεσθαι, ἰδὼν πολλοὺς ἐν τάξει ἱσταμένους, ῥήξας τὸν κλοιὸν τοῦ τραχήλου, ἔφευγε διὰ τῶν ἀμφόδων. Κύνες δὲ ἄλλοι τοῦτον ἰδόντες εὐτραφῆ οἷα ταῦρον εἶπον· «Τί φεύγεις;» Ὁ δὲ εἶπεν· «Ὅτι μὲν τροφῇ συζῶ περισσῇ οἶδα καὶ σῶμα τὸ ἐμὸν εὐφραίνω· ἀεὶ δὲ πλησίον εἰμὶ θανάτου, ἄρκοις καὶ λέουσι μαχόμενος.» Οἱ δὲ πρὸς ἀλλήλους εἶπον· «Καλὸν βίον ἡμεῖς, εἰ καὶ πενιχρόν, ζῶμεν, οἵτινες οὔτε λέουσι οὔτε ἄρκοις μαχόμεθα.» Ὅτι οὐ δεῖ κινδύνους ἑαυτῷ ἐπιφέρειν διὰ τρυφὴν καὶ ματαίαν δόξαν, ἀλλὰ τούτους ἐκφεύγειν.
δεύτερη έκδοση
Κύων θηρευτικὸς ῥήξας τοὺς δεσμοὺς τοῦ τραχήλου ἔφευγε διὰ τῶν ἀμφόδων. Κύνες δὲ ἕτεροι οἷάπερ ταῦρον ἰδόντες εὐπαθῆ τὴν αἰτίαν τῆς φυγῆς ἐπηρώτων. Ὁ δὲ εἶπεν· Ὅτι τροφῇ συζῶ περισσῇ καὶ τὸ σῶμα τὸ ἐμὸν εὐφραίνω οὐκ ἀπαρνοῦμαι· ἀεὶ μέντοι πλησίον εἰμὶ θανάτου ἄρκοις καὶ λέουσι μαχόμενος. Οἱ δὲ πρὸς ἀλλήλους εἶπον· Καλῶς ἡμῖν τὸ πενιχρῶς ζῆν οὔτε λέουσιν οὔτε ἄρκοις μαχομένοις. - 180. ΡΠ' – Κύων καὶ ἀλεκτρυὼν καὶ ἀλώπηξ
Κύων καὶ ἀλεκτρυὼν ἑταιρείαν ποιησάμενοι ὥδευον. Ἑσπέρας δὲ καταλαβούσης, ὁ μὲν ἀλεκτρυὼν ἐπὶ δένδρου ἐκάθευδεν ἀναβάς, ὁ δὲ κύων πρὸς τῇ ῥίζῃ τοῦ δένδρου κοίλωμα ἔχοντος. Τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος, ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου· ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν ζῷον ἔχον ἀσπάσασθαι. Τοῦ δὲ εἰπόντος τὸν θυρωρὸν πρότερον διυπνίσαι ὑπὸ τὴν ῥίζαν καθεύδοντα, ὡς, ἐκείνου ἀνοίξαντος, κατελθεῖν, κἀκείνης ζητούσης αὐτὸν φωνῆσαι, ὁ κύων αἴφνης πηδήσας αὐτὴν διεσπάραξεν. Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τοὺς ἐχθροὺς ἐπελθόντας πρὸς ἰσχυροτέρους πέμπουσι παραλογιζόμενοι.
δεύτερη έκδοση
Κύων καὶ ἀλέκτωρ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐν τῷ ἅμα ὥδευον. Τῆς δὲ νυκτὸς καταλαβούσης, ἐν τόπῳ ἀλσώδει ἐλθόντες, ὁ μὲν ἀλεκτρυὼν ἐπί τι δένδρον ἀναβὰς ἐν τοῖς κλάδοις ἐκάθισεν· ὁ δὲ κύων κάτωθεν τῆς ῥαγάδος τοῦ δένδρου ἀφύπνωσε, καὶ τῆς νυκτὸς παρελθούσης καὶ αὐγῆς καταλαβούσης, ὁ ἀλέκτωρ κατὰ τὸ σύνηθες μεγάλα ἐκεκράγει. Ἀλώπηξ δὲ τούτου ἀκούσασα καὶ βουλομένη αὐτὸν καταθοινήσασθαι, ἐλθοῦσα καὶ στᾶσα κάτωθεν τοῦ δένδρου ἐβόα πρὸς αὐτόν· Ἀγαθὸν ὄρνεον εἶ καὶ χρηστὸν τοῖς ἀνθρώποις· κατάβηθι δὲ ὅπως ᾄσωμεν τὰς νυκτερινὰς ᾠδὰς καὶ συνευφρανθῶμεν ἀμφότεροι. Ὁ δὲ ἀλέκτωρ ὑπολαβὼν ἔφη αὐτῇ· Ἄπελθε, φίλε, κάτωθεν πρὸς τὴν ῥίζαν τοῦ δένδρου καὶ φώνησον τὸν παραμονάριον, ὅπως κρούσῃ τὸ ξύλον. Τῆς δὲ ἀλώπεκος ἀπελθούσης τοῦ φωνῆσαι αὐτόν, ὁ κύων ἄφνω πηδήσας καὶ τὴν ἀλώπεκα δραξάμενος, διεσπάραξεν αὐτήν. Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὁπόταν τι κακὸν αὐτοῖς ἐπέλθῃ, ῥᾴδίως πρὸς αὐτὸ ἀντιπαρατάσσονται. - 181. ΡΠΑ' – Κύων καὶ κόχλος
Ωά τις κύων καταπίνειν εἰθισμένος, ἰδών τινα κόχλον, χάνας τὸ στόμα αὐτοῦ, μεγίστῃ συνολκῇ καταπέπωκε τοῦτον, οἰηθεὶς ὠὸν εἶναι. Βαρούμενος δὲ τὰ σπλάγχνα καὶ ὀδυνώμενος ἔλεγε· «Δίκαια ἔγωγε πέπονθα, εἴγε πάντα περιφερῆ ὠὰ πεπίστευκα.» Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι οἱ ἀδικάστως πρᾶγμα προσιόντες λανθάνουσιν ἑαυτοὺς περιπείροντες ἀτόποις. - 182. ΡΠΒ' – Κύων καὶ λαγωός
Κύων θηρευτικὸς λαγωὸν συλλαβών, τοῦτον ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ αυ̣τοῦ τὰ χείλη περιέλειχεν. Ὁ δὲ ἀπαυδήσας ἔφη πρὸς αὐτόν· «Ἀλλ᾿, ὦ οὗτος, παῦσαί με καταδάκνων ἤ καταφιλῶν, ἵνα γνῶ πότερον ἐχθρὸς ἤ φίλος μου καθέστηκας.» Πρὸς ἄνδρα ἀμφίβολον ὁ λόγος εὔκαιρος. - 183. ΡΠΓ' – Κύων καὶ μάγειρος
Κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ, τοῦ μαγείρου ἀσχολουμένου, καρδίαν ἁρπάσας, ἔφυγεν. Ὁ δὲ μάγειρος ἐπιστραφείς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εῖπεν· «Ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἂν ᾖς, φυλάξομαί σε· οὐ γὰρ ἀπ᾿ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ᾿ ἐμοὶ καρδίαν ἔδωκας.» Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται.
δεύτερη έκδοση
Κύων εἴς τι μαγειρεῖον εἰσελθών, τοῦ μαγείρου ἀσχοληθέντος, καρδίαν ἁρπάσας ἔφυγεν. Ὁ δὲ ἐπιστραφείς, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· Ἀλλ᾿, ὦ οὗτος, ὅπου ἂν ᾖς, φυλάξομαι σε· οὐ γὰρ ἀπ᾿ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ᾿ ἐμοὶ καρδίαν δέδωκας. Ὁ λόγος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται. - 184. ΡΠΔ' – Κύων κοιμώμενος καὶ λύκος
Κύων πρὸ ἐπαύλεώς τινος ἐκάθευδε. Λύκου δ᾿ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θήσειν αὐτὸν, ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι. «Νῦν μὲν γάρ, φησί, λεπτός εἰμι καὶ ἰσχνός· ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους, κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι.» Ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθ᾿ ἡμέρας δ᾿ ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει, ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν. Καὶ ὁ κύων· «Ἀλλ᾿, ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς ἐπαυλεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνῃς.» Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν α̣νθρώπων, ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο φυλάττονται.
δεύτερη έκδοση
Κύων πρὸ ἐπαύλεώς τινος ἐκοιμᾶτο. Λύκος δὲ θεασάμενος καὶ συλλαβὼν οἷός τε ἦν καταφαγεῖν. Ὁ δὲ αὐτοῦ ἐδεήθη πρὸς τὸ παρὸν μεθεῖναι αὐτόν, λέγων· Νῦν μὲν λεπτός εἰμι καὶ ἰσχνός· μέλλουσι δέ μου οἱ δεσπόται γάμους ἄγειν· ἐὰν οὖν ἀφῇς με νῦν, ὕστερον λιπαρώτερον καταθοινήσῃ με. Ὁ δὲ πεισθεὶς τότε μὲν ἀπέλυσε· μεθ᾿ ἡμέρας δὲ ὀλίγας ἐλθών, ὡς ἐθεάσατο αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον, ἐκάλει πρὸς αὑτὸν, ὑπομιμνῄσκων τῶν ὁμολογιῶν. Ὁ δὲ ὑποτυχὼν ἔφη· Ἀλλ᾿, ὦ λύκε, ἐὰν αὖθίς με πρὸ τῆς ἐπαύλεως κοιμώμενον ἴδῃς, μηκέτι γάμους ἀναμείνῃς. Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες ἐκφύγωσι, ταῦτα εἰς ὕστερον φυλάσσονται. - 185. ΡΠΕ' – Κύων κρέας φέρουσα
Κύων κρέας ἔχουσα ποταμὸν διέβαινε· θεασαμένη δὲ τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ὑπέλαβεν ἑτέραν κύνα εἶναι μεῖζον κρέας ἔχουσαν. Διόπερ ἀφεῖσα τὸ ἴδιον ὥρμησεν ὡς τὸ ἐκείνης ἀφαιρησομένη. Συνέβη δὲ αὐτῇ ἀμφοτέρων στερηθῆναι, τοῦ μὲν μὴ ἐφικομένῃ, διότι οὐδὲ ἦν, τοῦ δὲ, ὅτι ὑπὸ τοῦ ποταμοῦ παρεσύρη. Πρὸς ἄνδρα πλεονέκτην ὁ λόγος εὔκαιρος. - 186. ΡΠΣΤ' – Κύων κωδωνοφορῶν
Λάθρᾳ κύων ἔδακνε. Τούτῳ δὲ ὁ δεσπότης κώδωνα ἐκρέμασεν, ὥστε πρόδηλον εἶναι τοῖς πᾶσι. Οὗτος δὲ τὸν κώδωνα σείων ἐν τῇ ἀγορᾷ ἠλαζονεύετο. Γραῦς δὲ κύων εἶπεν αὐτῷ· «Τί φαντάζῃ; οὐ δι᾿ ἀρετὴν τοῦτον φορεῖς, ἀλλὰ δι᾿ ἔλεγχον τῆς κεκρυμμένης σου κακίας.» Ὅτι οἱ τῶν ἀλαζόνων κενόδοξοι τρόποι πρόδηλοί εἰσι δηλοῦντες τὴν ἀφανῆ κακίαν. - 187. ΡΠΖ' – Κύων λέοντα διώκων καὶ ἀλώπηξ
Κύων θηρευτικὸς λέοντα ἰδων, τοῦτον ἐδίωκεν. Ὡς δὲ ἐπιστραφεὶς ὁ λέων ἐβρυχήσατο, φοβηθεὶς εἰς τοὐπίσω ἔφυγεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη· «Ὦ κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες, οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας;» Ὁ λόγος λεχθείη ἂν ἐπ᾿ ἀνδρῶν αὐθάδων οἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζουσιν.
δεύτερη έκδοση
Κύων λέοντα διώκει κατὰ κράτος. Λέων δὲ στραφεὶς καὶ βρυχησάμενός γε ᾤχετο φυγὰς τρομάξας εἰς τοὐπίσω. Τοῦτον δ᾿ ἀλώπηξ προσιδοῦσ᾿ ἐπεφώνει· Πῶς σὺ διώκεις οὗ τὴν φωνὴν οὐ φέρεις; Ἄφρων δ᾿ ὅς ἐθέλει πρὸς κρείττονας ἀντιφερίζειν· νίκης τε στέρεται καὶ πρὸς τούτοις γελοῖα πάσχει. - 188. ΡΠΗ' – Κώνωψ καὶ λέων
Κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν· «Οὔτε φοβοῦμαί σε, οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μή, τί σοί ἐστιν ἡ δύναμις; ὅτι ξύεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ. Ἐγὼ δὲ λίαν ὑπάρχω σου ἰσχυρότερος. Εἰ δὲ θέλεις, ἔλθωμεν καὶ εἰς πόλεμον.» Καὶ σαλπίσας ὁ κώνωψ ἐνεπήγετο, δάκνων τὰ περὶ τὰς ῥίνας αὐτοῦ ἄτριχα πρόσωπα. Καὶ ὁ λέων τοῖς ἰδίοις ὄνυξι κατέλυεν ἑαυτόν, ἕως ἀπηύδησεν. Ὁ δὲ κώνωψ νικήσας τὸν λέοντα, σαλπίσας καὶ ἐπινίκιον ᾄσας, ἔπτατο· καὶ ἀράχνης δεσμῷ ἐμπλακεὶς ἐσθιόμενος ἀπωδύρετο πῶς μεγίστοις πολεμῶν, ὑπό εὐτελοῦς ζώου, τῆς ἀράχνης, ἀπώλετο. - 189. ΡΠΘ' – Κώνωψ καὶ ταῦρος
Κώνωψ ἐπιστὰς κέρατι ταύρου καὶ πολὺν χρόνον ἐπικαθίσας, ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. Ὁ δὲ ὑποτυχὼν εἶπεν· «Ἀλλ᾿ οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι.» Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιβλαβὴς ἢ ὠφέλιμός ἐστι. - 190. Ρϟ' – Λαγωοὶ καὶ ἀλώπεκες
Λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. Αἱ δὲ ἔφησαν· «Ἐβοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε.» Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι. - 191. ΡϟΑ' – Λαγωοὶ καὶ βάτραχοι
Οἱ λαγωοί ποτε συνελθόντες τὸν ἑαυτῶν πρὸς ἀλλήλους ἀπεκλαίοντο βίον ὡς ἐπισφαλὴς εἴη καὶ δειλίας πλέως· καὶ γὰρ καὶ ὑπ᾿ ἀνθρώπων καὶ κυνῶν καὶ ἀετῶν καὶ ἄλλων πολλῶν ἀναλίσκονται· βέλτιον οὖν εἶναι θανεῖν ἅπαξ ἢ διὰ βίου τρέμειν. Τοῦτο τοίνυν κυρώσαντες, ὥρμησαν κατὰ ταὐτὸν εἰς τὴν λίμνην, ὡς εἰς αὐτὴν ἐμπεσούμενοι καὶ ἀποπνιγησόμενοι. Τῶν δὲ καθημένων κύκλῳ τῆς λίμνης βατράχων, ὡς τὸν τοῦ δρόμου κτύπον ᾔσθοντο, εὐθὺς εἰς ταύτην εἰσπηδησάντων, τῶν λαγωῶν τις ἀγχινούστερος εἶναι δοκῶν τῶν ἄλλων ἔφη· «Στῆτε, ἑταῖροι, μηδὲν δεινὸν ὑμᾶς αὐτοὺς διαπράξησθε· ἤδη γάρ, ὡς ὁρᾶτε, καὶ ἡμῶν ἕτερ᾿ ἐστὶ ζῷα δειλότερα.» Ὁ μῦθος δηλοῖ ὅτι οἱ δυστυχοῦντες ἐξ ἑτέρων χείρονα πασχόντων παραμυθοῦνται.
δεύτερη έκδοση
Λαγωοὶ καταγνόντες τῆς ἑαυτῶν δειλίας ἔγνωσαν δεῖν ἑαυτοὺς κατακρημνίσαι. Παραγενομένων δὲ αὐτῶν ἐπί τινα κρημνόν, ᾧ λίμνη ὑπέκειτο, ἐνταῦθα βάτραχοι ἀκούσαντες τῆς ποδοψοφίας αὑτοὺς εἰς τὰ βαθῆ τῆς λίμνης ἐδίδοσαν. Εἶς δέ τις τῶν λαγωῶν θεασάμενος αὐτοὺς ἔφη πρὸς αὐτούς· Ἀλλὰ μηκέτι ἑαυτοὺς κατακρημνίσωμεν· ἰδοῦ γὰρ εὕρηνται καὶ ἡμῶν δειλότερα ζῷα. Οὕτω καὶ τοῖς ἀνθρώποις αἱ τῶν ἄλλων συμφοραὶ τῶν ἰδίων δυστυχημάτων παραμυθίαι γίνονται. - 192. ΡϟΒ' – Λαγωὸς καὶ ἀλώπηξ
Ὁ λαγωὸς τῇ ἀλώπεκι· «Ὄντως πολλὰ κερδαίνεις ἢ ἔχεις ὅτι ὄνομά σοι κερδώ ἐστιν;» Ἡ δὲ ἀλώπηξ· «Εἰ ἀπιστεῖς, ἔφη, δεῦρο· ἐγὼ ἑστιῶ σε.» Ὁ δὲ ἠκολούθει καὶ ἦν ἔνδον οὐδὲν ἢ ὁ λαγωὸς δεῖπνος τῇ ἀλώπεκι. Ὁ δὲ λαγωὸς ἔφη· «Σὺν κακῷ μέν, ἀλλ᾿ ἔμαθόν σου τὸ ὄνομα πόθεν ἐστί, οὐκ ἀπὸ τοῦ κερδαίνειν, ἀλλ᾿ ἀπὸ τοῦ δολοῦν.» Ὅτι τοῖς περιέργοις πολλάκις μέγιστον κακὸν συνέβη κακῶς τῇ περιεργειᾳ χρωμένοις. - 193. ΡϟΓ' – Λάρος καὶ ἰκτῖνος
Λάρος ἰχθὺν καταπιών, διαῤῥαγέντος αὐτῷ τοῦ φάρυγγος, ἐπὶ τῆς ἠϊόνος νεκρὸς ἔκειτο. Ἰκτῖνος δὲ αὐτὸν θεασάμενος ἔφη· «Ἄξια σύ γε πέπονθας, ὅτι πτηνὸν γεννηθεὶς ἐπὶ θαλάσσης τὴν δίαιταν ἐποιοῦ.» Οὕτως οἱ τὰ οἰκεῖα ἐπιτηδεύματα καταλιπόντες καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιβαλλόμεμοι εἰκότως δυστυχοῦσιν. - 194. ΡϟΔ' – Λέαινα καὶ ἀλώπηξ
Λέαινα ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν· «Ἕνα, ἔφη, ἀλλὰ λέοντα.» Ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει δεῖ μετρεῖν, ἀλλὰ πρὸς ἀρετὴν ἀφορᾶν.
δεύτερη έκδοση
Φασὶν ὗν καυχωμένην ἀγέλην παίδων ἔχουσαν εἰπεῖν τῇ λεαίνῃ· Πόσους παῖδας σὺ γεννᾷς; Ἡ δὲ εἶπεν· Ἕνα μέν, ἀλλὰ γενναῖον. Ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ ἢ καὶ φρονήσει διαφέρων ἢ πολλοὶ δειλοὶ καὶ ἄνανδροι ἢ καὶ ἄφρονες. - 195. ΡϟΕ' – Λέοντος βασιλεία
Λέων τις ἐβασίλευσεν οὐχὶ θυμώδης, οὐδὲ ὠμός, οὐδὲ βίαιος, ἀλλὰ πρᾷος καὶ δίκαιος, ὥσπερ ἄνθρωπος. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας συναθροισμὸς ἐγένετο πάντων τῶν ζώων δοῦναι δίκας καὶ λαβεῖν πρὸς ἄλληλα, ὁ λύκος μὲν προβάτῳ, πάρδαλις δὲ αἰγάγρῳ, ἐλάφῳ δὲ τίγρις, κύων δὲ λαγωῷ. Ὁ πτὼξ δὲ ἔφη· «Πολλὰ ηὐχόμην ἰδεῖν τὴν ἡμέραν ταύτην, ἵνα τοῖς βιαίοις φοβερὰ τὰ εὐτελῆ φανῶσιν.» Ὅτι δικαιοσύνης ἐν πόλει οὕσης καὶ δικαίως πάντων δικαζόντων, καὶ οἱ εὐτελεῖς ἀταράχως βιοῦσιν. - 196. ΡϟΣΤ' – Λέων γηράσας καὶ ἀλώπηξ
Λέων γηράσας καὶ μὴ δυνάμενος δι᾿ ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν ἔγνω δεῖν δι᾿ ἐπινοίας τοῦτο πρᾶξαι. Καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο νοσεῖν· καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν ἐπὶ τὴν ἐπίσκεψιν ζῷα συλλαμβάνων κατήσθιε. Πολλῶν δὲ θηρίων καταναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο, καὶ στᾶσα ἄποθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ πῶς ἔχοι. Τοῦ δὲ εἰπόντος· «Κακῶς,» καὶ τὴν αἰτίαν ἐρομένου δι᾿ ἣν οὐκ εἴσεισιν, ἔφη· «Ἀλλ᾿ ἔγωγε εἰσῆλθον ἄν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός.» Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν. - 197. ΡϟΖ' – Λέων ἐγκλεισθεὶς καὶ γεωργός
Λέων εἰς γεωργοῦ ἔπαυλιν εἰσῆλθεν. Ὁ δὲ συλλαβεῖν βουλόμενος τὴν αὐλείαν θύραν ἔκλεισε. Καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη. Καὶ ὁ γεωργὸς φοβηθεὶς περὶ αὑτοῦ τὴν θύραν ἀνέῳξεν. Ἀπαλλαγέντος δὲ τοῦ λέοντος, ἠ γυνὴ θεασαμένη αὐτὸν στένοντα εἶπεν· «Ἀλλὰ σύ γε δίκαια πέπονθας· τί γὰρ τοῦτον συγκλεῖσαι ἐβούλου ὃν καὶ μακρόθεν σε ἔδει φεύγειν; «Οὕτως οἱ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς ἐξ αὑτῶν πλημμελείας ὑπομένουσιν. - 198. ΡϟΗ' – Λέων ἐρασθεὶς καὶ γεωργός
Λέων ἐρασθεὶς γεωργοῦ θυγατρὸς, ταύτην ἐμνηστεύσατο. Ὁ δὲ μὴ ἐκδοῦναι θηρίῳ τὴν θυγατέρα ὑπομένων, μηδὲ ἀρνήσασθαι διὰ φόβον δυνάμενος τοιοῦτόν τι ἐπενόησεν. Ἐπειδὴ συνεχῶς αὐτῷ ὁ λέων ἐπέκειτο, ἔλεγεν ὡς νυμφίον μὲν αὐτὸν ἄξιον τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τούς τε ὀδόντας ἐξέλῃ καὶ τοὺς ὄνυχας ἐκτέμῃ· τούτους γὰρ δεδοικέναι τὴν κόρην. Τοῦ δὲ ῥᾳδίως διὰ τὸν ἔρωτα ἑκάτερα ὑπομείναντος, ὁ γεωργὸς καταφρονήσας αὐτοῦ, ὡς παρεγένετο πρὸς αὐτόν, ῥοπάλοις αὐτὸν παίων ἐξήλασεν. Ὁ λόγος δηλοῖ ὅτι οἱ ῥᾳδίως τοῖς πέλας πιστεύοντες, ὅταν τῶν ἰδίων πλεονεκτημάτων ἑαυτοὺς ἀπογυμνώσωσιν, εὐάλωτοι τούτοις γίνονται οἷς πρότερον φοβεροὶ καθεστήκεσαν. - 199. ΡϟΘ' – Λέων καὶ ἀλώπηξ καὶ ἔλαφος
Λέων νοσήσας ἔκειτο ἐν φάραγγι· τῇ προσφιλεῖ δὲ ἀλώπεκι, ᾗ προσωμίλει, εἶπεν· «εἰ θέλεις ὑγιᾶναί με καὶ ζῆν, τὴν ἔλαφον τὴν μεγίστην, τὴν εἰς τὸν δρυμὸν οἰκοῦσαν τοῖς γλυκέσι σου λόγοις ἐξαπατήσασα ἄγε εἰς ἐμὰς χεῖρας· ἐπιθυμῶ γὰρ αὐτῆς ἐγκάτων καὶ καρδίας.» Ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα εὗρε τὴν ἔλαφον σκιρτῶσαν ἐν τᾶς ὕλαις· προσπαίσασα δὲ αὐτῇ καὶ χαίρειν εἰποῦσα ἔφη· «Ἀγαθά σοι ἦλθον μηνῦσαι· οἶδας ὡς ὁ βασιλεὺς ἡμῶν λέων γείτων ἐστί μοι· νοσεῖ δὲ καὶ ἔστιν ἐγγὺς τοῦ θνῄσκειν. Ἐβουλεύετο οὖν ποῖον τῶν θηρίων μετ᾿ αὐτὸν βασιλεύσει. Ἔφη δὲ ὅτι σῦς μέν ἐστιν ἀγνώμων, ἄρκτος δὲ νωθρός, πάρδαλις δὲ θυμώδης, τίγρις ἀλαζών· ἡ ἔλαφος ἀξιωτάτη ἐστὶν εἰς βασιλείαν, ὅτι ὑψηλή ἐστι τὸ εἶδος, πολλὰ δὲ ἔτη ζῇ, τὸ κέρας αὐτῆς ὄφεσι φοβερόν. Καὶ τί σοι τὰ πολλὰ λέγω; ἐκυρώθης βασιλεύειν. Τί μοι ἔσται πρώτῃ σοι εἰπούσῃ; Ἀλλ᾿ εὖξαί μοι σπευδούσῃ, μὴ πάλιν με ζητήσῃ· χρῄζει γάρ με σύμβουλον ἐν πᾶσιν. Εἰ δὲ ἐμοῦ τῆς γραὸς ἀκούσῃς, συμβουλεύω καὶ σὲ ἐλθεῖν καὶ προσμένειν τελευτῶντι αὐτῷ.» Οὕτως εἶπεν ἡ ἀλώπηξ. Τῆς δὲ ὁ νοῦς ἐτυφώθη τοῖς λόγοις, καὶ ἦλθεν εἰς τὸ σπήλαιον μὴ γινώσκουσα τὸ μέλλον. Ὁ λέων δὲ ἐφορμήσας αὐτῇ ἐν σπουδῇ τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἐσπάραξεν. Ἡ δὲ ταχέως ἔσπευδεν ἐν ταῖς ὕλαις. Καὶ ἡ μὲν ἀλώπηξ τὰς χεῖρας ἐκρότησεν, ὅτι εἰς μάτην ἐκοπίασεν. Ὁ δὲ λέων μέγα βρυχώμενος ἐστέναξεν· λιμὸς γὰρ αὐτὸν εἶχε καὶ λύπη· καὶ ἱκέτευε τὴν ἀλώπεκα ἐκ δευτέρου τι ποιῆσαι καὶ δόλῳ πάλιν ταύτην ἀγαγεῖν. Ἡ δὲ εἶπεν· «Χαλεπὸν καὶ δύσκολον ἐπιτάττεις ἐμοὶ πρᾶγμα, ἀλλ᾿ ὅμως ὑπουργήσω σοι.» Καὶ δὴ ὡς ἰχνευτὴς κύων ἐπηκολούθει, πλέκουσα πανουργίας· ποιμένας δὲ ἐπηρώτα εἰ εἶδον ἔλαφον ᾑμαγμένην. Οἱ δὲ ἔδειξαν ἐν τῇ ὕλῃ. Εὗρεν αὐτὴν καταψυχομένην, καὶ ἔστη ἀναιδῶς. Ἡ δὲ ἔλαφος χολωθεῖσα καὶ φρίξασα τὴν χαίτην εἶπεν· «Ὦ κάθαρμα, ἀλλὰ οὐκέτι χειρώσῃ με· εἰδὲ καὶ πλησιάσεις μοι, οὐ ζήσεις ἔτι. Ἄλλους ἀλωπέκιζε τοὺς ἀπείρους, ἄλλους ποίει βασιλεῖς καὶ ἐρέθιζε.» Ἡ δὲ εἶπεν· «Οὕτως ἄνανδρος εἶ καὶ δειλή; Οὕτως ἡμᾶς τοὺς φίλους ὑποπτεύεις; Ὁ μὲν λέων τοῦ ὠτὸς κρατήσας ἤμελλε συμβουλεύειν καὶ ἐντολάς σοι δοῦναι περὶ τῆς τηλικαύτης βασιλείας ὡς ἀποθνῄσκων· σὺ δὲ οὐδὲ κνίσμα χειρὸς ἀῤῥώστου ὑπέστης. Καὶ νῦν ὑπὲρ σὲ πλεῖον ἐκεῖνος θυμοῦται, καὶ βασιλέα τὸν λύκον θέλει ποιῆσαι· οἴμοι, πονηρὸν δεσπότην. Ἀλλ᾿ ἐλθὲ καὶ μηδὲν πτοηθῇς καὶ γενοῦ ὡς πρόβατον. Ὄμνυμι γάρ σοι εἰς τὰ φύλλα πάντα καὶ πηγὰς μηδὲν κακὸν παθεῖν παρὰ τοῦ λέοντος· ἐγὼ δὲ μόνῃ σοι δουλεύσω.» Οὕτως ἀπατήσασα τὴν δειλαίαν ἔπεισε δεύτερον ἐλθεῖν. Ἐπεὶ δὲ εἰς τὸ σπήλαιον εἰσῆλθεν, ὁ μὲν λέων δεῖπνον εἶχε, πάντα τὰ ὀστᾶ καὶ μυελοὺς καὶ ἔγκατα αὐτῆς καταπίνων. Ἡ δὲ ἀλώπηξ εἱστήκει ὁρῶσα· καρδίαν δὲ ἐκπεσοῦσαν ἁρπάζει λαθραίως, τοῦ κόπου κέρδος ταύτην φαγοῦσα. Ὁ δὲ λέων ἅπαντα ἐρευνήσας μόνην καρδίαν ἐπεζήτει. Ἀλώπηξ δὲ μηκόθεν σταθεῖσα ἔφη· «Αὕτη ἀληθῶς καρδίαν οὐκ εἶχεν· μὴ ἔτι ζήτει· ποίαν γὰρ καρδίαν αὕτη εἶχεν, ἥτις δὶς εἰς οἶκον καὶ χεῖρας λέοντος εἰσῆλθεν.» Ὅτι ὁ τῆς φιλοδοξίας ἔρως τὸν ἀνθρώπινον νοῦν ἐπιθολοῖ καὶ τὰς τῶν κινδύνων συμφορὰς οὐ κατανοεῖ. - 200. Σ' – Λέων καὶ ἄρκτος καὶ ἀλώπηξ
Λέων καὶ ἄρκτος, ἐλάφου νεβρὸν εὑρόντες, περὶ τούτου ἐμάχοντο. Δεινῶς δὲ ὑπ᾿ ἀλλήλων διατεθέντες, ἐπειδὴ ἐσκοτώθησαν, ἡμιθανεῖς ἔκειντο. Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸν δὲ νεβρὸν ἐν μέσῳ κείμενον, ἀραμένη αὐτόν, διὰ μέσων αὐτῶν ἀπηλλάττετο. Ὁι δὲ ἐξαναστῆναι μὴ δυνάμενοι ἔφασαν· «Ἄθλιοι ἡμεῖς, εἴ γε ἀλώπεκι ἐμοχθοῦμεν.» Ὁ λόγος δηλοῖ ὅτι εὐλόγως ἐκεῖνοι ἄχθονται οἳ τῶν ἰδίων πόνων τοὺς τυχόντας ὁρῶσι τὰς ἐπικαρπίας ἀποφερομένους.
δεύτερη έκδοση
Λέων καὶ ἄρκτος, ὁμοῦ νεβρῷ περιτυχόντες, περὶ τούτου ἐμάχοντο. Δεινῶς οὖν ὑπ᾿ ἀλλήλων διατεθέντες, ὡς ἐκ τῆς πολλῆς μάχης καὶ σκοτοδινιᾶσαι, ἀπαυδήσαντες ἔκειντο. Ἀλώπηξ δὲ κύκλῳ περιιοῦσα, πεπτωκότας αὐτοὺς ἰδοῦσα καὶ τὸν νεβρὸν ἐν τῷ μέσῳ κείμενον, διὰ μέσου ἀμφοῖν διαδραμοῦσα καὶ τοῦτον ἁρπάσασα, φεύγουσα ᾤχετο. Οἱ δὲ βλέποντες μὲν αὐτήν, μὴ δυνάμενοι δὲ ἀναστῆναι· Δείλαιοι ἡμεῖς, εἶπον, ὅτι δι᾿ ἀλώπεκα ἐμοχθοῦμεν. Ὁ μῦθος δηλοῖ ὅτι ἄλλων κοπιώντων ἄλλοι κερδαίνουσιν. - 201. ΣΑ' – Λέων καὶ βάτραχος
Λέων ἀκούσας βατράχου κεκραγότος ἐπεστράφη πρὸς τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. Προσμείνας δὲ μικρὸν χρόνον, ὡς ἐθεάσατο αὐτὸν ἀπὸ τῆς λίμνης ἐξελθόντα, προσελθὼν καταπάτησεν εἰπών· «Εἶτα τηλικοῦτος ὢν τηλικαῦτα βοᾷς;» Πρὸς ἄνδρα γλωσσαλγίαν οὐδὲν πλέον τοῦ λαλεῖν δυνάμενον ὁ λόγος εὔκαιρος.
δεύτερη έκδοση
Λέων ἀκούσας βατράχου μέγα κεκραγότος, ἐστράφη πρὸς τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. Προσμείνας δὲ [αὐτὸν] μικρὸν χρόνον, ὡς ἐθεάσατο τοῦτον ἐκ τῆς λίμνης ἐξελθόντα, προσελθὼν κατεπάτησεν αὐτὸν, εἰπών· Μηδένα ἀκοὴ ταραττέτω πρὸ τῆς θέας [ἤγουν μηδεὶς πρὸ τοῦ ἰδεῖν ταραττεσθω ὑπό τινος]. Ὁ μῦθος οὗτος πρὸς ἄνδρα γλωσσώδη, μηδὲν πλέον τοῦ λαλεῖν δυνάμενον. - 202. ΣΒ' – Λέων καὶ δελφίς
Λέων ἐπί τινι αἰγιαλῷ πλαζόμενος, ὡς ἐθεάσατο δελφῖνα παρακύψαντα, [ ὡς ] ἐπὶ συμμαχίαν τοῦτον παρεκάλεσε λέγων ὅτι ἁρμόττει μάλιστα φίλους αὐτοὺς καὶ βοηθοὺς γενέσθαι· ὁ μὲν γὰρ τῶν θαλαττίων ζώων, αὐτὸς δὲ τῶν χερσαίων βασιλεύει. Τοῦ δὲ ἀσμένως ἐπινεύσαντος, ὁ λέων ἐπὶ πολὺν χρόνον μάχην ἔχων πρὸς ταῦρον ἄγριον ἐπεκαλεῖτο τὸν δελφῖνα ἐπὶ βοήθειαν. Ὡς δὲ ἐκεῖνος καίπερ βουλόμενος ἐκβῆναι τῆς θαλάσσης οὐκ ἠδύνατο, ᾐτιᾶτο αὐτὸν ὁ λέων ὡς προδότην. Ὁ δὲ ὑποτυχὼν εἶπεν· «Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὴν φύσιν, ἥτις με θαλάττιον ποιήσασα γῆς οὐκ ἐᾷ ἐπιβαίνειν.» Οὕτως καὶ ἡμᾶς δεῖ φιλίαν σπενδομένους τοιούτους ἐπιλέγεσθαι συμμάχους οἳ ἐν κινδύνοις παρεῖναι ἡμῖν δύνανται. - 203. ΣΓ' – Λέων καὶ κάπρος
Θέρους ἐν ὥρᾳ, ὅτε τὸ καῦμα δίψαν ἐμποιεῖ, εἰς μικρὰν πηγὴν λέων καὶ κάπρος ἦλθον πιεῖν. Ἤριζον δὲ τίς πρῶτος αὐτῶν πίῃ· ἐκ τούτου δὲ πρὸς φόνον ἀλλήλων διηγέρθησαν. Ἄφνω δὲ ἐπιστραφέντες πρὸς τὸ ἀναπνεῦσαι, εἶδον γῦπας ἐκδεχομένους ὃς ἂν αὐτῶν πέσῃ, τοῦτον καταφαγεῖν. Διὰ τοῦτο λύσαντες τὴν ἔχθραν εἶπον· «Κρεῖσσόν ἐστιν ἡμᾶς φίλους γενέσθαι ἢ βρῶμα γυψί καὶ κόραξιν.» Ὅτι τὰς πονηρὰς ἔριδας καὶ τὰς φιλονεικίας καλόν ἐστι διαλύειν, ἐπειδὴ πᾶσιν ἐπικίνδυνον τέλος ἄγουσιν. - 204. ΣΔ' – Λέων καὶ λαγωός
Λέων περιτυχών λαγωῷ κοιμωμένῳ, τοῦτον ἔμελλε καταφαγεῖν· μεταξὺ δὲ θεασάμενος ἔλαφον παριοῦσαν, ἀφεὶς τὸν λαγωόν, ἐκείνην ἐδίωκεν. Ὁ μὲν οὖν παρὰ τὸν ψόφον ἐξαναστὰς ἔφυγεν. Ὁ δὲ λέων ἐπὶ πολὺ διώξας τὴν ἔλαφον, ἐπειδὴ καταλαβεῖν οὐκ ἠδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν· εὑρων δὲ καὶ αὐτὸν πεφευγότα ἔφη· «Ἀλλ᾿ ἐγὼ δίκαια πέπονθα, ὅτι ἀφεὶς τὴν ἐν χερσὶ βοράν, ἐλπίδα μείζονα προέκρινα.» Οὕτως ἔνιοι τῶν ἀνθρώπων μετρίοις κέρδεσι μὴ ἀρκούμενοι, μείζονας δὲ ἐλπίδας διώκοντες λανθάνουσι καὶ τὰ ἐν χερσὶ προϊέμενοι. - 205. ΣΕ' – Λέων καὶ λύκος καὶ ἀλώπηξ
Λέων γηράσας ἐνόσει κατακεκλιμένος ἐν ἄντρῳ. Παρῆσαν δ᾿ ἐπισκεψόμενα τὸν βασιλέα, πλὴν ἀλώπεκος, τἄλλα τῶν ζώων. Ὁ τοίνυν λύκος λαβόνενος εὐκαιρίας κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος, ἅτε δὴ παρ᾿ οὐδὲν τιθέμενης τὸν πάντων αὐτῶν κρατοῦντα, καὶ διὰ ταῦτα μηδ᾿ εἰς ἐπίσκεψιν ἀφιγμένης. Ἐν τοσούτῳ δὲ παρῆν καὶ ἡ ἀλώπηξ, καὶ τῶν τελευταίων ἠκροάσατο τοῦ λύκου ῥημάτων.Ὁ μὲν οὖν λέων κατ᾿ αὐτῆς ἐβρυχᾶτο. Ἡ δ᾿ ἀπολογίας καιρὸν αἰτήσασα· «Καὶ τίς σε, ἐφη, τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν ὅσον ἐγώ, πανταχόσε περινοστήσασα, καὶ θεραπείαν ὑπὲρ σοῦ παρ᾿ ἰατρῶν ζητήσασα καὶ μαθοῦσα;» Τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν· .«Εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ.» Καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κειμένου, ἡ ἀλώπηξ γελῶσα εἶπεν οὕτως· «Οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν.» Ὁ μῦθος δηλοῖ ὅτι ὁ καθ᾿ ἑτέρου μηχανώμενος καθ᾿ ἑαυτοῦ τὴν μηχανὴν περιτρέπει. - 206. ΣΣΤ' – Λέων καὶ μῦς ἀντευεργέτης
Λέοντος κοιμωμένου μῦς τῷ σώματι ἐπέδραμεν. Ὁ δὲ ἐξαναστὰς καὶ συλλαβὼν αὐτὸν οἷός τε ἦν καταθοινήσασθαι. Τοῦ δὲ δεηθέντος μεθεῖναι αὐτὸν καὶ λέγοντος ὅτι σωθεὶς χάριτας αὐτῷ ἀποδώσει, γελάσας ἀπέλυσεν αὐτόν. Συνέβη δὲ αὐτὸν μετ᾿ οὐ πολὺ τῇ τοῦ μυὸς χάριτι περισωθῆναι· ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγετῶν κάλῳ ἐδέθη τινὶ δένδρῳ, τὸ τηνικαῦτα ἀκούσας ὁ μῦς αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλων περιέτρωγε καὶ λύσας αὐτὸν ἔφη· «Σὺ μὲν οὕτω μου τότε κατεγέλασας ὡς μὴ προσδεχόμενος παρ᾿ ἐμοῦ ἀμοιβὴν κομιεῖσθαι· νῦν δὲ εὖ ἴσθι ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις.» Ὁ λόγος δηλοῖ ὅτι καιρῶν μεταβολαῖς οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται. - 207. ΣΖ' – Λέων καὶ ὄναγρος
Θῆρας ἐθήρευον λέων καὶ ὄναγρος, ὁ μὲν λέων διὰ τῆς δυνάμεως ὁ δὲ ὄναγρος διὰ τῆς ἐν ποσὶ ταχύτητος. Ἐπεὶ δὲ ζῷά τινα ἐθήρευσαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας, καί· «Τὴν μὲν μίαν, εἶπεν, λήψομαι ὡς πρῶτος· βασιλεὺς γάρ εἰμι· τὴν δὲ δευτέραν, ὡς ἐξ ἴσου κοινωνός· ἡ δὲ τρίτη μοῖρα αὕτη κακὸν μέγα σοι ποιήσει, εἰ μὴ θελήσεις φυγεῖν.» Ὅτι καλὸν ἑαυτὸν μετρεῖν ἐν πᾶσι κατὰ τὴν ἑαυτοῦ ἰσχὺν καὶ δυνατωτέροις ἑαυτοῦ μὴ συνάπτειν μηδὲ κοινωνεῖν. - 208. ΣΗ' – Λέων καὶ ὄνος ὅμου θηρεύοντες
Λέων καὶ ὄνος κοινωνίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐξῆλθον ἐπὶ θήραν. Γενομένων δὲ αὐτῶν κατά τι σπήλαιον ἐν ᾧ ἦσαν αἶγες ἄγριαι, ὁ μὲν λέων πρὸ τοῦ στομίου στὰς ἐξιούσας παρετηρεῖτο, ὁ δὲ εἰσελθὼν ἐνήλατό τε αὐταῖς καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος. Τοῦ δὲ λέοντος τὰς πλείστας συλλαβόντος, ἐξελθὼν ἐπυνθάνετο αὐτοῦ εἰ γενναίως ἠγωνίσατο καὶ τὰς αἶγας ἐξεδίωξεν. Ὁ δὲ εἶπεν· «Ἀλλ᾿ εὖ ἴσθι ὅτι κἀγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ᾔδειν σε ὄνον ὄντα.» Οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως γέλωτα ὀφλισκάνουσιν. - 209. ΣΘ' – Λέων καὶ ὄνος καὶ ἄλωπηξ
Λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν εἰς ἀλλήλους σπεισάμενοι ἐξῆλθον εἰς ἄγραν. Πολλὴν δὲ αὐτῶν συλλαβόντων, ὁ λέων προσέταξε τῷ ὄνῳ διελεῖν αὐτοῖς. Τοῦ δὲ τρεῖς μοίρας ἐξ ἴσου ποιήσαντος, καὶ ἐκλέξασθαι αὐτῷ παραινοῦντος, ὁ λέων ἀγανακτήσας ἁλλόμενος κατεθοινήσατο καὶ τῇ ἀλώπεκι μερίσαι προσέταξεν. Ἡ δε πάντα εἰς μίαν μερίδα συναθροίσασα καὶ μικρὰ ἑαυτῇ ὑπολιπομένη παρῄνει αὐτῷ ἑλέσθαι. Ἐρομένου δὲ αὐτὴν τοῦ λέοντος τίς αὐτὴν οὕτω διανέμειν ἐδίδαξεν, ἡ ἀλώπηξ εἶπεν· «Ἡ τοῦ ὄνου συμφορά.» Ὁ λόγος δηλοῖ ὅτι σωφρονισμὸς γίνεται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα. - 210. ΣΙ' – Λέων καὶ Προμηθεὺς καὶ ἐλέφας
Λέων κατεμέμφετο Προμηθέα πολλάκις ὅτι μέγαν αὐτὸν ἔπλασε καὶ καλόν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. «ὁ δὲ τοιοῦτος, ἔφασκε, τὸν ἀλεκτρυόνα φοβοῦμαι.» Καὶ ὁ Προμηθεὺς ἔφη· «Τί με μάτην αἰτιᾷ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται.» Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος, καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα· «Τί πάσχεις; ἔφη, καὶ τί ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς; «Καὶ ὁ ἐλέφας, κατὰ τύχην περιπτάντος αὐτῷ κώνωπος· «Ὁρᾷς, ἔφη, τοῦτο τὸ βραχύ, τὸ βομβοῦν; ἢν εἰσδύνῃ μου τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα.» Καὶ ὁ λέων· «Τί οὖν ἔτι ἀποθνῄσκειν, ἔφη, με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον ὅσῳ κρείττων κώνωπος ὁ ἀλεκτρυών;» Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλεφαντα φοβεῖν. - 211. ΣΙΑ' – Λέων καὶ ταῦρος
Λέων ταῦρῳ παμμεγέθει ἐπιβουλεύων ἐβουλήθη δόλῳ αὐτοῦ περιγενέσθαι. Διόπερ πρόβατον τεθυκέναι φήσας ἐφ᾿ ἑστίασιν αὐτὸν ἐκάλεσε, βουλόμενος κατακλιθέντα αὐτὸν καταγωνίσασθαι. Ὁ δὲ ἐλθὼν καὶ θεασάμενος λέβητάς τε πολλοὺς καὶ ὀβελίσκους μεγάλους, τὸ δὲ πρόβατον οὐδαμοῦ, μηδὲν εἰπὼν ἀπηλλάττετο. Τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν πυνθανομένου δι᾿ ἣν οὐδὲν δεινὸν παθὼν ἄλογος ἄπεισιν, ἔφη· «Ἀλλ᾿ ἔγωγε οὐ μάτην τοῦτο ποιῶ· ὁρῶ γὰρ παρασκευὴν οὐχὶ ὡς εἰς πρόβατον, ἀλλ᾿ εἰς ταῦρον ἡτοιμασμένην.» Ὁ λόγος δηλοῖ ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσιν. - 212. ΣΙΒ' – Λέων λυσσῶν καὶ ἔλαφος
Λέων ἐλύσσα. Τοῦτον δὲ ἔλαφος ἐξ ὕλης ἰδὼν εἶπεν· «Οὐαὶ ἡμῖν τοῖς ταλαιπώροις· τί γὰρ μαινόμενος οὗτος οὐχὶ ποιήσει, ὃς καὶ σωφρονῶν οὐκ ἦν ἡμῖν φορητός;» Ὅτι τοὺς θυμώδεις ἄνδρας καὶ ἀδικεῖν εἰθισμένους πάντες φευγέτωσαν ἀρχὴν λαβόντας καὶ δυναστεύσαντας. - 213. ΣΙΓ' – Λέων μῦν φοβηθεὶς καὶ ἀλώπηξ
Λέοντος κοιμωμένου μῦς τὸ σῶμα διέδραμεν. Ὁ δὲ ἐξαναστὰς πανταχόθεν περιειλίττετο ζητῶν τὸν προσεληλυθότα. Ἀλώπηξ δὲ αὐτὸν θεασαμένη ὠνείδιζεν, εἰ λέων ὤν μῦν ηὐλαβήθη. Καὶ ὃς ἀπεκρίνατο· «Οὐ τὸν μῦν ἐφοβήθην, ἐθαύμασα δὲ εἴ τις λέοντος κοιμωμένου τὸ σῶμα ἐπιδραμεῖν ἐτόλμησεν.» Ὁ λόγος διδάσκει τοὺς φρονίμους τῶν ἀνθρώπων μηδὲ τῶν μετρίων πραγμάτων καταφρονεῖν. - 214. ΣΙΔ' – Λῃστὴς καὶ συκάμινος
Λῃστὴς ἐν ὁδῷ τινα ἀποκτείνας, ἐπειδὴ ὑπὸ τῶν παρατυχόντων ἐδιώκετο, καταλιπὼν αὐτὸν ᾑμαγμένον, ἔφευγε. Τῶν δὲ ἀντικρὺς ὁδευόντων πυνθανομένων αὐτοῦ τίνι μεμελυσμένας ἔχει τὰς χεῖρας, ἔλεγεν ἀπὸ συκαμίνου νεωστὶ καταβεβηκέναι. Καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν ἐπελθόντες καὶ συλλαβόντες ἀπό τινος συκαμίνου ἀνεσταύρωσαν. Ἡ δὲ ἔφη πρὸς αὐτόν· «Ἀλλ᾿ ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα· καὶ γὰρ ὃν αὐτὸς φόνον ἀπειργάσω, τοῦτον εἰς ἐμὲ ἀπεμάττου.» Οὕτω πολλάκις καὶ οἱ φύσει χρηστοί, ὅταν ὑπ᾿ ἐνίων ὡς φαῦλοι διαβάλλωνται, κατ᾿ αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσιν. - 215. ΣΙΕ' – Λύκοι καὶ κύνες ἀλλήλοις πολεμοῦντες
Λύκοις καὶ κυσὶν ἦν ποτε ἔχθρα. Κύων δὲ Ἕλλην ᾑρέθη στρατηγὸς κυσίν. Οὗτος πρὸς τὴν μάχην ἐβράδυνεν· οἱ δὲ λύκοι ἠπείλουν σφοδρῶς. Ὁ δὲ εἶπεν· «Οἴδατε τίνος χάριν βραδύνω; πρέπον ἐστὶν ἀεὶ προβουλεύεσθαι. Ὑμῶν γὰρ τὸ γένος καὶ ἡ χροιὰ πάντων ἕν ἐστιν· οἱ ἡμέτεροι δὲ ἐκ πολλῶν τρόπων εἰσὶ καὶ τοῖς τόποις καυχῶνται. Ἀλλὰ καὶ ἡ χροιὰ πάντων οὐκ ἔστι μία καὶ ἴση, ἀλλ᾿ οἱ μὲν μέλανες, οἱ δὲ πυῤῥοί, οἱ δὲ λευκοὶ καὶ τεφρώδεις. Καὶ πῶς ἂν δυνηθείην εἰς πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα ἐχόντων;» Ὅτι ἐν μιᾷ βουλῇ καὶ γνώμῃ πάντων τῶν στρατευμάτων ὄντων κατὰ τῶν ἐναντίων νίκην ποιοῦνται. - 216. ΣΙΣΤ' – Λύκοι καὶ κύνες πρὸς αὐτοὺς καταλλαγέντες
Οἱ λύκοι τοῖς κυσὶν εἶπον· «Διὰ τί ὅμοιοι ὄντες ἡμῖν ἐν πᾶσιν, οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί; οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῇ γνώμῃ. Καὶ ἡμεῖς μὲν ἐλευθερίᾳ συζῶμεν· ὑμεῖς δὲ τοῖς ἀνθρώποις ὑποκύπτοντες καὶ δουλεύοντες πληγὰς παρ᾿ αὐτῶν ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε τὰ πρόβατα· ὅτε δὲ ἐσθίουσιν, μόνα τὰ ὀστᾶ ὑμῖν ἐπιῤῥίπτουσιν. Ἀλλ᾿ ἐὰν πείθησθε, πάντα τὰ ποίμνια ἔκδοτε ἡμῖν καὶ ἕξομεν πάντα κοινὰ εἰς κόρον ἐσθίοντες.» Ὑπήκουσαν οὖν πρὸς ταῦτα οἱ κύνες· οἱ δὲ ἔνδον τοῦ σπηλαίου εἰσελθόντες πρότερον τοὺς κύνας διέφθειραν. Ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους μισθοὺς λαμβάνουσι.
δεύτερη έκδοση
Λύκοι φιλιωθέντες τοῖς κυσὶν εἶπον· Ἴνα τί ὑμεῖς ἡμῖν καθομοιοῦντες οὐ κατέχετε ὡς ἀδελφοὺς καὶ φίλους; οὐ γὰρ διαλλάττομεν εἰ μὴ τῇ γνώμῃ· ἡμεῖς γὰρ πάντες ζῶμεν ἐλευθερίᾳ· ὑμεῖς δὲ κύνες δουλεύετε ἀνθρώποις, κλοιὰ φοροῦντες εἰς τοὺς ὑμῶν τραχήλους, καὶ τοῖς ῥοπάλοις δὲ τύπτεσθε ἀκαίρως· ἀλλ᾿ οὐ μόνον δὲ ταῦτα ἐγκαρτερεῖτε, ἀλλὰ καὶ αὐτῶν φυλάττετε τὰς ποίμνας. Τὸ δὲ θαυμαστότερον ἁπάντων τούτων, κατεσθιόντων αὐτῶν ἐπὶ τραπέζαις, μόνα τὰ ὀστᾶ προσρίπτουσιν ἐκ μόρου. Εἰ δὲ θέλετε ἡμῖν καθυπακοῦσαι, ἔκδοτε ἡμῖν κοινῶς ἐμφορηθῆναι. Ὡς δ᾿ ὑπήκουσαν παραυτίκα οἱ κύνες, εἰσεπήδησαν ἐν τῇ ποίμνῃ οἱ λύκοι καὶ παραυτίκα διέφθειραν τοὺς κύνας, ἵνα μὴ βοήσωσι κατὰ τῶν λύκων. Ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους μισθοὺς λαμβάνουσι. - 217. ΣΙΖ' – Λύκοι καὶ πρόβατα
Λύκοι ἐπιβουλεύοντες ποίμνῃ προβάτων, ἐπειδὴ οὐκ ἠδύναντο αὐτῶν περιγενέσθαι διὰ τοὺς φυλάττοντας αὐτὰ κύνας, ἔγνωσαν δεῖν διὰ δόλου τοῦτο πρᾶξαι. Καὶ πέμψαντες πρέσβεις ἐξῄτουν παρ᾿ αὐτῶν τοὺς κύνας, λέγοντες ὡς ἐκεῖνοι τῆς ἔχθρας αἴτιοί εἰσιν, καί, εἰ ἐγχειρίσουσιν αὐτούς, εἰρήνη μεταξὺ αὐτῶν γενήσεται. Τὰ δὲ πρόβατα μὴ προϊδόμενα τὸ μέλλον ἐξέδωκαν αὐτούς, καὶ οἱ λύκοι περιγενόμενοι ἐκείνων ῥᾳδίως καὶ τὴν ποίμνην ἀφύλακτον οὖσαν διέφθειραν. Οὗτω καὶ τῶν πόλεων αἱ τοὺς δημαγωγοὺς ῥᾳδίως προδιδοῦσαι λανθάνουσι καὶ αὐταὶ ταχέως πολεμίοις χειρούμεναι. - 218. ΣΙΗ' – Λύκοι καὶ πρόβατα καὶ κριός
Λύκοι πρέσβεις ἔστειλαν τοῖς προβάτοις εἰρήνην ποιῆσαι μετ᾿ αὐτῶν διηνεκῇ, εἰ τοὺς κύνας λάβωσι καὶ διαφθείρωσι. Τὰ μωρὰ δὲ πρόβατα συνέθεντο τοῦτο ποιῆσαι. Ἀλλά τις γέρων κριὸς εἶπεν· «Πῶς ὑμῖν πιστεύσω καὶ συνοικήσω, ὅπου, καὶ τῶν κυνῶν φυλαττόντων με, ἀκινδύνως νέμεσθαι οὐ δυνατόν μοι;» Ὅτι οὐ δεῖ τινα ἀσφαλείας τῆς ἑαυτοῦ γυμνωθῆναι, τοῖς ἀκαταλλάκτοις ἐχθροῖς δι᾿ ὅρκων πεισθέντα. - 219. ΣΙΘ' – Λύκος διὰ τὴν ἑαυτοῦ σκιὰν γαυρωθεὶς καὶ λέων
Λύκος πλανώμενος ποτ᾿ ἐν ἐρήμοις τόποις, κλίνοντος ἤδη πρὸς δύσιν Ὑπερίονος, δολιχὴν ἑαυτοῦ τὴν σκιὰν ἰδὼν ἔφη· «Λέοντ᾿ ἐγὼ δέδοικα, τηλικοῦτος ὤν; πλέθρου τ᾿ ἔχων τὸ μῆκος, οὐ θηρῶν ἁπλῶς πάντων δυνάστης ἀθρόων γενήσομαι;» Λύκον δὲ γαυρωθέντα καρτερὸς λέων ἑλὼν κατήσθι᾿· ὁ δ᾿ ἐβόησε μετανοῶν· «Οἴησις ἡμῖν πημάτων παραιτία.» - 220. ΣΚ' – Λύκος καὶ αἴξ
Λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνώδους ἄντρου νεμομένην, ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, κατωτέρω παρῄνει αὐτῇ καταβῆναι, μὴ καὶ πέσῃ λαθοῦσα, λέγων ὡς ἀμείνων ὁ παρ᾿ αὐτῷ λειμών ἐστι, ἐπεὶ καὶ ἡ πόα σφόδρα εὐανθής. Ἡ δὲ ἀπεκρίνατο πρὸς αὐτόν· «Ἀλλ᾿ οὐκ ἐμὲ ἐπὶ νομὴν καλεῖς, αὐτὸς δὲ τροφῆς ἀπορεῖς.» Οὕτω καὶ τῶν ἀνθρώπων οἱ κακοῦργοι, ὅταν παρὰ τοῖς εἰδόσι πονηρεύωνται ἀνόητοι τῶν τεχνασμάτων γίνονται. - 221. ΣΚΑ' – Λύκος καὶ ἀρήν
Λύκος θεασάμενος ἄρνα ἀπό τινος ποταμοῦ πίνοντα, τοῦτον ἐβουλήθη μετά τινος εὐλόγου αἰτίας καταθοινήσασθαι. Διόπερ στὰς ἀνωτέρω ᾐτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ καὶ πιεῖν αὐτὸν μὴ ἐῶντα. Τοῦ δὲ λέγοντος ὡς ἄκροις τοῖς χείλεσι πίνει καὶ ἄλλως οὐ δυνατὸν κατωτέρω ἑστῶτα ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· «Ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας.» Εἰπόντος δὲ ἐκείνου μηδὲ τότε γεγενῆσθαι, ὁ λύκος ἔφη πρὸς αὐτόν· «Ἐὰν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε οὐχ ἧττον κατέδομαι.» Ὁ λόγος δηλοῖ ὅτι οἷα ἡ πρόθεσίς ἐστιν ἀδικεῖν, παρ᾿ αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει. - 222. ΣΚΒ' – Λύκος καὶ ἀρνίον εἰς ἱερὸν καταφυγόν
Λύκος ἀρνίον ἐδίωκε· τὸ δὲ εἴς τι ἱερὸν κατέφυγε. Προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου καὶ λέγοντος ὅτι θυσιάσει αὐτὸ ὁ ἱερεύς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη· «Ἀλλ᾿ αἱρετώτερόν μοί ἐστι θεοῦ θυσίαν γενέσθαι ἢ ὑπὸ σοῦ διαφθαρῆναι.» Ὁ λόγος δηλοῖ ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν κρείττων ἐστὶν ὁ μετὰ δόξης θανατος. - 223. ΣΚΓ' – Λύκος καὶ γραῦς
Λύκος λιμώττων περιῄει ζητῶν τροφήν. Γενόμενος δὲ κατά τινα τόπον, ἤκουσε παιδίου κλαίοντος καὶ γραὸς λεγούσης αὐτῷ· «Παῦσαι τοῦ κλαίειν· εἰ δὲ μή, τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ.» Οἰόμενος δὲ ὁ λύκος ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ἐκδεχόμενος ὥραν. Ὡς δ᾿ ἑσπέρα κατέλαβεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῳ· «Ἐὰν ἔλθῃ ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ τέκνον, αὐτόν.» Ταῦτα ἀκούσας ὁ λύκος ἐπορεύετο λέγων· «Ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ πράττουσιν.» Ὁ μῦθος πρὸς ἀνθρώπους οἵτινες τὰ ἔργα τοῖς λόγοις οὐκ ἔχουσιν ὅμοια.
δεύτερη έκδοση
Λύκος λιμώττων περιῄει ζητῶν ἑαυτῷ τροφήν. Ὡς δὲ ἐγένετο κατά τινα ἔπαυλιν, ἀκούσας γραὸς κλαυθμυριζομένῳ παιδὶ διαπειλούσης, ἐὰν μὴ παύσηται, βαλεῖν αὐτὸν λύκῳ, προσέμενεν οἰόμενος ἀληθεύειν αὐτήν. Ἑσπέρας δὲ γενομένης, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἐγίγνετο, ἀπαλλαττόμενος ἔφη πρὸς αὑτόν· Ἐν ταύτῃ τῇ ἐπαύλει οἱ ἄνθρωποι ἄλλα μὲν λέγουσι, ἄλλα δὲ ποιοῦσιν. Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους τοὺς ἀνθρώπους οἳ τοῖς λόγοις οὐκ ἔχουσι τὰ ἔργα ἀκόλουθα. - 224. ΣΚΔ' – Λύκος καὶ ἐρωδιός
Λύκος καταπιὼν ὀστοῦν περιῄει τὸν ἰασόμενον αὐτὸν ζητῶν. Περιτυχὼν δὲ ἐρωδιῷ, τοῦτον παρεκάλει ἐπὶ μισθῷ τὸ ὀστοῦν ἐκβαλεῖν. Κἀκεῖνος καθεὶς τὴν ἑαυτοῦ κεφαλὴν ει̣ς τὴν φάρυγγα αὐτοῦ τὸ ὀστοῦν ἐξέσπασε καὶ τὸν ὡμολογημένον μισθὸν ἀπῄτει. Ὁ δὲ ὑποτυχὼν εἶπεν· «Ὧ οὗτος, οὐκ ἀγαπᾷς ἐκ λύκου στόματος σώαν τὴν κεφαλὴν ἐξενεγκών, ἀλλὰ καὶ μισθὸν ἀπαιτεῖς;» Ὁ λόγος δηλοῖ ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς εὐεργεσίας ἀμοιβὴ τὸ μὴ προσαδικεῖσθαι ὑπ᾿ αὐτῶν. - 225. ΣΚΕ' – Λύκος καὶ ἵππος
Λύκος κατά τινα ἄρουραν ὁδεύων κριθὰς εὗρε· μὴ δυνάμενος δὲ αὐταῖς τροφῇ χρήσασθαι, καταλιπὼν ἀπῄει. Ἴππῳ δὲ συντυχών, τοῦτον ἐπὶ τὴν ἄρουραν ἐπήγαγε λέγων ὡς εὑρὼν κριθὰς αὐτὸς μὲν οὐκ ἔφαγεν, αὐτῷ δὲ ἐφύλαξεν, ἐπεὶ καὶ ἡδέως αὐτοῦ τὸν ψόφον τῶν ὀδόντων α̣κούει. Καὶ ὁ ἵππος ὑποτυχὼν εἰπεν· «Ἀλλ᾿, ὦ οὗτος, εἰ λύκοι κριθῶν τροφῇ χρῆσθαι ἠδύναντο, οὐκ ἄν ποτε τὰ ὦτα τῆς γαστρὸς προέκρινας.» Ὁ λόγος δηλοῖ ὅτι οἱ φύσει πονηροί, κἂν χρηστότητα ἐπαγγέλλωνται, οὐ πιστεύονται. - 226. ΣΚΣΤ' – Λύκος καὶ κύων
Λύκος ἐν κλοιῷ δεδεμένον ὁρῶν μέγιστον κύνα ἤρετο· «Δήσας τίς σ᾿ ἐξέθρεψε τοῦτον;» Ὁ δὲ ἔφη· «Κυνηγός. -- Ἀλλὰ τοῦτο μὴ πάθοι λύκος ἐμοὶ φίλος· λιμὸς γὰρ ἡ κλοιοῦ βαρύτης.» Ὁ λόγος δηλοῖ τὸ ἐν ταῖς συμφοραῖς οὐδὲ γαστρίζεσθαι. - 227. ΣΚΖ' – Λύκος καὶ λέων
Λύκος ποτὲ ἄρας πρόβατον ἐκ ποίμνης ἐκόμιζεν εἰς κοίτην. Λέων δὲ αὐτῷ συναντήσας ἀφεῖλε τὸ πρὸβατον. Ὁ δὲ πόῤῥωθεν σταθεὶς εἶπεν· «Ἀδίκως ἀφείλου τὸ ἐμόν. «Ὁ δὲ λέων γελάσας ἔφη· «Σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη;» [ Ὅτι ] ἅρπαγας καὶ πλεονέκτας λῃστὰς ἔν τινι πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους ὁ μῦθος ἐλέγχει. - 228. ΣΚΗ' – Λύκος καὶ ὄνος
Λύκος τῶν λοιπῶν στρατηγήσας λύκων νόμους ἔταξε πᾶσιν, ἵνα ὅ τι ἂν ἕκαστος κυνηγήσῃ, πάντα εἰς μέσον ἄξῃ καὶ μερίδα ἴσην ἑκάστῳ δώσῃ, ὅπως μὴ οἱ λοιποὶ ἐνδεεῖς ὄντες ἀλλήλους κατεσθίωσιν. Ὄνος δὲ παρελθὼν τὴν χαίτην σείσας ἔφη· «Ἐκ φρενὸς λύκου καλὴ γνώμη· ἀλλὰ πῶς σὺ τὴν χθεσινὴν ἄγραν τῇ κοίτῃ ἐναπέθου; Ἄγε ταύτην εἰς μέσον ἀπομερίσας.» Ὁ δὲ ἐλεγχγεὶς τοὺς νόμους ἀνέλυσεν. Ὅι αὐτοὶ οἱ τοὺς νόμους δικαίως ὁρίζειν δοκοῦντες καὶ ἐν οἷς ὁρίζουσιν καὶ δικάζουσιν οὐκ ἐμμένουσιν.
δεύτερη έκδοση
Λύκος τῶν λοιπῶν λύκων ἐκστρατηγήσας πᾶσιν ἔταξε νόμον αὐτοῖς προτείνας, ἵνα τις αὐτῶν τιποτοῦν κυνηγήσας μέσον ἀγάγῃ καὶ μοιράσῃ τοῖς πᾶσι. Ταῦτα οὖν αὐτοῦ ἀκηκοὼς ὁ ὄνος χαίτην ἔσεισε καὶ γελῶν ταῦτα ἔφη· Καλῶς εἴρηκας, ὦ πρώταρχε τῶν λύκων· ἀλλὰ πῶς σὺ χθὲς ἣν ἐκράτησας ἄγραν κοίτῃ παρέθου εἰς τροφὴν σὴν λαθραίως; Κόμισον ταύτην μερισθῆναι τοῖς πᾶσιν. Ὁ δὲ θαμβηθεὶς κατέλυσε τοὺς νόμους. Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς νόμους ὁρίζειν δοκοῦντες ἐν οἷς ἂν ὁρίζωσι καὶ δικάζωσιν οὐκ ἐμμένουσι. - 229. ΣΚΘ' – Λύκος καὶ ποιμήν
Λύκος ἀκολουθῶν ποίμνῃ προβάτων οὐδὲν ἠδίκει. Ὁ δὲ ποιμὴν κατὰ μὲν ἀρχὰς ἐφυλάττετο αὐτὸν ὡς πολέμιον καὶ δεδοικὼς παρετηρεῖτο. Ἐπεὶ δὲ συνεχῶς ἐκεῖνος παρεπόμενος οὐδ᾿ ἀρχὴ ἁρπάζειν ἐπεχείρει, τὸ τηνικαῦτα νοήσας φύλακα μᾶλλον αὐτὸν εἶναι ἢ ἐπίβουλον, ἐπειδὴ χρεία τις αὐτὸν κατέλαβεν εἰς ἄστυ παραγενέσθαι, καταλιπὼν παρ᾿ αὐτῷ τὰ πρόβατα ἀπηλλάγη. Καὶ ὃς καιρὸν ἔχειν ὑπολαβὼν τὰ πλεῖστα εἰσπεσὼν διεφόρησεν. Ὁ δὲ ποιμὴν ἐπανελθὼν καὶ θεασάμενος τὴν ποίμνην διεφθαρμένην ἔφη· «Ἀλλ᾿ ἔγωγε δίκαια πέπονθα· τί γὰρ λύκῳ πρόβατα ἐπίστευον;» Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις τὴν παρακαταθήκην ἐγχειρίζοντες εἰκότως ἀποστερουνται. - 230. ΣΛ' – Λύκος κεκορεσμένος καὶ πρόβατον
Λύκος τροφῆς κεκορεσμένος, ἐπειδὴ ἐθεάσατο πρόβατον ἐπὶ γῆς βεβλημένον, αἰσθόμενος ὅτι διὰ τὸν ἑαυτοῦ φόβον πέπτωκε, προσελθὼν παρεθάρσυνεν αὐτό, λέγων ὡς, ἐὰν αὐτῷ τρεῖς λόγους ἀληθεῖς εἴπῃ, ἀπολύσει αὐτό. Τὸ δὲ ἀρξάμενον ἔλεγε πρῶτον μὲν μὴ βεβουλῆσθαι αὐτῷ περιτυχεῖν, δεύτερον δέ, εἰ ἄρα τοῦτο ἥμαρτε, τυφλῷ, τρίτον δὲ ὅτι «κακοὶ κακὼς ἀπόλοισθε πάντες οἱ λύκοι, ὅτι μηδὲν παθόντες ὑφ᾿ ἡμῶν κακῶς πολεμεῖτε ἡμᾶς.» Καὶ ὁ λύκος ἀποδεξάμενος αὐτοῦ τὸ ἀψευδὲς ἀπέλυσεν αὐτό. Ὁ λόγος δηλοῖ ὅτι πολλάκις ἀλήθεια καὶ παρὰ πολεμίοις ἰσχύει - 231. ΣΛΑ' – Λύκος τετρωμένος καὶ πρόβατον
Λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς διατεθεὶς ἐβέβλητο τροφὴν ἑαυτῷ περιποιεῖσθαι μὴ δυνάμενος· καὶ δὴ θεασάμενος πρόβατον, τούτου ἐδεήθη ποτὸν αὐτῷ ὀρέξαι ἐκ τοῦ παραῤῥέοντος ποταμοῦ· Ἐὰν γὰρ σύ μοι ποτὸν δῷς, ἐγὼ τὴν τροφὴν ἐμαυτῷ εὑρήσω. Τὸ δὲ ὑποτυχὸν ἔφη· Ἐὰν ποτόν σοι ἐπιδώσω ἐγώ, σὺ καὶ τροφῇ μοι χρήσῃ. Πρὸς ἄνδρα κακοῦργον δι᾿ ὑποκρίσεως ἐνεδρεύοντα ὁ λόγος εὔκαιρος.
δεύτερη έκδοση
Λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς πάσχων ἐβέβλητο. Τροφῆς δὲ ἀπορῶν, θεασάμενος πρόβατον, ἐδεῖτο ποτὸν ἐκ τοῦ παραῤῥέοντος αὐτῷ ποταμοῦ κομίσαι. Εἰ γὰρ σύ μοι, φησί, δώσεις ποτόν, ἐγὼ τροφὴν ἑμαυτῷ εὑρήσω. Τὸ δὲ ὑποτυχὸν ἔφη· Ἀλλ᾿ ἐὰν ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ. Ὁ μῦθος πρὸς ἄνδρα κακοῦργον δι᾿ ὑποκρίσεως ἐνεδρεύοντα. - 232. ΣΛΒ' – Λύχνος
Μεθύων λύχνος ἐλαίῳ καὶ φέγγων ἐκαυχᾶτο ὡς ὑπὲρ ἥλιον πλέον λάμπει. Ἀνέμου δὲ πνοῆς συρισάσης, εὐθὺς ἐσβέσθη. Ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν αὐτῷ· Φαῖνε, λύχνε, καὶ σίγα· τῶν ἀστέρων τὸ φέγγος οὔποτε ἐκλείπει. Ὅτι οὐ δεῖ τινα ἐν ταῖς δόξαις καὶ τοῖς λαμπροῖς τοῦ βίου τυφοῦσθαι· ὅσα γὰρ ἂν κτήσηταί τις, ξένα τυγχάνει. - 233. ΣΛΓ' – Μάντις
Μάντις ἐπὶ τῆς ἀγορᾶς καθεζόμενος ἠργυρολόγει. Ἐλθόντος δέ τινος αἰφνίδιον πρὸς αὐτὸν καὶ ἀπαγγείλαντος ὡς τῆς οἰκίας αὐτοῦ αἱ θύραι ἀνεσπασμέναι εἰσὶ καὶ πάντα τὰ ἔνδον ἐκπεφορημένα, ἐκταραχθεὶς ἀνεπήδησε καὶ στενάξας ᾔει δρόμῳ τὸ γεγονὸς ὀψόμενος. Τῶν δὲ παρατυχόντων τις θεασάμενος εἶπεν· Ὦ οὗτος, σὺ τὰ ἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος τὰ σαυτοῦ οὐ προεμαντεύου; Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς τὸν ἑαυτῶν βίον φαύλως διοικοῦντας καὶ τῶν μηδὲν προσηκόντων προνοεῖσθαι πειρωμένους.
δεύτερη έκδοση
Μάντις ἐπ᾿ ἀγορᾶς καθήμενος διελέγετο. Ἐπιστάντος δέ τινος αἴφνης καὶ ἀπαγγείλαντος ὡς αἱ τῆς οἰκίας αὐτοῦ θυρίδες ἀναπεπταμέναι τε πᾶσαι εἶεν καὶ πάντα τὰ ἔνδον ἀφῃρημένα, ἀνεπήδησέ τε στενάξας καὶ δρομαῖος ᾔει. Τρέχοντα δέ τις αὐτὸν θεασάμενος· Ὦ οὗτος, εἶπεν, ὁ τἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος, τὰ σαυτοῦ οὐ προεμαντεύου; Ὁ μῦθος πρὸς τοὺς τὸν μὲν ἑαυτῶν βίον φαύλως διοικοῦντας, τῶν δὲ μηδὲν αὐτοῖς προσηκόντων προνοεῖσθαι πειρωμένους. - 234. ΣΛΔ' – Μέλισσαι καὶ Ζεύς
Μέλισσαι φθονήσασαι ἀνθρώποις τοῦ ἰδίου μέλιτος ἧκον πρὸς τὸν Δία καὶ τούτου ἐδέοντο ὅπως αὐταῖς ἰσχὺν παράσχηται παιούσαις τοῖς κέντροις τοὺς προσιόντας τοῖς κηρίοις ἀναιρεῖν. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾿ αὐτῶν διὰ τὴν βασκανίαν παρεσκεύασεν αὐτάς, ἡνίκα ἂν τύπτωσί τινα, τὸ κέντρον ἀποβαλεῖν, μετὰ δὲ τοῦτο καὶ τῆς σωτηρίας στερίσκεσθαι. Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἄνδρας βασκάνους οἳ καὶ αὐτοὶ βλάπτεσθαι ὑπομένουσιν.
δεύτερη έκδοση
Μέλισσα μήτηρ κηρίων οὖσα ἀνελήλυθεν εἰς θεούς, φέρουσα κηροὺς καὶ μέλι. Τερφθεὶς δὲ ὁ Ζεὺς τῇ προσφορᾷ τῆς μελίσσης συνετάξατο δοῦναι αὐτῇ ὃ ἂν αἰτήσῃ. Ἡ δέ· Δός, ἔφη, τῇ σῇ θεραπαινίδι κέντρον πρὸς ἄμυναν τῶν πόνων μου καὶ εἰς φυλακήν μου. Ἀπορήσας δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει τῶν ἀνθρώπων τὸ γένος, ἔφη τῇ μελίσσῃ· Οὐχ ὡς ᾔτησας γενήσεται, ἀλλ᾿ ἐάν τις τῶν ἀνθρώπων ἥκῃ λαβεῖν μέλι, σὺ δὲ βούλῃ αὐτὸν ἀμύνασθαι, ἔχε τὸ κέντρον· πλὴν ἴσθι ὅτι, εἰ πλήξεις ἄνθρωπον, ἐμβληθέντος τοῦ κέντρου, παρευθὺς ἀποθνήξῃ· ζωὴ γάρ σοι ἐντυγχάνει τὸ κέντρον. Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς προσευχαῖς καὶ ταῖς δεήσεσιν μηδεὶς κατὰ τῶν ἐχθρῶν ζητείτω κακόν. - 235. ΣΛΕ' – Μελισσουργός
Εἰς μελισσουργοῦ τις εἰσελθών, ἐκείνου ἀπόντος, τό τε μέλι καὶ τὰ κηρία ὑφείλετο. Ὁ δὲ ἐπανελθών, ἐπειδὴ ἐθεάσατο ἐρήμους τὰς κυψέλας, εἱστήκει ταύτας διερευνῶν. Αἱ δὲ μέλισσαι ἐπανελθοῦσαι ἀπὸ τῆς νομῆς, ὡς κατέλαβον αὐτόν, παίουσαι τοῖς κέντροις, τὰ πάνδεινα διετίθεσαν. Κἀκεῖνος ἔφη πρὸς αὐτάς· Ὦ κάκιστα ζῷα, ὑμεῖς τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν δεινῶς τύπτετε. Οὕτως ἔνιοι τῶν ἀνθρώπων δι᾿ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται.
δεύτερη έκδοση
Εἰς μελιττουργεῖόν τις εἰσελθών, τοῦ κεκτημένου ἀπόντος, τὸ κηρίον ἀφείλετο. Ὁ δὲ ἐπανελθών, ἐπειδὴ τὰς κυψέλας εἶδεν ἐρήμους, εἱστήκει τὸ κατ᾿ αὐτὰς διερευνώμενος. Αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι, ὡς κατέλαβον αὐτόν, τοῖς κέντροις ἔπαιον καὶ τὰ χείριστα διετίθουν. Ὁ δὲ πρὸς αὐτάς· Κάκιστα ζῷα, τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε. Ὁ μῦθος δηλοῖ ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς δι᾿ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται. - 236. ΣΛΣΤ' – Μηναγύρται
Μηναγύρται ὄνον ἔχοντες τούτῳ εἰώθεσαν τὰ σκεύη ἐπιτιθέντες ὁδοιπορεῖν. Καὶ δή ποτε ἀποθανόντος αὐτοῦ ἀπὸ κόπου, ἐκδείραντες αὐτόν, ἐκ τοῦ δέρματος τύμπανα κατεσκεύασαν καὶ τούτοις ἔχρωντο. Ἑτέρων δὲ αὐτοῖς μηναγυρτῶν ἀπαντησάντων καὶ πυνθανομένων αὐτῶν ποῦ εἴη ὁ ὄνος, ἔφασαν τεθνηκέναι μὲν αὐτόν, πληγὰς δὲ τοσαύτας λαμβάνειν ὅσας ποτὲ οὐδὲ ζῶν ὑπέμεινεν. Οὕτω καὶ τῶν οἰκετῶν ἕνιοι, καίπερ τῆς δουλείας ἀφειμένοι, τῶν δουλικῶν ἀρχῶν οὐκ ἀπαλλάττονται. - 237. ΣΛΖ' – Μύες καὶ γαλαῖ
Μυσὶ καὶ γαλαῖς πόλεμος ἦν. Ἀεὶ δὲ οἱ μύες ἡττώμενοι, ἐπειδὴ συνῆλθον εἰς ταὐτόν, ὑπέλαβον ὅτι δι᾿ ἀναρχίαν τοῦτο πάσχουσιν· ὅθεν ἐπιλεξάμενοί τινας ἑαυτῶν στρατηγοὺς ἐχειροτόνησαν. Οἱ δὲ βουλόμενοι ἐπισημότεροι τῶν ἄλλων φανῆναι, κέρατα κατασκευάσαντες ἑαυτοῖς συνῆψαν. Ἐνστάσης δὲ τῆς μάχης, συνέβη πάντας τοὺς μύας ἡττηθῆναι. Οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὰς ὀπὰς καταφεύγοντες ῥᾳδίως εἰσέδυνον· οἱ δὲ στρατηγοὶ μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὐτῶν συλλαμβανόμενοι κατησθίοντο. Οὕτω πολλοῖς ἡ κενοδοξία κακῶν αἰτία γίνεται.
δεύτερη έκδοση
Γαλαῖ καὶ μύες ἄσπονδον εἶχον μάχην. Οἱ δὲ μύες, δόρατα καὶ ἅρματα ἐξ ἀχύρου λαβόντες, συνεκρότησαν τὸν πόλεμον. Αἱ δὲ γαλαῖ ὥρμησαν κατ᾿ αὐτῶν. Οἱ δὲ μύες βουλόμενοι εἰς τὰς τρυμαλιὰς εἰσελθεῖν, ἔχοντες τὰ ξύλα τῶν ἀχύρων καὶ μὴ δυνάμενοι κρυβῆναι, διεφθάρησαν ὑπὸ τῶν γαλῶν. Ὅτι ἀδύνατόν τιν᾿ οὐ δεῖ συγκροτεῖν τοὺς πολέμους. - 238. ΣΛΗ' – Μυῖα
Μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν· Ἀλλ᾿ ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι· κἂν ἀποθάνω, οὐδέν μοι μέλει. Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθήσῃ.
δεύτερη έκδοση
Μῦς εἰς χύτραν ζέουσαν κρεῶν τε πλήρη ἐνέπεσε καὶ ἔμελλε συμπνιγῆναι. Ἀποθνῄσκων δ᾿ ἔφησε τοιοῦτον λόγον· Ἐσθιόντι, πίνοντι καί λελουμένῳ οὐ μέλει μοι θάνατος, νὴ τοὺς θεούς μου. Φέρουσί τινες τὸν θάνατον ῥᾳδίως, ὅταν ἐπέλθῃ ἀβασανίστως τούτοις. - 239. ΣΛΘ' – Μυῖαι
Ἔν τινι ταμιείῳ μέλιτος ἐπεκχυθέντος, μυῖαι προσπτᾶσαι κατήσθιον· διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίσταντο. Ἐμπαγέντων δὲ αὐτῶν τῶν ποδῶν, ὡς οὐκ ἐδύναντο ἀναπτῆναι, ἀποπνιγόμεναι ἔφασαν· Ἄθλιαι ἡμεῖς, αἳ διὰ βραχεῖαν ἡδονὴν ἀπολλύμεθα. Οὕτω πολλοῖς ἡ λιχνεία πολλῶν αἰτία κακῶν γίνεται.
δεύτερη έκδοση
Ἔν τινι ταμείῳ μέλιτος ἐκχυθέντος, μυῖαι προσπτᾶσαι κατήσθιον. Ἐμπαγέντων δὲ τῶν ποδῶν αὐτῶν, ἀναπτῆναι οὐκ εἶχον. Ἀποπνιγόμεναι δ᾿ ἔλεγον· Ἄθλιαι ἡμεῖς, ὅτι διὰ βραχεῖαν βρῶσιν ἀπολλύμεθα. Ὁ μῦθος δηλοῖ ὅτι πολλοῖς ἡ λιχνεία πολλῶν κακῶν αἰτία γίνεται. - 240. ΣΜ' – Μύρμηξ
Μύρμηξ ὁ νῦν τὸ πάλαι ἄνθρωπος ἦν· καὶ τῇ γεωργίᾳ προσέχων τοῖς ἰδίοις πόνοις οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἐποφθαλμιῶν διετέλει τοὺς τῶν γειτόνων καρποὺς ὑφαιρούμενος. Ζεὺς δὲ ἀγανακτήσας κατὰ τῆς πλεονεξίας αὐτοῦ μετεμόρφωσεν αὐτὸν εἰς τοῦτο τὸ ζῷον ὃς μύρμηξ καλεῖται. Ὁ δὲ καὶ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετεβάλετο· μέχρι γὰρ νῦν κατὰ τὰς ἀρούρας περιιὼν τοὺς ἄλλων πυροὺς καὶ κριθὰς συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει. Ὁ λόγος δηλοῖ ὅτι οἱ φύσει πονηροί, κἂν τὰ μάλιστα κολάζωνται, τὸν τρόπον οὐ μετατίθενται.
δεύτερη έκδοση
Μύρμηξ ὁ νῦν τὸ παλαιὸν ἄνθρωπος ἦν· καὶ τῇ γεωργίᾳ διηνεκῶς προσέχων, οὐ τοῖς ἰδίοις ἠρκεῖτο πόνοις, ἀλλὰ καὶ τοὺς τῶν γειτόνων καρποὺς ὑφῃρεῖτο. Ὁ δὲ Ζεὺς ἀγανακτήσας ἐπὶ τῇ τούτου πλεονεξίᾳ, μετεμόρφωσεν αὐτὸν εἰς τοῦτο τὸ ζῷον ὃ μύρμηξ καλεῖται. Ὁ δὲ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετέβαλε· μέχρι γὰρ τοῦ νῦν τὰς ἀρούρας περιιὼν τοὺς τῶν ἑτέρων πόνους συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει. Ὁ μῦθος δηλοῖ ὅτι οἱ φύσει πονηροί, κἂν τὰ μάλιστα τὸ εἶδος μεταβληθῶσι, τὸν τρόπον οὐ μεταβάλλονται. - 241. ΣΜΑ' – Μύρμηξ καὶ κάνθαρος
Θέρους ὥρᾳ μύρμηξ περιπατῶν κατὰ τὴν ἄρουραν πυροὺς καὶ κριθὰς συνέλεγεν, ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. Κάνθαρος δὲ τοῦτον θεασάμενος ἐθαύμασεν ὡς ἐπιπονώτατον, εἴγε παρ᾿ αὐτὸν τὸν καιρὸν μοχθεῖ παρ᾿ ὃν τὰ ἄλλα ζῷα πόνων ἀφειμένα ῥᾳστώνην ἄγει. Ὁ δὲ τότε μὲν ἡσύχαζεν· ὕστερον δέ, ὅτε χειμὼν ἐνέστη, τῆς κόπρου ὑπὸ τοῦ ὄμβρου ἐκλυθείσης, ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων καὶ τροφῆς μεταλαβεῖν δεόμενος. Ὁ δὲ ἔφη πρὸς αὐτόν· Ὦ κάνθαρε, ἀλλ᾿ εἰ τότε ἐπόνεις, ὅτε ἐμόχθουν καὶ ἐμὲ ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. Οὕτως οἱ παρὰ τὰς εὐθηνείας τοῦ μέλλοντος μὴ προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταβολὰς τὰ μέγιστα δυστυχοῦσιν.
δεύτερη έκδοση
Ὥρᾳ θέρους μύρμηξ περιιὼν κατὰ τινα ἄρουραν πυροὺς καὶ κριθὰς συνέλεγεν ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. Κάνθαρος δὲ τοῦτον θεασάμενος ἐταλάνιζεν ὡς ἐπιπονώτατον, εἴγε παρ᾿ ὅλον τὸν καιρὸν μοχθεῖ παρὰ πάντα τὰ ζῷα. Ὁ δὲ μύρμηξ τότε μὲν ἡσυχάσας ὑπήνεγκεν. Χειμῶνος δὲ γενομένου καὶ τῆς κόπρου ὑπὸ τῶν ὑδάτων κατακλυσθείσης, ὁ κάνθαρος λιμώττων ἧκε πρὸς τὸν μύρμηκα τροφῆς μεταλαβεῖν δεόμενος. Ὁ δὲ ἔφη πρὸς αὐτόν· Ὦ κάνθαρε, ἀλλ᾿ εἰ τότε ἐπόνεις ὅτε με μοχθοῦντα ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. Ὁ μῦθος διδάσκει μὴ ἀμελεῖν ἡμᾶς ἐπὶ τῇ τῶν ἀναγκαίων φροντίδι, ἀλλὰ καιρῷ εὐθέτῳ τὰ πρὸς σωτηρίαν μεριμνᾶν. - 242. ΣΜΒ' – Μύρμηξ καὶ περιστερά
Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγὴν, παρασυρεὶς ὑπὸ τοῦ ῥεύματος ἀπεπνίγετο. Περιστερὰ δὲ τοῦτο θεασαμένη κλῶνα δένδρου περιελοῦσα εἰς τὴν πηγὴν ἔῤῥιψεν, ἐφ᾿ οὗ καὶ καθίσας ὁ μύρμηξ διεσώθη. Ἰξευτὴς δέ τις μετὰ τοῦτο τοὺς καλάμους συνθεὶς ἐπὶ τὸ τὴν περιστερὰν συλλαβεῖν ᾔει. Τοῦτο δ᾿ ὁ μύρμηξ ἑωρακὼς τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν. Ὁ δὲ ἀλγήσας τούς τε καλάμους ἔῤῥιψε καὶ τὴν περιστερὰν αὐτίκα φυγεῖν ἐποίησεν. Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς εὐεργέταις χάριν ἀποδιδόναι.
δεύτερη έκδοση
Μύρμηξ διψήσας, κατελθὼν εἴς τινα πηγὴν βουλόμενος πιεῖν, ἀπεπνίγετο. Περιστερὰ δὲ ἐν τῷ παρεστηκότι δένδρῳ κλάσασα φύλλον ἔβαλε, δι᾿ οὗ ἐπιβὰς ὁ μύρμηξ διεσώθη. Ἰξευτὴς δὲ παραστὰς καὶ συνθεὶς τοὺς καλάμους τὴν περιστερὰν λαβεῖν ἤθελεν· ὁ δὲ μύρμηξ δακὼν εἰς τὸν πόδα τὸν ἰξευτὴν τοὺς καλάμους διασεῖσαι ἐποίησε, τὴν δὲ περιστερὰν φυγεῖν. Ὁ μῦθος δηλοῖ ὅτι καὶ τὰ ἄλογα ζῷα αἴσθησιν ἔχει καὶ ἀλλήλοις ὠφελεῖ. - 243. ΣΜΓ' – Μῦς ἀρουραῖος καὶ μῦς ἀστικός
Μῦς ἀρουραῖος τὸν ἐν οἴκῳ ἐφίλει. Ὁ δὲ τοῦ οἴκου κληθεὶς ὑπὸ τοῦ φίλου ἦλθεν εὐθέως δειπνήσων εἰς ἀρούρας. Ὁ δὲ ἐσθίων κριθὰς καὶ σῖτον ἔφη· Γίνωσκε, φίλε, μυρμήκων ζῇς τὸν βίον· ἐπείπερ δ᾿ ἐμοὶ ἀγαθῶν ἐστι πλῆθος, ἐμοὶ σύνελθε καὶ ἀπολαύσεις πάντων. Καὶ παραχρῆμα ἀπῄεσαν οἱ δύο. Καὶ ὃς ὑπεδείκνυ ὄσπρια καὶ σῖτον, φοίνικας ἅμα, τυρόν, μέλι ὁπώρας. Ὁ δ᾿ αὖ θαυμάζων αὐτὸν ηὐλόγει σφόδρα καὶ τὴν ἑαυτοῦ κατεμέμφετο τύχην. Βουλομένων δὲ ἀπάρξασθαι ἐσθίειν, ᾔνοιξεν εὐθὺς ἄνθρωπός τις τὴν θύραν. Φοβηθέντες δὲ οἱ δειλαῖοι τὸν κτύπον εἰσεπήδησαν οἱ μῦς εἰς τὰς ῥαγάδας. Ὡς δὲ ἤθελον πάλιν ἰσχάδας ἆραι, ἧκεν ἕτερος τοῦ λαβεῖν τι τῶν ἔνδον. Οἱ δὲ καὶ πάλιν θεασάμενοι τοῦτον εἰσεπήδησαν κρυβέντες ἐπὶ τρώγλης. Ὁ δ᾿ ἀρουραῖος ὀλιγωρῶν τῇ πείνῃ ἀνεστέναξε καὶ πρὸς τὸν ἄλλον ἔφη· Χαῖρε σύ, φίλε, κατεσθίων εἰς κόρον ἐπαπολαύων αὐτὰ μετ᾿ εὐφροσύνης καὶ τοῦ κινδύνου καὶ τοῦ πολλοῦ τοῦ φόβου· ἐγὼ δ᾿ ὁ τάλας κριθὴν καὶ σῖτον τρώγων ζήσω ἀφόβως μηδένα ὑποπτεύων. Ὁ μῦθος δηλοῖ ὅτι τὸ λιτῶς διάγειν καὶ ζῆν ἀταράχως ὑπὲρ τὸ τρυφᾶν ἐν φόβῳ μετ᾿ ὀδύνης.
δεύτερη έκδοση
Μύες δύο, ὁ μὲν ἀρουραῖος, ὁ δὲ οἰκόσιτος κοινὸν εἶχον τὸν βίον. Ὁ δὲ οἰκόσιτος ἦλθε πρῶτος δειπνήσων ἐπὶ τῆς ἀρούρης ἔτι ἀνθούσης. Τρώγων δὲ σῖτον καὶ ῥίζας σὺν τοῖς βώλοις εἶπεν· Μύρμηκος ζῇς βίον ταλαιπώρου· ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά· τὸ κέρας οἰκῶ τῆς Ἀμαλθείας ὡς πρὸς σέ. Ἐὰν ἔλθῃς μετ᾿ ἐμοῦ, ὡς θέλεις ἀσωτεύσῃ. Ἀπῆγε πείσας τὸν μῦν ἐν τῷ οἴκῳ. Ἔδειξε δὲ αὐτῷ σῖτον καὶ ἄλευρα καὶ ὄσπρια καὶ σῦκα καὶ μέλι καὶ φοίνικας. Οὗτος δὲ ἐτέρφθη καὶ διεχύθη. Ὁ δὲ ἤγαγε καὶ τυρὸν ἐκ κανισκίου σύρων. Ἤνοιξέ τις τὴν θύραν· οἱ δὲ ἔφυγον εἰς στενὴν τρώγλην, ἔτριζον δὲ ὑπ᾿ ἀλλήλων στενούμενοι. Ὡς δὲ πάλιν ἤμελλον ἐκκύψαι καὶ μικρὰν ἰσχάδα σῦραι, ἕτερος ἦλθεν ἄλλο τι ἆραι· οἱ δὲ ἔνδον ἐκρύπτοντο. Ὁ δὲ ἀρουραῖος μῦς, καίπερ τοσαῦτα πεινῶν, εἶπε· Χαῖρε καὶ πλούτει καὶ τρύφα, ἔχων τὰ πάντα μετὰ κινδύνων· ἐγὼ δὲ βοτάνας καὶ ῥίζας τρώγων ἀφόβως καὶ λιτῶς ζήσω. Ὅτι λιτῶς διάγειν καὶ ζῆν ἀταράχως μᾶλλον συμφέρει ἢ ἐν φόβῳ καὶ κινδύνῳ δαψιλῶς τρυφᾶν. - 244. ΣΜΔ' – Μῦς καὶ βάτραχος
Χερσαῖος μῦς κακῇ μοίρᾳ βατράχῳ ἐφιλιώθη. Ὁ δὲ βάτραχος κακῶς βουλευσάμενος τὸν πόδα τοῦ μυὸς τῷ ἑαυτοῦ ποδὶ συνέδησε. Καὶ πρῶτον μὲν ἐπὶ τῆς χώρας ἦλθον σῖτον δειπνήσοντες· ἔπειτα δὲ τῷ χείλει τῆς λίμνης πλησιάσαντες, ὁ μὲν βάτραχος τὸν μῦν εἰς τὸ βάθος κατῆγεν, αὐτὸς βρυάζων τῷ ὕδατι καὶ τὸ βρεκεκεκὲξ ἀνακράζων. Ὁ δὲ ἄθλιος μῦς τῷ ὕδατι φυσηθεὶς ἐτεθνήκει· ἐπέπλει δὲ τῷ ποδὶ τοῦ βατράχου συνδεδεμένος. Ἰκτῖνος δὲ τοῦτον ἰδὼν τοῖς ὄνυξιν ἣρπασεν· βάτραχος δὲ δεσμώτης ἐπηκολούθει, δεῖπνον καὶ αὐτὸς τῷ ἰκτίνῳ γενόμενος. Ὅτι, κἂν νεκρὸς ᾖ τις ἰσχύει πρὸς ἄμυναν· ἡ γὰρ θεία δίκη ἐφορᾷ πάντα καὶ τὸ ἴσον ἀποδίδωσι ζυγοστατοῦσα.
δεύτερη έκδοση
Μῦς χερσαῖος βατράχῳ ἐφιλιώθη. [Ὁ οὖν βάτραχος μῦν καλεῖ συνδειπνῆσαι. Τρέφου, λέγων, ὦ φίλε, ὅ τι ἂν βούλῃ καὶ μὴ αἰδεσθῇς ἐμὲ τὸν προσφιλῆ σου.] Ὁ οὖν βάτραχος τὸν μῦν προσεκεκλήκει. Καὶ δὴ προσδήσας αὐτοῦ τὸν ποῦν σχοινίῳ τοῦτον εἰσάγει ἀνὰ μέσον τῆς λίμνης. Αὖθις δὲ ὁ μῦς εἰσελθὼν ἀπεπνίγη, ὃς ψυχοῤῥαγῶν ἐβόα τῷ βατράχῳ· Ἐγὼ μέν, φίλε, ὑπὸ σοῦ ἀποθνῄσκω. Ἔστι δὲ θεὸς ὃς κἀμὲ ἐκδικήσει, ὁ μὴ παρορῶν τοὺς θανόντας ἀδίκως. Καὶ δὴ ἀετὸς πετόμενος ἐπάνω ἐθεάσατο τὸν μῦν ἐπὶ τῆς λίμνης, ὅστις καταπτὰς ἀφήρπασεν εὐθέως. Ἅμα βάτραχος αὐτῷ προσδεδεμένος δεῖπνον καὶ αὐτὸς προσήχθη τοῖς ὀρνέοις παθὼν ὅμοια οἷς αὐτὸς ἐδεδράκει. Ὅτι, εἰ καὶ νεκρός τις ὑπό τινος γένηται, ἀλλ᾿ ἡ θεία πρόνοια, ἡ πάντα ἐφορῶσα, ἀποδίδωσιν ἴσως ζυγοστατοῦσα. - 245. ΣΜΕ' – Ναυαγὸς καὶ θάλασσα
Ναυαγὸς ἐκβρασθεὶς εἰς τὸν αἰγιαλὸν ἐκοιμᾶτο διὰ τὸν κόπον· μετὰ μικρὸν δὲ ἐξαναστάς, ὡς ἐθεάσατο τὴν θάλασσαν, ἐμέμφετο αὐτῇ ὅτι γε δελεάζουσα τοὺς ἀνθρώπους τῇ πραότητι τῆς συνόψεως, ἡνίκα ἂν αὐτοὺς προσδέξηται, ἀπαγριουμένη διαφθείρει. Ἡ δὲ ὁμοιωθεῖσα γυναικὶ ἔφη πρὸς αὐτόν· Ἀλλ᾿, ὦ οὗτος, μὴ ἐμὲ μέμφου, ἀλλὰ τοὺς ἀνέμους· ἐγὼ μὲν γὰρ φύσει τουαύτη εἰμὶ ὁποίαν καὶ νῦν με ὁρᾷς· οἱ δὲ αἰφνίδιόν με ἐπέρχονται καὶ κυματοῦσι καὶ ἐξαγριοῦσιν. Ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι, τοὺς δὲ τούτοις ἐπιστατοῦντας.
δεύτερη έκδοση
Ἰδὼν γεωργὸς ναῦν ἐν θαλάσσῃ χειμαζομένην καὶ κινδυνεύουσαν, εἶπεν· Ὦ θάλασσα, στοιχεῖον ἀνηλεὲς καὶ τῶν ἀνθρώπων ἐχθρόν. Ἡ δὲ θάλασσα γυναικείαν μορφὴν ἀναλαβομένη ἔφη· Τί μέμφῃ μοι, ἄνθρωπε, μάτην; οὔκ εἰμι ἐγὼ αἰτία, ἀλλ᾿ οἱ ἐκταράσσοντές με ἄνεμοι· εἰ δὲ χωρὶς τούτων πλεύσεις, με ἡμερωτέραν τῆς γῆς εὑρήσεις ἐφ᾿ ἧς βαδίζεις. Ὅτι καὶ γαληνοὺς καὶ πραεῖς δεσπότας οἱ χαιρέκακοι παραφυσῶντες πρὸς ζάλην καὶ ὀργὴν διεγείρουσιν. - 246. ΣΜΣΤ' – Νεανίσκοι καὶ μάγειρος
Δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνοῦντο. Καὶ δὴ τοῦ μαγείρου περισπασθέντος, ὁ ἕτερος ὑφελόμενος ἀκροκώλιον, εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. Ἐπιστραφέντος δὲ αὐτοῦ καὶ ἐπιζητοῦντος, αἰτιωμένου τε ἐκείνους, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. Καῖ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν, εἶπεν· Ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι γε οὐ λήσετε. Ὁ λόγος δηλοῖ ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέβεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασοφίζηται.
δεύτερη έκδοση
Δύο νεανίσκοι μαγείρῳ παρεκάθηντο. Καὶ δὴ τοῦ μαγείρου περί τι τῶν οἰκείων ἔργων ἀσχολουμένου, ἅτερος τούτων, μέρος τι τῶν κρεῶν ὑφελόμενος, εἰς τὸν θἀτέρου καθῆκε κόλπον. Ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ τὸ κρέας ἐπιζητοῦντος, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. Ὁ δὲ μάγειρος, αἰσθόμενος τὴν κακουργίαν αὐτῶν, εἶπεν· Ἀλλὰ κἂν ἐμὲ λάθητε, τόν γ᾿ ἐπιορκούμενον θεὸν οὔκουν λήσετε. Ὁ μῦθος δηλοῖ ὅτι, κἂν ἀνθρώπους ἐπιορκοῦντες λάθωμεν, ἀλλὰ τόν γε θεὸν οὐ λήσομεν. - 247. ΣΜΖ' – Νεβρὸς καὶ ἔλαφος
Νεβρός ποτε πρὸς τὸν ἔλαφον εἶπε· Πάτερ, σὺ καὶ μείζων καὶ ταχύτερος κυνῶν πέφυκας, καὶ κέρατα πρὸς τούτοις ὑπερφυᾶ φέρεις εἰς ἄμυναν. Τί δή ποτ᾿ οὖν οὕτω τούτους φοβῇ; Κἀκεῖνος γελῶν εἶπεν· Ἀληθῆ μὲν ταῦτα φῇς, τέκνον· ἓν δ᾿ οἶδα, ὡς, ἐπειδὰν κυνὸς ὑλακὴν ἀκούσω, αὐτίκα πρὸς φυγὴν οὐκ οἶδ᾿ ὅπως ἐκφέρομαι. Ὁ μῦθος δηλοῖ ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ῥώννυσιν.
δεύτερη έκδοση
Μόσχος δέ ποτε πρὸς τὴν ἔλαφον εἶπε· Σὺ τῷ μεγέθει μείζων κυνῶν ὑπάρχεις καὶ ταχινή τε καὶ πρὸς δρόμον ὀξεῖα· κέρατα δὲ σὺ πρὸς ἄμυναν κατέχεις. Τί δέ, ὦ μῆτερ, οὕτω φοβῇ τοὺς κύνας; Ἡ δὲ πρὸς αὐτὸν οὕτως ἔφη γελῶσα· Ὅτι μὲν ἐγὼ ταῦτα πάντα κατέχω εὖ οἶδα σαφῶς καὶ γινώσκω, ὦ τέκνον· ἐπὰν δὲ κυνὸς ὑλακὴν ἐπακούσω, εὐθὺς σκοτοῦμαι καὶ τῇ φυγῇ κινοῦμαι. Ὁ μῦθος δηλοῖ ὅτι ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ἀνθρώπου ἐπιῤῥώννυσιν. - 248. ΣΜΗ' – Νέος ἄσωτος καὶ χελιδών
Νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα, ἱματίου αὐτῷ μόνου περιλειφθέντος, ὡς ἐθεάσατο χελιδόνα παρὰ καιρὸν ἐλθοῦσαν, οἰόμενος ἤδη θέρος εἶναι, ὡς μηκέτι δεόμενος τοῦ ἱματίου, καὶ τοῦτο φέρων ἀπημπόλησεν. Ὕστερον δὲ χειμῶνος ἐπιλαβόντος καὶ σφοδροῦ τοῦ κρύους γενομένου, περιιών, ἐπειδὴ εἶδε τὴν χελιδόνα νεκρὰν ἐῤῥιγωμένην, ἔφη πρὸς αὐτήν· Ὦ αὕτη, σὺ κἀμὲ καὶ σὲ ἀπώλεσας. Ὁ λόγος δηλοῖ ὅτι πάντα τὰ παρὰ καιρὸν δρώμενα ἐπισφαλῆ τυγχάνουσιν.
δεύτερη έκδοση
Νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα, ἱματίου μόνου καταλειφθέντος αὐτῷ, εἶδε χελιδόνα παρὰ καιρὸν ἐλθοῦσαν καὶ θέρος εἶναι νομίσας, μηκέτι δεόμενος τοῦ ἱματίου, τοῦτο φέρων ἐπώλησε. Μετὰ μικρὸν δὲ χειμῶνος καὶ ψύχους σφοδροῦ γενομένου, ἐπειδὴ εἶδε τὴν χελιδόνα φερομένην ὑπὸ τῶν ὑδάτων νεκράν, ἔφη· Ὦ αὕτη, σὺ κἀμὲ καὶ σεαυτὴν ἀπώλεσας. Ὁ μῦθος δηλοῖ ὅτι πᾶν τὸ παρὰ καιρὸν πραττόμενον ἐπικίνδυνόν ἐστι. - 249. ΣΜΘ' – Νοσῶν καὶ ἰατρός
Νοσῶν τις καὶ ἐπερωτώμενος ὑπὸ τοῦ ἰατροῦ πῶς διετέθη, ἔλεγε πλέον τοῦ δέοντος ἱδρωκέναι. Ὁ δὲ ἔφη· Ἀγαθὸν τοῦτο. Ἐκ δευτέρου δὲ ἐρωτώμενος πῶς ἔχοι, ἔφη φρίκῃ συνεχόμενος διατετινάχθαι. Ὁ δέ· Καὶ τοῦτο, ἔφη, ἀγαθόν. Τὸ δὲ τρίτον ὡς παρεγένετο καὶ ἐπηρώτα αὐτὸν περὶ τῆς νόσου, διαῤῥοίᾳ περιπεπτωκέναι ἔφασκε. Κἀκεῖνος ἀγαθὸν καὶ τοῦτο φήσας ἀπηλλάγη. Τῶν δὲ οἰκείων τινὸς παραγενομένου πρὸς αὐτὸν καὶ πυνθανομένου πῶς ἔχοι, ἔφη πρὸς αὐτόν· Ἐγώ σοι ὑπὸ τῶν ἀγαθῶν ἀπόλωλα. Οὕτω πολλοὶ τῶν ἀνθρώπων ἐπὶ τούτοις ὑπὸ τῶν πέλας μακαρίζονται τῇ ἔξωθεν οἰήσει, ἐφ᾿ οἷς αὐτοὶ παρ᾿ ἑαυτοῖς τὰ μάλιστα δυσφοροῦσιν.
δεύτερη έκδοση
Νοσῶντι ὁ ἰατρός· Πῶς ἔχεις; ἔφη. Φρίκη σφοδρά με τὸν τάλανα κατέχει καὶ τετάραγμαι ὑπ᾿ αὐτῆς οὐ μετρίως. Ὁ δὲ πρὸς τοῦτον ἀγαθὸν εἶναι λέγει. Ἐπερωτήσας δὲ πάλιν ἐκ δευτέρου ὁ ἰατρός Πῶς ἔχεις; τὸν ἀσθενοῦντα, Θερμῇ, ἔφησε, περιπεσὼν κακίστῃ, κεῖμαι ὑπ᾿ αὐτῆς δεινῶς τεταραγμένος. Κἀκεῖνος πάλιν ἀγαθὸν ἔφη τοῦτο. Καὶ τῶν οἰκείων εἶτά τις ἐρωτήσας Πῶς ἔχεις, ὦ ἄδελφε φίλε; ῥωννύου, ὁδέ· Ἀπόλλυμαι ἐν ἀγαθοῖς ἔφη. Τοῦτο δηλοῖ ὅτι οὓς παραμυθέοντας ἔθος τυγχάνει ψευδεῖς τοὺς πάσχοντας παρηγορεῖν λόγοις. - 250. ΣΝ' – Νυκτερὶς καὶ βάτος καὶ αἴθυια
Νυκτερὶς καὶ βάτος καὶ αἴθυια ἑταιρείαν ποιησάμεναι, ἐμπορικὸν διέγνωσαν βίον ζῆν. Ἡ μὲν οὖν νυκτερὶς ἀργύριον δανεισαμένη καθῆκεν εἰς τὸ μέσον ἡ δὲ βάτος ἐσθῆτα μετ᾿ ἑαυτῆς ἔλαβεν, ἡ δὲ αἴθυια τρίτη χαλκόν· καὶ ἀπέπλευσαν. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. Ἐξ ἐκείνου τοίνυν ἡ μὲν αἴθυια τοῖς αἰγιαλοῖς ἀεὶ παρεδρεύει, μή που τὸν χαλκὸν ἐκβάλλῃ ἡ θάλαττα· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη, τῆς μὲν ἡμέρας οὐ φαίνεται, νύκτωρ δ᾿ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τῆς τῶν παριόντων ἐσθῆτος ἐπιλαμβάνεται, εἴ που τὴν οἰκείαν ἐπιγνοίη ζητοῦσα. Ὁ μῦθος δηλοῖ ὅτι περὶ ἃ σπουδάζομεν, τούτοις ἐς ὕστερον περιπίπτομεν.
δεύτερη έκδοση
Νυκτερὶς καὶ βάτος καὶ αἴθυια κοινωνίαν πρὸς ἀλλήλας σπεισάμεναι ἐμπορεύεσθαι διέγνωσαν. Καὶ δὴ ἡ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς μέσον κατέθηκεν, ἡ δὲ βάτος ἐσθῆτα ἐνεβάλετο, ἡ δὲ αἴθυια χαλκὸν πριαμένη καὶ τοῦτον ἐνθεμένη ἔπλει. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. Καὶ ἡ μὲν αἴθυια ἀπ᾿ ἐκείνου τὸν χαλκὸν ζητοῦσα κατὰ τοῦ βυθοῦ δύνει, οἰομένη τὸν χαλκὸν εὑρήσειν· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τὰς ἔσθητας ἐπιζητοῦσα τῶν παριόντων ἐπιλαμβάνεται τῶν ἱματίων προσδοκῶσα τῶν ἰδίων τι ἐπιγνώσεσθαι. Ὁ λόγος δηλοῖ ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν περὶ ἃ ἂν πρότερον πταίσωμεν. - 251. ΣΝΑ' – Νυκτερὶς καὶ γαλαῖ
Νυκτερὶς ἐπὶ γῆς πεσοῦσα ὑπὸ γαλῆς συνελήφθη, καὶ μέλλουσα ἀναιρεῖσθαι περὶ σωτηρίας ἐδεῖτο. Τῆς δὲ φαμένης μὴ δύνασθαι αὐτὴν ἀπολῦσαι, φύσει γὰρ πᾶσι τοῖς πτηνοῖς πολεμεῖν, αὐτὴ ἔλεγεν οὐκ ὄρνις, ἀλλὰ μῦς εἶναι, καὶ οὕτως ἀφείθη. Ὕστερον δὲ πάλιν πεσοῦσα καὶ ὑφ᾿ ἑτέρας συλληφθεῖσα γαλῆς μὴ βρωθῆναι ἐδεῖτο. Τῆς δὲ εἰπούσης ἅπασιν ἐχθραίνειν μυσίν, αὐτὴ μὴ μῦς, ἀλλὰ νυκτερὶς ἔλεγεν εἶναι, καὶ πάλιν ἀπελύθη. Καὶ οὕτω συνέβη δὶς αὐτὴν ἀλλαξαμένην τὸ ὄνομα σωτηρίας τυχεῖν. Ὁ μῦθος δηλοῖ ὅτι δεῖ καὶ ἡμᾶς μὴ τοῖς αὐτοῖς ἀεὶ ἐπιμένειν, λογιζομένους ὡς οἱ τοῖς καιροῖς συμμετασχηματιζόμενοι πολλάκις τοὺς κινδύνους ἐκφεύγουσιν.
δεύτερη έκδοση
Νυκτερὶς ἐπὶ τῆς γῆς πεσοῦσα ὑπὸ γαλῆς συνελήφθη· μέλλουσα δὲ ἀναιρεῖσθαι παρεκάλει περὶ τῆς σωτηρίας. Τῆς δὲ λεγούσης ὡς οὐ δύναται αὐτὴν ἀπολῦσαι, φύσει γὰρ πάντας πολεμεῖ πτηνούς, ἔφησεν αὑτὴν μὴ ὄρνεον εἶναι, ἀλλὰ μῦν, καὶ οὕτως ἀφείθη. Ὕστερον δὲ πεσοῦσα πάλιν καὶ συλληφθεῖσα ὑπὸ ἑτέρας γαλῆς ἐδεῖτο ὅπως μὴ θύσῃ αὐτήν. Τῆς δὲ εἰπούσης ἅπασι τοῖς μυσὶ διεχθραίνειν, ἔλεγεν ἑαυτὴν μὴ μῦν εἶναι, ἀλλὰ νυκτερίδα, καὶ πάλιν ἀπελύθη. Οὕτω τε συνέβη αὐτῇ δὶς ἐναλλαξαμένῃ τὸ ὄνομα τῆς σωτηρίας περιγενέσθαι. Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ μὴ ἀεὶ τοῖς αὐτοῖς ἐπιμένειν λογιζομένους ὅτι οἱ τοῖς καιροῖς συμμετασχηματιζόμενοι πολλάκις καὶ τοὺς σφοδροὺς τῶν κινδύνων ἐκφεύγουσιν. - 252. ΣΝΒ' – Ξύλα καὶ ἐλαία
Ξύλα ποτὲ ἐπορεύθη τοῦ χειροτονῆσαι ἐφ᾿ ἑαυτῶν βασιλέα καὶ εἶπαν τῇ ἐλαίᾳ· Βασίλευσον ἐφ᾿ ἡμῶν. Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· Ἀφεῖσα τὴν πιότητά μου ἣν ἐδόξασεν ἐν ἐμοὶ ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων; Καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ· Δεῦρο, βασίλευσον ἐφ᾿ ἡμῶν. Καὶ εἶπεν αὐτὴ ἡ συκῆ· Ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθόν, πορευθῶ τοῦ ἄρχειν τῶν ξύλων; Καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον· Δεῦρο, βασίλευσον ἐφ᾿ ἡμῶν. Καὶ εἶπεν ἡ ῥαμνος πρὸς τὰ ξύλα· Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ᾿ ὑμῶν, δεῦτε ὑπόστητε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου. - 253. ΣΝΓ' – Ξυλευόμενος καὶ Ἑρμῆς
Ξυλευόμενός τις παρὰ ποταμῷ τὸν οἰκεῖον ἀπέβαλε πέλεκυν. Ἀμηχανῶν τοίνυν παρὰ τὴν ὄχθην καθίσας ὠδύρετο. Ἑρμῆς δὲ μαθὼν τὴν αἰτίαν καὶ οἰκτείρας τὸν ἄνθρωπον, καταδὺς εἰς τὸν ποταμὸν χρυσοῦν ἀνήνεγκε πέλεκυν, καὶ εἰ οὗτός ἐστιν ὃν ἀπώλεσεν ἤρετο. Τοῦ δὲ μὴ τοῦτον εἶναι φαμένου, αὖθις καταβὰς ἀργυροῦν ἀνεκόμισε. Τοῦ δὲ μηδὲ τοῦτον εἶναι τὸν οἰκεῖον εἰπόντος, ἐκ τρίτου καταβὰς ἐκεῖνον τὸν οἰκεῖον ἀνήνεγκε. Τοῦ δὲ τοῦτον ἀληθῶς εἶναι τὸν ἀπολωλότα φαμένου, Ἑρμῆς ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην, πάντας αὐτῷ ἐδωρήσατο. Ὁ δὲ παραγενόμενος πρὸς τοὺς ἑταίρους τὰ συμβάντα αὐτοῖς διεξελήλυθεν· ὧν εἱς τις τὰ ἴσα διαπράξασθαι ἐβουλεύσατο, καὶ παρὰ τὸν ποταμὸν ἐλθὼν καὶ τὴν οἰκείαν ἀξίνην ἐξεπίτηδες ἀφεὶς εἰς τὸ ῥεῦμα κλαίων ἐκάθητο. Ἐπιφανεὶς οὖν ὁ Ἑρμῆς κἀκείνῳ καὶ τὴν αἰτίαν μαθὼν τοῦ θρήνου, καταβὰς ὁμοίως χρυσῆν ἀξίνην ἐξήνεγκε καὶ ἤρετο εἰ ταύτην ἀπέβαλε. Τοῦ δὲ σὺν ἡδονῇ· Ναὶ ἀληθῶς ἥδ᾿ ἐστί φήσαντος, μισήσας ὁ θεὸς τὴν τοσαύτην ἀναίδειαν, οὐ μόνον ἐκείνην κατέσχεν, ἀλλ᾿ ουδὲ τὴν οἰκείαν ἀπέδωκεν. Ὁ μῦθος δηλοῖ ὅτι, ὅσον τοῖς δικαίοις τὸ θεῖον συναίρεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.
δεύτερη έκδοση
Ξυλευόμενός τις παρά τινα ποταμὸν τὸν πέλεκυν ἀπέβαλε· τοῦ δὲ ῥεύματος παρασύραντος αὐτόν, καθήμενος ἐπὶ τῆς ὄχθης ὠδύρετο, μέχρις οὗ ὁ Ἑρμῆς ἐλεήσας αὐτὸν ἧκε. Καὶ μαθὼν παρ᾿ αὐτοῦ τὴν αἰτίαν δι᾿ ἣν ἔκλαιε, τὸ μὲν πρῶτον καταβὰς χρυσοῦν αὐτῷ πέλεκυν ἀνήνεγκε καὶ ἐπυνθάνετο εἰ οὗτος αὐτοῦ εἴη. Τοῦ δὲ εἰπόντος μὴ τοῦτον εἶναι, ἐκ δευτέρου ἀργυροῦν ἀνήνεγκε καὶ πάλιν ἀνηρώτα εἰ τοῦτον ἀπέβαλεν. Ἀρνησαμένου δὲ αὐτοῦ, τὸ τρίτον τὴν ἰδίαν ἀξίνην ἀνεκόμισε. Τοῦ δὲ ἐπιγνόντος, ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην πάσας αὐτῷ ἐχαρίσατο. Καὶ ὃς ἐπανελόμενος, ἐπειδὴ παρεγένετο πρὸς τοὺς ἑταίρους, τὰ γεγενημένα αὐτοῖς διηγήσατο. Τῶν δέ τις ἐποφθαλμιάσας ἐβουλήθη καὶ αὐτὸς τῶν ἴσων περιγενέσθαι. Διόπερ ἀναλαβὼν πέλεκυν παρεγένετο ἐπὶ τὸν αὐτὸν ποταμὸν καὶ ξυλευόμενος ἐπίτηδες τὴν ἀξίνην εἰς τὰς δίνας ἀφῆκε καθεζόμενός τε ἔκλαιεν. Ἑρμοῦ δὲ ἐπιφανέντος καὶ πυνθανομένου τί τὸ συμβεβηκὸς εἴη, ἔλεγε τὴν τοῦ πελέκεως ἀπόλειαν. Τοῦ δὲ χρυσοῦν αὐτῷ ἀνενεγκόντος καὶ διερωτῶντος εἰ τοῦτον ἀπολώλεκεν, ὑπὸ τοῦ κέρδους ὑποφθὰς ἔφασκεν αὐτὸν εἶναι. Καὶ ὁ θεὸς αὐτῷ οὐ μόνον οὐκ ἐχαρίσατο, ἀλλ᾿ οὐδὲ τὸν ἴδιον πέλεκυν ἀποκατέστησεν. Ὁ λόγος δηλοῖ ὅτι, ὅσον τοῖς δικαίοις τὸ θεῖον συναγωνίζεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται. - 254. ΣΝΔ' – Ὁδοιπόροι καὶ ἄρκτος
Δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. Ἄρκτου δὲ αὐτοῖς ἐπιφανείσης, ὁ μὲν ἕτερος φθάσας ἀνέβη ἐπί τι δένδρον καὶ ἐνταῦθα ἐκρύπτετο, ὁ δὲ ἕτερος μέλλων περικατάληπτος γίνεσθαι, πεσὼν κατὰ τοῦ ἐδάφους τὸν νεκρὸν προσεποιεῖτο. Τῆς δὲ ἄρκτου προσενεγκούσης αὐτῷ τὸ ῥύγχος καὶ περιοσφραινομένης τὰς ἀναπνοὰς συνεῖχε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ ζῷον. Ὑποχωρησάσης δέ, ὁ ἀπὸ τοῦ δένδρου καταβὰς ἐπυνθάνετο αὐτοῦ τί ἡ ἄρκτος πρὸς τὸ οὖς εἴρηκεν. Ὁ δὲ εἶπε· Τοῦ λοιποῦ τοιούτοις μὴ συνοδοιπορεῖν φίλοις οἳ ἐν κινδύνοις οὐ παραμένουσιν. Ὁ λόγος δηλοῖ ὅτι τοὺς γνησίους τῶν φίλων αἱ συμφοραὶ δοκιμάζουσιν.
δεύτερη έκδοση
Δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. Καὶ δὴ ἄρκτος αὐτοῖς συναντήσας τὸν μὲν ἕνα εἰς φυγὴν ἔτρεψεν· ὃς καὶ ἀναβὰς ἐπὶ δένδρον ἐκρύβη. Ὁ δὲ ἕτερος τοῦτο ποιῆσαι μὴ δυνηθείς, ὡς ἔγνω ἑαυτὸν μέλλοντα κυριευθῆναι ὑπὸ τῆς ἄρκτου, πεσὼν ἐπὶ τῆς γῆς προσεποιεῖτο τεθνάναι. Ἡ δὲ ἄρκτος ἐλθοῦσα ἐπ τὴν κεφαλὴν αὐτοῦ ὠσφραίνετο τήν τε ἀναπνοὴν αὐτοῦ καὶ τὰς φρένας καὶ τὴν ἀκοήν. Ὁ δὲ εὐτόνως κατεῖχε τὴν ἀναπνοὴν αὐτοῦ. Ἡ δὲ ἄρκτος ὑπολαβοῦσα νεκρὸν αὐτὸν εἶναι ἀνεχώρησε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὴν ἄρκτον. Ὁ δὲ ἕτερος καταβὰς ἀπὸ τοῦ δένδρου ἐπυνθάνετο τί πρὸς τὸ οὖς αὐτοῦ ἐλάλει ἡ ἄρκτος. Ὁ δὲ εἶπε· Τοῦτο ἔφη· ἀπὸ τοῦ νῦν τοιούτοις μὴ συνόδευε φίλοις. Ὁ μῦθος δηλοῖ ἀπέχεσθαι τῶν φίλων οἵτινες ἐν καιρῷ περιστάσεως οὐ περιμένουσι βοηθῆσαι τοῖς φίλοις. - 255. ΣΝΕ' – Ὁδοιπόροι καὶ κόραξ
Πορευομένοις τισὶν ἐπὶ πρᾶξίν τινα κόραξ ὑπηντησε τὸν ἕτερον τῶν ὀφθαλμῶν πεπηρωμένος. Ἐπιστραφέντων δὲ αὐτῶν καί τινος ὑποστρέψαι παραινοῦντος, τουττο γὰρ σημαίνειν τὸν οἰωνόν, ἕτερος ὑποτυχὼν εἶπε· «Καὶ πῶς οὗτος ἡμῖν δύναται τὰ μέλλοντα μαντεύεσθαι, ὃς οὐδὲ τὴν ἰδίαν πήρωσιν προεῖδεν, ἵνα φυλάξηται;» Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ἐν τοῖς ἰδίοις ἄβουλοι καὶ εἰς τὰς τῶν πέλας συμβουλίας ἀδόκιμοί εἰσιν. - 256. ΣΝΣΤ' – Ὁδοιπόροι καὶ πέλεκυς
Δύο ἐν ταὐτῷ ὡδοιπόρουν. Ἑτέρου δὲ πέλεκυν εὑρόντος, ὁ ἕτερος ἔλεγεν· Εὑρήκαμεν. Ὁ δὲ ἕτερος παρῄνει μὴ λέγειν Εὑρήκαμεν, ἀλλ᾿ Εὕρηκας. Μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν ἀποβεβληκότων τὸν πέλεκυν, ὁ ἔχων αὐτὸν διωκόμενος ἔλεγε πρὸς τὸν συνοδοιπόρον· Ἀπολώλαμεν. Ἐκεῖνος δὲ ἔφη· Μὴ ἀπολώλαμεν εἴπῃς, ἀλλ᾿ ἀπολώλα· οὐδὲ γὰρ, ὅτε τὸν πέλεκυν εὗρες, ἐμοὶ αὐτὸν ἀνεκοινώσω. Ὁ λόγος δηλοῖ ὅτι οἱ μὴ μεταλαβόντες τῶν εὐτυχημάτων οὐδὲ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.
δεύτερη έκδοση
Δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν, καὶ θἀτέρου πέλεκυν εὑρόντος, ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτῷ μὴ λέγειν· Εὕρηκα, ἀλλ᾿ Εὑρήκαμεν. Μετὰ μικρὸν δὲ ἐπέλθοντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποβεβληκότων, ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν· Ἀπολώλαμεν. Ὁ δὲ εἶπεν· Ἀλόλωλα λέγε, οὐκ ἀπολώλαμεν· καὶ γὰρ καὶ ὅτε τὸν πέλεκυν εὗρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν. Ὁ μῦθος δηλοῖ ὅτι οἱ μὴ μεταλαμβάνοντες τῶν εὐτυχημάτων οὐδ᾿ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι. - 257. ΣΝΖ' – Ὁδοιπόροι καὶ πλάτανος
Ὁδοιπόροι θέρους ὥρᾳ περὶ μεσημβρίαν ὑπὸ καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο. Ἀναβλέψαντες δὲ εἰς τὴν πλάτανον ἔλεγον πρὸς ἀλλήλους ὡς ἀνωφελές ἐστιν ἀνθρώποις τοῦτο ἄκαρπον τὸ δένδρον. Ἡ δὲ ὑποτυχοῦσα ἔφη· Ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες, ἀχρείαν με καὶ ἄκαρπον ἀποκαλεῖτε. Οὕτω καὶ τῶν ἀνθρώπων τινὲς ἀτυχεῖς εἰσιν ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι. - 258. ΣΝΗ' – Ὁδοιπόροι καὶ φρύγανα
Ὁδοιπόροι κατά τινα αἰγιαλὸν ὁδεύοντες ἦλθον ἐπί τινα σκοπιάν. Κἀκεῖθεν θεασάμενοι φρύγανα πόῤῥωθεν ἐπιπλέοντα, ναῦν εἶναι μεγάλην ᾠήθησαν. Διὸ δὴ προσέμενον, ὡς μελλούσης αὐτῆς προσορμίζεσθαι. Ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα ἐγγυτέρω ἐγένετο, οὐκέτι ναῦν, ἀλλὰ πλοῖον ἐδόκουν βλέπειν. Ἐξενεχθέντα δὲ αὐτὰ φρύγανα ὄντα ἰδόντες, πρὸς ἀλλήλους ἔφασαν ὡς ἄρα μάτην ἡμεῖς τὸ μηδὲν ὂν προσεδεχόμεθα. Ὁ μῦθος δηλοῖ ὅτι τῶν ἀνθρώπων ἔνιοι ἐξ ἀπροόπτου δοκοῦντες φοβεροὶ εἶναι, ὅταν εἰς πεῖραν ἔλθωσιν, οὐδενὸς εὑρίσκονται ἄξιοι.
δεύτερη έκδοση
Ὁδοιπόροι κατά τινα αἰγιαλὸν ὁδεύοντες, ὡς ἦλθον ἐπί τινα σκοπιάν, ἐνθένδε θεασάμενοι φρύγανα πόῤῥωθεν ἐπιπλέοντα, ᾠήθησαν ναῦν εἶναι μεγάλην. Διὸ προσέμενον ὡς μέλλουσαν προσορμίζεσθαι. Ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα μικρὸν προσεπέλαζον, ἀπεκαραδόκουν ὑπολαμβάνοντες πλοῖον εἶναι οὐκέτι μέγα ὡς τὸ πρότερον. Ἐγγὺς δὲ παντελῶς ἐξενεχθέντα αὐτὰ ἰδόντες φρύγανα ὄντα, ἔφασαν πρὸς ἀλλήλους· Τὸ μηδὲν ὂν ἡμεῖς μάτην προσεδεχόμεθα. Οὑτω καὶ τῶν ἀνθρώπων ἔνιοι ἐξ ἀπροόπτου δοκοῦντες φοβεροὶ εἶναι, ὅταν εἰς διάπειραν ἔλθωσιν, εὑρίσκονται οὐδενὸς ἄξιοι. - 259. ΣΝΘ' – Ὁδοιπόρος καὶ Ἀλήθεια
Ὁδοιπορῶν τις ἐν ἐρήμῳ εἷδε γυναῖκα μόνην κατηφῆ ἑστῶσαν, καί φησιν αὐτῇ· Τίς εἶ; Ἡ δὲ ἔφη· Ἀλήθεια. – καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς; Ἡ δὲ εἶπεν· Ὅτι τοῖς πάλαι καιροῖς παρ᾿ ὀλίγοις ἦν τὸ ψεῦδος· νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστίν, ἐάν τι ἀκούειν καὶ λέγειν θέλῃς. Ὅτι κάκιστος βίος καὶ πονηρὸς τοῖς ἀνθρώποις ἐστίν, ὅτε τὸ ψεῦδος προκρίνεται τῆς ἀληθείας. - 260. ΣΞ' – Ὁδοιπόρος καὶ Ἑρμῆς
Ὁδοιπόρος πολλὴν ὁδὸν ἀνύων ηὔξατο, ἐὰν εὕρῃ τι, τούτου τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθήσειν. Περιτυχὼν δὲ πήρᾳ, ἐν ᾗ ἀμύγδαλά τε ἦν καὶ φοίνικες, ταῦτα ἀνείλατο οἰόμενος ἀργύριον εἶναι. Ἐκτινάξας δέ, ὡς εὗρε τὰ ἐνόντα, ταῦτα καταφαγὼν καὶ λαβὼν τῶν τε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπών· Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐντὸς ὧν εὗρον καὶ τὰ ἐκτὸς πρὸς σὲ διανενέμημαι. Πρὸς ἄνδρα φιλάργυρον διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον ὁ λόγος εὔκαιρος.
δεύτερη έκδοση
Ὁδοιπόρος πολλὴν ἀνύσας ὁδὸν ηὔξατο, εἰ ἄρα εὑρήσει τι, τὸ ἥμισυ τούτου τῷ ἑρμῇ ἀναθήσειν. Περιτυχὼν δὲ πήρᾳ μεστῇ φοινίκων καὶ ἀμυγδάλων, καὶ ταύτην ἀνελόμενος, ἐκείνους μὲν ἔφαγε, τὰ δὲ τῶν φοινίκων ὀστᾶ καὶ τὰ τῶν ἀμυγδάλων κελύφη ἐπί τινος ἀνέθηκε βωμοῦ, φήσας· Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· τοῦ γὰρ εὑρεθέντος τὰ ἐκτὸς καὶ ἐντὸς πρὸς σὲ διανενέμημαι. Ὁ μῦθος πρὸς ἄνδρα φιλάργυρον καὶ τοὺς θεοὺς διὰ πλεονεξίαν κατασοφιζόμενον. - 261. ΣΞΑ' – Παῖς καὶ Τύχη
Ἐγγὺς φρέατος παῖς τις ἐκοιμᾶτο. Ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἐβόα· Ἀνάστα καὶ ἄπελθε ἐντεῦθεν, μή πως κάτωθεν τοῦ φρέατος πέσῃς, καὶ ἐμὲ τὴν Τύχην καταμέμψωνται πάντες. Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις σφαλλόμενοι καὶ πράττοντες κακῶς περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τὴν τύχην. - 262. ΣΞΒ' – Ὄνοι πρὸς τὸν Δία
Ὄνοι ποτὲ ἀχθόμενοι ἐπὶ τῷ συνεχῶς ἀχθοφορεῖν καὶ ταλαιπωρεῖν πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία, λύσιν τινὰ αἰτούμενοι τῶν πόνων. Ὁ δὲ αὐτοῖς ἐπιδεῖξαι βουλόμενος ὅτι τοῦτο ἀδύνατόν ἐστιν, ἔφη τότε αὐτοὺς ἀπαλλαγήσεσθαι τῆς κακοπαθείας, ὅταν οὐροῦντες ποταμὸν ποιήσωσι. Κἀκεῖνοι αὐτὸν ἀληθεύειν ὑπολαβόντες ἀπ᾿ ἐκείνου καὶ μέχρι νῦν ἔνθα ἂν ἀλλήλων οὖρον ἴδωσιν, ἐνταῦθα καὶ αὐτοὶ περιιστάμενοι οὐροῦσιν. Ὁ λόγος δηλοῖ ὅτι τὸ ἑκάστῳ πεπρωμένον ἀθεράπευτόν ἐστι. - 263. ΣΞΓ' – Ὄνον ἀγοράζων
Ὄνον τις ἀγοράσαι μέλλων ἐπὶ πείρᾳ αὐτὸν ἔλαβε· καὶ εἰσαγαγὼν εἰς τοὺς ἰδίους ἐπὶ τῆς φάτνης αὐτὸν ἔστησεν. Ὁ δὲ καταλιπὼν τοὺς ἄλλους παρὰ τῷ ἀργοτάτῳ καὶ ἀδηφάγῳ ἔστη. Καὶ ὡς οὐδὲν ἐποίει, δήσας καὶ ἀπαγαγὼν τῷ δεσπότῃ αὐτὸν ἀπέδωκε. Τοῦ δὲ διερωτῶντος εἰ οὕτως ἀξίαν αὐτοῦ τὴν δοκιμασίαν ἐποιήσατο, ὑποτυχὼν εἶπεν· Ἀλλ᾿ ἔγωγε οὐδὲν ἐπιδέομαι πείρας· οἶδα γὰρ ὅτι τοιοῦτός ἐστιν ὁποῖον ἐξ ἁπάντων τὸν συνήθη ἐπελέξατο. Ὁ λόγος δηλοῖ ὅτι τοιοῦτος εἶναί τις ὑπολαμβάνεται ὁποίοις ἂν ἥδηται τοῖς ἑταίροις. - 264. ΣΞΔ' – Ὄνος ἄγριος καὶ ὄνος ἥμερος
Ὄνος ἄγριος ὄνον ἥμερον θεασάμενος ἔν τινι εὐηλίῳ τόπῳ προσελθὼν ἐμακάριζεν αὐτὸν ἐπὶ τῇ εὐεξίᾳ τοῦ σώματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. Ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὀπίσω ἑπόμενον καὶ ῥοπάλῳ παίοντα εἶπεν· Ἀλλ᾿ ἔγωγε οὐκέτι σε εὐδαιμονίζω· ὁρῶ γὰρ ὅτι οὐκ ἄνευ κακῶν μεγάλων τὴν ἀφθονίαν ἔχεις. Οὕτως οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν περιγινόμενα κέρδη.Ὄνος ἄγριος ὄνον ἥμερον θεασάμενος ἔν τινι εὐηλίῳ τόπῳ προσελθὼν ἐμακάριζεν αὐτὸν ἐπὶ τῇ εὐεξίᾳ τοῦ σώματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. Ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὀπίσω ἑπόμενον καὶ ῥοπάλῳ παίοντα εἶπεν· Ἀλλ᾿ ἔγωγε οὐκέτι σε εὐδαιμονίζω· ὁρῶ γὰρ ὅτι οὐκ ἄνευ κακῶν μεγάλων τὴν ἀφθονίαν ἔχεις. Οὕτως οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν περιγινόμενα κέρδη. - 265. ΣΞΕ' – Ὄνος ἅλας βαστάζων
Μικρέμπορός τις ὄνον ἔχων εὐώνους ἅλας ἠγόρασε καὶ σφοδρῶς τὸν ὄνον ἐφόρτωσεν. Ὁ δὲ ὄνος ἄκων ὀλισθήσας εἰς ὕδωρ ἔπεσε, καὶ, λυθέντων τῶν ἁλῶν, ἠλαφρύνθη, εὐκόλως δὲ ἠγέρθη καὶ περιεπάτει ἀκόπως. Ὁ δὲ ἔμπορος πάλιν ἑτέρους ἦλθεν ἀγοράσων καὶ πλεῖον ἢ πρότερον τὸν ὄνον φορτώσας ἦγεν. Ὁ δὲ πάλιν ἑκὼν εἰς τὸ ῥεῖθρον πεσὼν ἠλαφρύνθη. Ὁ δὲ ἔμπορος τέχνην ἑτέραν νοήσας σπόγγους ὠνησάμενος πεφορτώκεν τὸν ὄνον. Ὁ δὲ ὄνος, ὡς προσῆλθε τῷ ῥείθρῳ, ἑκὼν κατέπεσε· τῶν δὲ σπόγγων διαβραχέντων, βάρος διπλοῦν ἦγε βαστάζων. Ὅτι πολλάκις ἐν ᾧ τις εὐτύχησεν, ἐν αὐτῷ καὶ πίπτει. - 266. ΣΞΣΤ' – Ὄνος βαστάζων ἄγαλμα
Ὄνῳ τις ἐπιθεὶς ξόανον ἦγε· πολλοὶ δὲ προσεκύνουν τῶν συναντώντων. Ὁ δὲ ὄνος τυφωθείς, νομίζων αὐτὸν προσκυνεῖν τοὺς ἀγροίκους, σκιρτῶν ἤμελλε τὸν θεὸν ῥίψειν. Ἀλλὰ τοῦτον ξύλοις παίων ὁ δεσπότης εἶπεν· Ὄνος εἶ θεὸν φέρων, ἀλλ᾿ οὐ θεοῖς ὑπάρχεις ὁμότιμος. [Ὅτι] κτηνώδεις ἄνδρας, τοὺς τυφωμένους ἐπ᾿ ἀλλοτρίαις δόξαις ὁ μῦθος ἐλέγχει. - 267. ΣΞΖ' – Ὄνος ἐνδυσάμενος λεοντῆν καὶ ἀλώπηξ
Ὄνος ἐνδυσάμενος λέοντος δορὰν περιῄει ἐκφοβῶν τὰ ἄλογα ζῷα. Καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο καὶ ταύτην δεδίττεσθαι. Ἡ δὲ (ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα) ἔφη πρὸς τὸν ὄνον· Ἀλλ᾿ εὖ ἴσθι ὡς καὶ ἐγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα. Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται. - 268. ΣΞΗ' – Ὄνος ἵππον μακαρίζων
Ὄνος ἵππον ἐμακάριζεν, ὡς ἀφθόνως τρεφόμενον καὶ ἐπιμελῶς, αὐτὸς μηδ᾿ ἀχύρων ἅλις ἔχων, καὶ ταῦτα πλεῖστα ταλαιπωρῶν. Ἐπεὶ δὲ καιρὸς ἐπέστη πολέμου, καὶ ὁ στρατιώτης ἔνοπλος ἀνέβη τὸν ἵππον, πανταχόσε τοῦτον ἐλαύνων, καὶ δὴ καὶ μέσον τῶν πολεμίων εἰσήλασε, καὶ ὁ ἵππος πληγεὶς ἔκειτο. Ταῦτα ἑωρακὼς ὁ ὄνος τὸν ἵππον μεταβαλλόμενος ἐταλάνιζεν. Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τοὺς ἄρχοντας καὶ πλουσίους ζηλοῦν, ἀλλὰ τὸν κατ᾿ ἐκείνων φθόνον καὶ τὸν κίνδυνον ἀναλογιζομένους τὴν πενίαν ἀγαπᾶν.
δεύτερη έκδοση
Ὄνος δέ ποτε ἐμακάριζεν ἵππον διὰ τὴν τροφὴν αὐτοῦ καὶ θεραπείαν, αὑτοῦ δὲ τύχην ὄνος κατεμυκτήρει, ὡς ἀχθοφόρου καὶ πολλὰ κοπιῶντος, οὐδὲ ἄχυρον λαμβάνοντος εἰς κόρον. Ὅτε δ᾿ ἐπέστη ὁ καιρὸς τοῦ πολέμου, ὁ στρατιώτης σὺν τοῖς ὅπλοις ἐπέβη ὧδε κἀκεῖσε τὸν ἵππον ἐγκεντρίζων. Ὁ δὲ εἰς μέσον ἐμβὰς τῶν πολεμίων ξιφήρης εὐθὺς ἔκειτο ἐπ᾿ ἐδάφους. Ὡς οὖν ἑώρα τοῦτον ευθὺς ὁ ὄνος, μετεβάλλετο καὶ τὸν ἵππον ἠλέει. Ὅτι τοὺς πλουσίους καὶ ἄρχοντας οὐ δεῖ ζηλοῦν, ἀλλὰ τὸν κατ᾿ ἐκείνων φθόνον καὶ κίνδυνον ἀναλογιζομένους ἀγαπᾶν χρὴ τὴν πενίαν, ἡσυχίας μητέρα. - 269. ΣΞΘ' – Ὄνος καὶ ἀλεκτρυὼν καὶ λέων
Ὄνῳ ποτὲ ἀλεκτρυὼν συνεβόσκετο. Λέοντος δ᾿ ἐπελθόντος τῷ ὄνῳ, ὁ ἀλεκτρυὼν ἐφώνησε· καὶ ὁ μὲν λέων --φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοβεῖσθαι-- ἔφυγεν. Ὁ δ᾿ ὄνος, νομίσας δι᾿ αὑτὸν πεφευγέναι, ἐπέδραμεν εὐθὺς τῷ λέοντι. Ὡς δὲ πόῤῥω τοῦτον ἐδίωξεν, ἔνθα μηκέτι ἡ τοῦ ἀλεκτρυόνος ἐφικνεῖτο φωνή, στραφεὶς ὁ λέων τοῦτον κατεθοινήσατο. Ὁ δὲ θνῄσκων ἐβόα· Ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην; Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ οὕτως ὑπ᾿ ἐκείνων ἀπόλλυνται.
δεύτερη έκδοση
Ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλεκτρυὼν ἦσαν. Λέων δὲ λιμώττων, ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν καταθοινήσασθαι. Παρὰ δὲ τὸν ψόφον τοῦ ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας (φασὶ γὰρ πτύρεσθαι τοὺς λέοντας πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνάς) εἰς φύγην ἐτράπη. Καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατ᾿ αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοβήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν. Ὁ δέ, ὡς μακρὰν ἐγένετο, κατέφαγεν αὐτόν. - 270. ΣΟ' – Ὄνος καὶ ἀλώπηξ καὶ λέων
Ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον ἐπὶ ἄγραν. Λέοντος δὲ περιτυχόντος αὐτοῖς, ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον, προσελθοῦσα τῷ λέοντι, ὑπέσχετο παραδώσειν αὐτῷ τὸν ὄνον, ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγείληται. Τοῦ δὲ αὐτὴν ἀπολύσειν φήσαντος, προσαγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρεσκεύασε. Καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον, πρῶτον τὴν ἀλώπεκα συνέλαβεν, εἶθ᾿ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη. Οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ ἑαυτοὺς συναπολλύντες. - 271. ΣΟΑ' – Ὄνος καὶ βάτραχοι
Ὄνος ξύλων γόμον φέρων λίμνην διέβαινεν· ὀλισθὼν δέ, ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετό τε καὶ ἔστενεν. Οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν ἔφασαν· Ὦ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριβες ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ; Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ᾿ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος. - 272. ΣΟΒ' – Ὄνος καὶ ἡμίονος ἐξ ἴσου ἐμπεφορτισμένοι
Ὄνος καὶ ἡμίονος ἐν ταὐτῷ ἐβάδιζον. Καὶ δὴ ὁ ὄνος ὁρῶν τὸν τοὺς ἀμφοῖν γόμους ἴσους ὄντας ἠγανάκτει καὶ ἐσχετλίαζεν, εἴγε διπλασίονος τροφῆς ἠξιωμένη ἡ ἡμίονος οὐδὲν περιττότερον βαστάζει. Μικρὸν δὲ αὐτῶν τῆς ὁδοῦ προϊόντων, ὁ ὀνηλάτης ὁρῶν ὄνον ἀντέχειν μὴ δυνάμενον, ἀφελόμενος αὐτοῦ τὸ φορτίον τῇ ἡμιόνῳ ἐπέθηκεν. Ἔτι δὲ αὐτῶν πόῤῥω προβαινόντων, ὁρῶν ἔτι μᾶλλον ἀποκάμνοντα, πάλιν ἀπὸ τοῦ γόμου μετετίθει, μέχρι τὰ πάντα λαβὼν καὶ ἀφελόμενος ἀπ᾿ αὐτοῦ τῇ ἡμιόνῳ ἐπέθηκε. Καὶ τότε ἐκείνη ἀποβλέψασα εἰς τὸν ὄνον εἶπεν· Ὦ οὗτος, ἆρά σοι οὐ δοκῶ δικαίως τῆς διπλῆς τροφῆς ἀξιωθῆναι; Ἀτὰρ οὖν καὶ ἡμᾶς προσήκει μὴ ἀπὸ τῆς ἀρχῆς, ἀλλ᾿ ἀπὸ τοῦ τέλους τὴν ἑκάστου δοκιμάζειν διάθεσιν. - 273. ΣΟΓ' – Ὄνος καὶ κηπουρός
Ὄνος ὑπηρετούμενος κηπωρῷ, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πλεῖστα δ᾿ ἐμόχθει, ηὔξατο τῷ Διὶ ὥστε τοῦ κηπωροῦ ἀπαλλαγεὶς ἑτέρῳ ἀπεμποληθῆναι δεσπότῃ. Τοῦ δὲ Διὸς ἐπακούσαντος καὶ κελεύσαντος αὐτὸν κεραμεῖ πραθῆναι, πάλιν ἐδυσφόρει, πλέον ἢ πρότερον ἀχθοφορῶν καὶ τόν τε πηλὸν καὶ τοὺς κεράμους κομίζων. Πάλιν οὖν ἀμεῖψαι τὸν δεσπότην ἱκέτευε, καὶ βυρσοδέψῃ ἀπεμπολεῖται. Εἰς χείρονα τοίνυν τῶν προτέρων δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ᾿ αὐτοῦ πραττόμενα, μετὰ στεναγμῶν ἔφη· Οἴμοι τῷ ταλαιπωρῷ, βέλτιον ἦν μοι παρὰ τοῖς προτέροις δεσπόταις μένειν· οὗτος γάρ, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου κατεργάσεται. Ὁ μῦθος δηλοῖ ὅτι τότε μάλιστα τοὺς προτέρους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν τῶν δευτέρων λάβωσι πεῖραν.
δεύτερη έκδοση
Ὄνος κηπουρῷ δουλεύων, ἐπειδὴ ὀλίγα μὲν ἔσθιε, πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διὶ ὅπως τοῦ κηπουροῦ αὐτὸν ἀπαλλάξας ἑτέρῳ δεσπότῃ ἐγχειρίσῃ. Ὁ δὲ Ἑρμῆν πέμψας ἐκέλευσε κεραμεῖ αὐτὸν πωλῆσαι. Πάλιν δὲ αὐτοῦ δυσφοροῦντος, ἐπειδὴ καὶ πολλῷ πλείονα ἀχθοφορεῖν ἠναγκάζετο, καὶ τὸν Δία ἐπικαλουμένου, τὸ τελευταῖον ὁ Ζεὺς παρεσκεύασεν αὐτὸν βυρσοδέψῃ πραθῆναι. Καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου πραττόμενα, ἔφη· Ἀλλ᾿ ἔμοιγε αἱρετώτερον ἦν παρὰ τοῖς προτέροις δεσπόταις ἀχθοφοροῦντα λιμώττειν ἢ ἐνταῦθα παραγενέσθαι, ὅπου, ἐὰν ἀποθάνω, οὐδὲ ταφῆς ἀξιωθήσομαι. Ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα τοὺς πρώτους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν καὶ ἑτέρων πεῖραν λάβωσιν. - 274. ΣΟΔ' – Ὄνος καὶ κόραξ καὶ λύκος
Ὄνος ἡλκωμένος τὸν νῶτον ἔν τινι λειμῶνι ἐνέμετο. Κόρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος κρούοντος, ὁ ὄνος ἀλγῶν ὠγκᾶτό τε καὶ ἐσκίρτα. Τοῦ δὲ ὀνηλάτου πόῤῥωθεν ἑστῶτος καὶ γελῶντος, λύκος παριὼν ἐθεάσατο καὶ πρὸς ἑαυτὸν ἔφη· Ἄθλιοι ἡμεῖς, οἵ, κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα, τούτους δὲ καὶ προσιόντας προσγελῶσιν. Ὁ λόγος δηλοῖ ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων [καὶ ἐξ αὐτῶν τῶν προσώπων] καὶ ἐξ ἀπροόπτου δῆλοί εἰσιν. - 275. ΣΟΕ' – Ὄνος καὶ κύων
Ὄνον τις ἔτρεφε καὶ κύνα ὡραῖον.
Ὁ μὲν ἐν αὐλῇ παρὰ φάτναις δεσμώτης
ἔτρωγε κριθάς, χόρτον, ὥσπερ εἰώθει·
κύων δὲ χαρίεις ὤν, εὐρύθμως παίζων
τὸν δεσπότην περιέσκαιρε ποικίλως·
ἐκεῖνος δ᾿ αὐτὸν κατεῖχε ἐν τοῖς κόλποις.
Ὁ δέ γε ὄνος τὴν μὲν νύκτα ἀλήθων
πυρὸν φίλης Δήμητρος, ἡμέρας δ᾿ ὕλην
ἦγεν ἀφ᾿ ὕψους, ἐξ ἀγροῦ δ᾿ ὅσον χρεία.
Δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμώξας
σκύμνον θεωρῶν ἐν ἁβρότητι πάσῃ,
φάτνης ὀνείης δεσμὰ καὶ κάλους ῥήξας
ἐς μέσον αὐλῆς ἦλθ᾿ ἄμετρα λακτίζων·
σαίνων δὲ οὐρᾷ καὶ θέλων περισκαίρειν,
τὴν μὲν τράπεζαν ἐς μέσον βαλὼν θλάσεν,
ἅπαντα δ᾿ εὐθὺς ἠλόησε τά σκεύη,
δειπνοῦντα δ᾿ εὐθὺς ἦλθε δεσπότην κύσων
νώτοις ἐπεμβάς. Ἐσχάτου δὲ κινδύνου
θεράποντες ἐν μέσῳ ὡς εἶδον, ᾖξαν,
κρανείαις δὲ ἄλλος ἄλλοθεν προσκρούων
ἔθεινον, ὥστε καὐτὸς ὕστατ᾿ ἐκπνέων
ἔφη· Οἷα χρή με δυσδαίμονα τλῆναι·
τί γὰρ παρ᾿ οὐρηέσι οὐκ ἐπολεύμην,
βαιῷ δ᾿ ὁ μέλεος κυνὶ παρισούμην;
Ὅτι οὐ πάντες πρὸς πάντα ἴσοι πεφύκασι, κἂν φθόνῳ ἀλαζονεύωνται - 276. ΣΟΣΤ' – Όνος και κύων συνοδοιπορούντες
Ὄνος καὶ κύων ἐν ταὐτῷ ὡδοιπόρουν. Εὑρόντες δὲ ἐπὶ γῆς ἐσφραγισμένον γραμμάτιον, ὁ ὄνος λαβὼν καὶ ἀναῤῥήξας τὴν σφραγῖδα καὶ ἀναπτύξας, διεξῄει εἰς ἐπήκοον τοῦ κυνός. Περὶ βοσκημάτων δὲ ἐτύγχανε τὰ γράμματα χόρτου τε, φημί, καὶ κριθῆς καὶ ἀχύρου. Ἀηδῶς οὖν ὁ κύων, τοῦ ὄνου ταῦτα διεξιόντος, διέκειτο· ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ· Ὑπόβαθι, φιλτατε, μικρόν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς διαλαμβάνων. Ὁ δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν καὶ μηδὲν εὑρηκὼς ὧν ὁ κύων ἐζήτει, ἀντέφησεν αὖθις ὁ κύων· Βάλε κατὰ γῆς, ὡς ἀδόκιμον πάντῃ, φίλε, τυγχάνον. - 277. ΣΟΖ' – Ὄνος καὶ ὀνηλάτης
Ὄνος πλατείας ὁδοῦ ἐκτραπεὶς ἐπὶ κρημνὸν ἐφέρετο. Τοῦ δὲ ὀνηλάτου ἐπιβοῶντος· Ἄθλιε, ποῦ φέρει; καὶ τῆς οὐρᾶς ἐπιλαβομένου καὶ ἕλκοντος πρὸς ἑαυτόν, τῆς εἰς τὰ πρόσω φορᾶς ὁ ὄνος οὐχ ἵστατο. Ὁ δὲ ἔτι μᾶλλον ὠθήσας αὐτὸν ἔφη· Ὕπαγε, νίκα τὴν κακὴν νίκην ἐν τῷ ἀναθέματι. [Ὅτι] τοὺς ἀπολλυμένους οἰκείᾳ ἀφροσύνῃ ὁ μῦθος ἐλέγχει. - 278. ΣΟΗ' – Ὄνος καὶ τέττιγες
Ὄνος ἀκούσας τεττίγων ᾀδόντων ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ καὶ ζηλώσας αὐτῶν τὴν φωνὴν ἐπελάθετο καὶ τῆς οἰκείας φωνῆς. Οὕτως οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες καὶ ἃ ἔχουσι δυστυχοῦσι. - 279. ΣΟΘ' – Ὄνος νομιζόμενος λέων εἶναι
Ὄνος ἐπεθύμει λέων εἶναι δοκεῖν. Καὶ μεταθεῖναι τὴν φύσιν οὐκ ἔχων ἐπὶ τοῦ σχήματος ἀνεπλήρου τὸν πόθον, καὶ λεοντῆν περικείμενος, οἷα λέων τοὺς τῶν γεωργῶν ἐλυμαίνετο πόνους. Καὶ πνεύσας βιαιότερος ἄνεμος γυμνοῖ μὲν αὐτὸν τοῦ προκαλύμματος, φανέντα δὲ ὄνον ῥοπάλοις ἀνῄρουν ὧν τοὺς πόνους κατήσθιεν. Κόσμος ἐπείσακτος τοῖς χρωμένοις γίνεται κίνδυνος. - 280. ΣΠ' – Ὄνος παλιούρους ἐσθίων καὶ ἀλώπηξ
Ὄνος παλιούρων ἤσθιεν ὀξείην χαίτην. Τὸν δ᾿ εἶδεν ἀλώπηξ, κερτομοῦσα δ᾿ εἰρήκει· Πῶς οὕτως ἁπαλῇ καὶ ἀνειμένῃ γλώσσῃ σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις; Ὁ μῦθος πρὸς τοὺς σκληροὺς καὶ ἐπικινδύνους προφέροντας διὰ γλώσσης λόγους.
δεύτερη έκδοση
Ὄνος ἀκανθώδεις παλιούρους ἔσθιε. Τοῦτον δὲ ἰδοῦσα ἀλώπηξ εἶπεν· Πῶς οὕτω τῇ ἁπαλῇ γλώσσῃ τὸ σκληρὸν καὶ ἀκανθῶδες προσφάγιον ἐσθίεις; Ὅτι οὐ δεῖ φλυάρων ἀνδρῶν κατηγορίας ἀκούειν· εἰς κίνδυνον γὰρ ἄγουσι τὸν ἀκούοντα. - 281. ΣΠΑ' – Ὄνος πατήσας σκόλοπα καὶ λύκος
Ὄνος πατήσας σκόλοπα χωλὸς εἱστήκει. Λύκον δὲ ἰδὼν καὶ φοβηθεὶς εἶπεν· Ὦ λύκε, ἀποθνῄσκω ἐκ πόνου· καλὸν δέ μοί ἐστι σοῦ δεῖπνον γενέσθαι ἢ γυπῶν καὶ κοράκων. Χάριν δὲ μίαν αἰτῶ σε, ἐξελεῖν τοῦ ποδός μου πρῶτον τὸν σκόλοπα, ὅπως μὴ μετὰ πόνου θνήξωμαι. Ὁ δὲ λύκος ἄκροις ὀδοῦσι τὸν σκόλοπα δακὼν ἐξεῖλεν. Ὁ δὲ λυθεὶς τοῦ πόνου, τὸν λύκον ἔτι χάσκοντα λακτίσας φεύγει, ῥῖνα καὶ μέτωπον καὶ ὀδόντας συγκλάσας. Ὁ δὲ λύκος ἔφη· Οἴμοι, δίκαια πάσχω, ὅτι μάγειρος εἶναι μαθὼν πρῶτον, νῦν ἱππίατρος ἐγενόμην. Ὅτι τινὲς διπλοῖς κινδύνοις περιπεσόντες καὶ τοῖς ἐχθροῖς ὠφελεῖν πειρωμένοις δολίως ἀνταμοιβὴν κακὴν παρέσχον. - 282. ΣΠΒ' – Ὀρνιθοθήρας καὶ ἄγριαι καὶ ἥμεραι περιστεραί
Ὀρνιθοθήρας πετάσας τὰ λῖνα ἐκ τῶν ἡμέρων περιστερῶν προσέδησεν· εἶτα ἀποστὰς αὐτὸς πόῤῥωθεν ἀπεκαραδόκει τὸ μέλλον. Ἀγρίων δὲ ταύταις προσελθουσῶν καὶ τοῖς βρόχοις ἐμπλακεισῶν, προσδραμὼν συλλαμβάνειν αὐτὰς ἐπειρᾶτο. Τῶν δὲ αἰτιωμένων τὰς ἡμέρους, εἴγε ὁμόφυλοι οὖσαι αὐταῖς τὸν δόλον οὐ προεμήνυσαν, ἐκεῖναι ὑποτυχοῦσαι ἔφασαν· Ἀλλ᾿ ἡμῖν γε ἄμεινον δεσπότας φυλάττεσθαι ἢ τῇ ἡμετέρᾳ συγγενείᾳ χαρίζεσθαι. Οὕτω καὶ τῶν οἰκετῶν οὐ μεμπτέοι εἰσὶν ὅσοι δι᾿ ἀγάπην τῶν οἰκείων δεσποτῶν παραπίπτουσι τῆς τῶν οἰκείων συγγενῶν φιλίας. - 283. ΣΠΓ' – Ὀρνιθοθήρας καὶ κορύδαλος
Ὀρνιθορήρας ὄρνισιν ἵστη παγίδας. Κορύδαλος δὲ τοῦτον πόῤῥωθεν ἰδὼν ἐπυνθάνετο τί ποτ᾿ ἐργάζοιτο. Τοῦ δὲ πόλιν κτίζειν φαμένου, εἶτα δὲ ποῤῥωτέρω ἀποχωρήσαντος καὶ κρυβέντος, ὁ κορύδαλος τοῖς τοῦ ἀνδρὸς λόγοις πιστεύσας, προσελθὼν εἰς τὸν βρόχον ἑάλω. Τοῦ δὲ ὀρνιθοθήρα ἐπιδραμόντος, ἐκεῖνος εἶπεν· Ὦ οὗτος, εἰ τοιαύτην πόλιν κτίζεις, οὐ πολλοὺς εὑρήσεις τοὺς ἐνοικοῦντας. Ὁ μῦθος δηλοῖ ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσιν.
δεύτερη έκδοση
Ὀρνιθοθήρας πτηνοῖς πάγην ἵστη. Κορύδαλος δὲ αὐτὸν θεασάμενος ἤρετο τί ποιεῖ. Τοῦ δὲ εἰπόντος πόλιν κτίζειν καὶ μικρὸν ὑποχωρήσαντος, πεισθεὶς τοῖς λόγοις προσῆλθε, καὶ τὸ δέλεαρ ἐσθίων ἔλαθεν ἐμπεσὼν εἰς τοὺ βρόχους. Τοῦ δὲ ὀρνιθοθήρα προσδραμόντος καὶ συλλαβόντος αὐτόν, ἔφη· Ὦ οὗτος, ἐὰν τοιαύτας πόλεις κτίζῃς, οὐ πολλοὺς τοὺς ἐνοικοῦντας εὑρήσεις. Ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεποὶ ὦσιν. - 284. ΣΠΔ' – Γεωργὸς καὶ πελαργός
Ἀρούρῃ παγίδας γεωργὸς ἐστήσατο κατὰ τῶν τὸν σπόρον βιβρωσκομένων γεράνων. Σὺν αὐταῖς οὖν εἰλήφει καὶ πελαργόν. Ὁ δὲ θερμῶς ἠντιβόλει τοῦ ἀφεθῆναι· Οὐ γάρ εἰμι γέρανος, ἔλεγεν, ἀλλὰ πελαργός, τὸ εὐσεβέστατον ζῷον καὶ τοῖς πατράσιν εὐνοϊκώτατον. Ἰδὲ γάρ μου καὶ τὴν χροιὰν ὡς ὀυχ ὁμοία ἐκείναις. Ὁ δὲ ἔφη· Οὐκ οἶδα τί λέγεις. Ἔγωγε σὺν αὐταῖς σε κατέσχον καὶ τὴν ὁμοίαν ψῆφον ἐπιτάξαι σοι μέλλω. Ὅτι ἐπισφαλὲς τὸ συγκοινωνεῖν κακοῖς καὶ ἐπικίνδυνον. - 285. ΣΠΕ' – Ὀρνιθοθήρας καὶ πέρδιξ
Ὀρνιθοθήρας, ὀψιαίτερον αὐτῷ ξένου παραγενομένου, μὴ ἔχων ὅ τι αὐτῷ παραθείη, ὥρμησεν ἐπὶ τὸν τιθασσὸν πέρδικα καὶ τοῦτον θύειν ἔμελλε. Τοῦ δὲ αἰτιωμένου αὐτὸν ὡς ἀχάριστον, εἴγε πολλὰ ὠφελούμενος παρ᾿ αὐτοῦ τοὺς ὁμοφύλους ἐκκαλουμένου καὶ παραδιδόντος, αὐτὸς ἀναιρεῖν αὐτὸν μέλλει, ἔφη· Ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύσω, εἰ μηδὲ τῶν ὁμοφύλων ἀπέχῃ. Ὁ λόγος δηλοῖ ὅτι οἱ τοὺς οἰκείους προδιδόντες οὐ μόνον ὑπὸ τῶν ἀδικουμένων μισοῦνται, ἀλλὰ καὶ ὑπὸ τούτων οἷς προδίδονται. - 286. ΣΠΣΤ' – Ὄρνις καὶ χελιδών
Ὄρνις ὄφεως ὠὰ εὑροῦσα, ταῦτα ἐπιμελῶς ἐθέρμαινε καὶ μετὰ τὸ θερμᾶναι ἐξεκόλαψε. Χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· Ὦ ματαία, τί ταῦτα ἀνατρέφεις ἅπερ, ἂν αὐξηθῇ, ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται; Οὕτως ἀτιθάσσευτός ἐστιν ἡ πονηρία, κἂν τὰ μάλιστα εὐεργετῆται. - 287. ΣΠΖ' – Ὄρνις χρυσοτόκος
Ὄρνιν τις εἶχε καλὴν χρυσᾶ ὠὰ τίκτουσαν· νομίσας δὲ ἔνδον αὐτῆς ὄγκον χρυσίου εἶναι καὶ θύσας εὗρεν οὖσαν ὁμοίαν τῶν λοιπῶν ὀρνίθων. Ὁ δὲ ἀθρόον πλοῦτον ἐλπίσας εὑρεῖν καὶ τοῦ μικροῦ κέρδους ἐστερήθη. Ὅτι τοῖς παροῦσιν ἀρκείσθω τις καὶ τὴν ἀπληστίαν φευγέτω.
δεύτερη έκδοση
Ὄρνιθα δέ τις πάνυ καλλίστην εἶχεν, ἥτις ἔτικτεν ἀεὶ ὠὰ χρυσέα. Ὁ δὲ νομίσας χρυσὸν ἔνδον ὑπάρχειν σφάξας πάραυτα εὗρε ταύτην ὁμοίαν ὥσπερ τὰ λοιπὰ ὑπάρχειν τῶν ὀρνίθων. Ὁ δὲ τὸν πλοῦτον εὑρηκέναι νομίσας απεστέρηται καὶ τοῦ μικροῦ τοῦ κέρδους. Ὁ μῦθος δηλοῖ ὅτι ἔχων τι ἀρκέσθητι ἐπὶ τούτῳ, τὴν δὲ ἀπληστίαν φεῦγε, μή πως καὶ ὅ ἔχεις ἀπολέσῃς. - 288. ΣΠΗ' – Οὐρὰ καὶ μέλη ὄφεως
Δράκοντος ἡ οὐρὰ τῇ κεφαλῇ ἐστασίασεν, ἀξιοῦσα ἡγεῖσθαι παρὰ μέρος καὶ μὴ διὰ παντὸς ἀκολουθεῖν ἐκείνῃ. Λαβοῦσα δὲ τὴν ἡγεμονίαν ἑαυτήν τε κακῶς ἀπήλλαττε ἀνοίᾳ πορευομένη καὶ τὴν κεφαλὴν κατέξαινε τυφλοῖς καὶ κωφοῖς μέρεσιν ἀναγκαζομένην παρὰ φύσιν ἕπεσθαι. Ὁ λόγος δηλοῖ ὅτι οἱ πρὸς χάριν ἅπαντα πολιτευόμενοι τοιαῦτα πάσχουσι. - 289. ΣΠΘ' – Ὄφις καὶ γαλῆ καὶ μύες
Ὄφις καὶ γαλῆ ἔν τινι οἰκίᾳ ἐμάχοντο. Οἱ δὲ ἐνταῦθα μύες ἀεὶ καταναλισκόμενοι ὑπὸ ἀμφοτέρων, ὡς ἐθεάσαντο αὐτοὺς μαχομένους, ἐξῆλθον βαδίζοντες. Ἰδόντες δὲ τοὺς μύας, τότε ἀφέντες τὴν πρὸς ἑαυτοὺς μάχην, ἐπ᾿ ἐκείνους ἐτράπησαν. Οὕτω καὶ ἐπὶ τῶν πόλεων οἱ ἐν ταῖς τῶν δημαγωγῶν στάσεσιν ἑαυτοὺς παρεισβάλλοντες λανθάνουσιν αὐτοὶ ἑκατέρων παρανάλωμα γινόμενοι. - 290. Σϟ' – Ὄφις καὶ καρκῖνος
Ὄφις καρκίνῳ συνδιῃτᾶτο, ἑταιρείαν πρὸς αὐτὸν ποιησάμενος. Ὁ μὲν οὖν καρκῖνος ἁπλοῦς ὢν τὸν τρόπον, μεταβαλέσθαι κἀκείνῳ παρῄνει τῆς πανουργίας. Ὁ δὲ οὐδοτιοῦν ἑαυτὸν παρεῖχε πειθόμενον. Ἐπιτηρήσας δ᾿ ὁ καρκῖνος αὐτὸν ὑπνοῦντα καὶ τοῦ φάρυγγος τῇ χηλῇ λαβόμενος καὶ ὅσον οἷόν τε πιέσας, φονεύει. Τοῦ δ᾿ ὄφεως μετὰ θάνατον ἐκταθέντος, ἐκεῖνος εἶπεν· Οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν εἶναι· οὐδὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας. Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς φίλοις σὺν δόλῳ προσιόντες αὐτοὶ μᾶλλον βλάπτονται. - 291. ΣϟΑ' – Ὄφις πατούμενος καὶ Ζεύς
Ὄφις ὑπὸ πολλῶν πατούμενος ἀνθρώπων τῷ Διὶ ἐνετύγχανε περὶ τούτου. Ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν· Ἀλλ᾿ εἰ τὸν πρότερόν σε πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος ἐπεχείρησε τοῦτο ποιῆσαι. Ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς πρώτοις ἐπιβαίνουσιν ἀνθιστάμενοι τοῖς ἄλλοις φοβεροὶ γίνονται. - 292. ΣϟΒ' – Παιδίον ἐσθίον σπλάγχνα
Βοτῆρες ἐπ᾿ ἀγρῷ θύοντες αἶγα τοὺς σύνεγγυς ἐκάλεσαν. Σὺν αὐτοῖς δὲ ἦν καὶ γυνὴ πενιχρά, μεθ᾿ ἧς καὶ ὁ παῖς αὐτῆς. Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον ὀγκωθὲν τὴν γαστέρα ἐκ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες. Ὁ μῦθος οὗτος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀπαιτηθῇ ταῦτα, οὕτως ἄχθεται ὥσπερ ἐὰν οἴκοθεν ταῦτα ἐδίδου. - 293. ΣϟΓ' – Παῖς ἀκρίδας θηρεύων καὶ σκορπίος
Παῖς τις θηρεύων ἀκρίδας περιέτυχε σκορπίῳ. Ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν θεασάμενος, τὸ κέντρον ὀξύνας, εἶπεν· Ἄπελθε, παῖ, καὶ σώζου, μὴ κἀμὲ θηρεύων πάσας ἃς ἔχεις ἀπολέσῃς. Ὁ μῦθος δηλοῖ ὄτι προσέχειν δεῖ τοὺς δυναμένους πάντας βλάπτειν. - 294. ΣϟΔ' – Παῖς καὶ κόραξ
Μαντευομένης τινὸς περὶ τοῦ ἑαυτῆς παιδὸς νηπίου ὄντος, οἱ μάντεις προέλεγον ὅτι ὑπὸ κόρακος ἀναιρεθήσεται. Διόπερ φοβουμένη λάρνακα μεγίστην κατασκευάσασα ἐν ταύτῃ αὐτὸν καθεῖρξε, φυλαττομένη μὴ ὑπὸ κόρακος ἀναιρεθῇ. Καὶ διετέλει τεταγμέναις ὥραις ἀναπεταννῦσα καὶ τὰς ἐπιτηδείους αὐτῷ τροφὰς παρεχομένη. Καὶ ποτε ἀνοιξάσης αὐτῆς καὶ τὸ πόμα ἐπιθείσης, ὁ παῖς ἀπροφυλάκτως παρέκυψεν. Οὕτω τε συνέβη τῆς λάρνακος τὸν κόρακα κατὰ τοῦ βρέγματος κατενεχθέντα ἀποκτεῖναι αὐτόν. - 295. ΣϟΕ' – Παῖς καὶ λέων γεγραμμένος
Υἱόν τις γέρων δειλὸς μονογενῆ ἔχων γενναῖον, κυνηγεῖν ἐφιέμενον, εἶδε τοῦτον καθ᾿ ὕπνους ὑπὸ λέοντος ἀναλωθέντα. Φοβηθεὶς δὲ μή πως ὁ ὄνειρος ἀληθεύσῃ, οἴκημα κάλλιστον καὶ μετέωρον κατεσκεύασε, κἀκεῖσε τὸν υἱὸν εἰσαγαγὼν ἐφύλαττεν. Ἐζωγράφησε δὲ ἐν τῷ οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῷα, ἐν οἷς ἦν καὶ λέων. Ὁ δὲ ταῦτα μᾶλλον ὁρῶν πλείονα λύπην εἶχε. Καὶ δήποτε πλησίον τοῦ λέοντος στὰς εἶπεν· Ὦ κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ ἐμοῦ πατρὸς τῇδε τῇ οἰκίᾳ κατεκλείσθην, ὡς ἐν φρουρᾷ· τί σοι ποιήσω; Καὶ εἰπὼν ἐπέβαλε τῷ τοίχῳ τὴν χεῖρα ἐκτυφλῶσαι τὸν λέοντα. Σκόλοψ δὲ τῷ δακτύλῳ αὐτοῦ ἐμπαρεὶς ὄγκωμα καὶ φλεγμονὴν μέχρι βουβῶνος εἰργάσατο· πυρετὸς δὲ ἐπιγενόμενος αὐτῷ θᾶττον τοῦ βίου μετέστησεν. Ὁ δὲ λέων καὶ οὕτως ἀνῄρηκε τὸν παῖδα, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι. Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς δύναται τὸ μέλλον ἐκφυγεῖν. - 296. ΣϟΣΤ' – Παῖς κλέπτης καὶ μήτηρ
Παῖς φέρει δέλτον κλέψας τοῦ διδασκάλου
καὶ [τῇ] μητρὶ φέρει ταύτην μετ᾿ εὐφροσύνης.
Ἡ δὲ λαμβάνει ταύτην σὺν χαρμοσύνῃ.
Ἐν δευτέρῳ δὲ χρόνῳ ἐσθῆτα κλέπτει,
καὶ τοῦτο πράττων ὁ παῖς συχνάκις ἄγει.
Ὡς γοῦν ηὔξανεν ὁ νεανίας ἔτει,
γηράσας ποτὲ τῷ χρόνῳ μείζω κλέπτει.
Ἀλλ᾿ ὀψέ ποτε ληφθεὶς ἐπ᾿ αὐτοφώρῳ
ἄγεται κριθεὶς πρὸς φόνον, φεῦ τῆς τέχνης.
Ἀλλ᾿ ὀπίσωθεν [αὐτοῦ] ἡ μήτηρ ἱσταμένη
[καὶ] κλαίουσα ἐβόα· Τί πέπονθας τοῦτο,
[ἐμὸν] ὦ τέκνον; Ὁ δ᾿ ἔφησε πρὸς τὴν μητέρα·
Ἔγγισον δή μοι καὶ δὸς ἀσπασμόν, μῆτερ,
τὸν τελευταῖον. Ἡ δ᾿ ἐλθοῦσα πλησίον
τούτου, ἔδακεν εὐθὺς τὴν ῥίνα ταύτης,
καὶ δακὼν ἀπέκοψεν εἰς τέλος, λόγον
εἰπὼν τοιόνδε ταύτῃ· Εἰ γὰρ σύ, μῆτερ,
τὸ πρῶτον ἐτύπτησάς με, ὅτε δέλτον
σοι ἔφερον, οὐκ ἂν φόνῳ παρεδόθην.
Οὗτος ὁ μῦθος λέγει· Δεῖ τοὺς φρονίμους τὰς ῥίζας ἐκκόπτειν τῶν σφαλμάτων· ἤγουν τὰς ἀρχὰς τῶν ἁμαρτημάτων καὶ τῶν ἄλλων κακῶν, ὅπως τῆς ῥίζης κοπείσης οἱ κλάδοι ξηρανθῶσιν. - 297. ΣϟΖ' – Παῖς λουόμενος
Παῖς λουόμενος ἐν ποταμῷ ἐκινδύνευε πνιγῆναι. Καὶ ἰδών τινα παροδίτην ἐπεφώνει· Βοήθησόν τι. Ὁ δὲ ἐμέμφετο τῷ παιδὶ τολμηρίαν. Τὸ δὲ παιδίον εἶπεν· Ἀλλὰ νῦν μοι βοήθησον· ὕστερον δὲ σωθέντα μέμφου. Ὁ μῦθος δηλοῖ ὅτι μὴ μέμφου, πλὴν ἐλέει· καὶ γὰρ παράληκτον ποιεῖς τὸν λυπούμενον. - 298. ΣϟΗ' – Παρακαταθήκην εἰληφὼς καὶ Ὅρκος
Παρακαταθήκην τις λαβὼν φίλου ἀποστερεῖν διενοεῖτο. Καὶ δὴ προσκαλουμένου αὐτὸν ἐκείνου ἐπὶ ὅρκον, εὐλαβούμενος εἰς ἀγρὸν ἐπορεύετο. Γενόμενος δὲ κατὰ τὰς πύλας, ὡς ἐθεάσατό τινα χωλὸν ἐξιόντα, ἐπυνθάνετο αὐτοῦ τίς τε εἴη καὶ ποῖ πορεύοιτο. Τοῦ δὲ εἰπόντος αὑτὸν Ὅρκον εἶναι καὶ ἐπὶ τοὺς ἀσεβεῖς βαδίζειν, ἐκ δευτέρου ἠρώτα διὰ πόσου χρόνου ἐπιφοιτᾶν ταῖς πόλεσι εἴωθεν. Ὁ δὲ ἔφη· Διὰ τεσσαράκοντα ἐτῶν, ἐνίοτε δὲ καὶ τριάκοντα. Καὶ ὃς οὐδὲν μελλήσας τῇ ὑστεραίᾳ ὄμοσε μὴ εἰληφέναι τὴν παρακαταθήκην. Περιπεσὼν δὲ τῷ Ὅρκῳ, καὶ ἀπαγόμενος ὑπ᾿ αὐτοῦ ἐπὶ κρημνόν, ᾐτιᾶτο αὐτὸν ὡς προειπὼν αὐτῷ διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐδὲ πρὸς μίαν ἡμέραν ἄδειαν δέδωκεν. Ὁ δὲ ὑπολαβὼν ἔφη· Ἀλλ᾿ εὖ ἴσθι ὡς, ὅταν μέλλῃ τις ἀνιᾶσαί με, καὶ αὐθημερὸν ἐπιφοιτᾶν εἴωθα. Ὁ λόγος δηλοῖ ὅτι ἀδιόριστός ἐστιν ἡ κατὰ τῶν ἀσεβῶν ἐκ θεοῦ τιμωρία. - 299. ΣϟΘ' – Μήτηρ καὶ θυγατέρες
Γυνή τις, θυγατέρων οὖσα δυοῖν μήτηρ, ἀνδράσι συνῆψε ταύτας, τὴν μὲν κηπωρῷ, θἀτέραν δὲ κεραμεῖ. Ἐλθοῦσα τοίνυν ποτὲ πρὸς τὴν τῷ κηπωρῷ γεγαμημένην, τά τε ἄλλα ὡμίλει, καὶ πῶς ἔχοι διηρώτα. Ἡ δέ· Τὰ μὲν ἄλλα, μῆτερ, ἔφη, καλῶς· εὔχου δ᾿ ὑετῶν ἡμῖν γενέσθαι φοράν, ὡς τοῖς λαχάνοις ἐξ ἀρδείας αὔξησις ἡ κατὰ λόγον προσγένοιτο. Ἐκεῖθεν δ᾿ ἐξελθοῦσα καὶ πρὸς τὴν συνοικοῦσαν τῷ κεραμεῖ ἀφικνεῖται. Τοῖς δ᾿ αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκουσεν ὡς· Τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δ᾿ αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους τε καὶ καθαρωτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο. Καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη· Σοὶ μὲν αἰθρίαν, τῇ δὲ τῷ κηπωρῷ συνοικούσῃ παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί. Ὁ μῦθος ὅτι οἳ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι χαρίζεσθαι, ῥᾳδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων ἐπαγγέλλονται, [κἂν οὐδένων εἰσὶν ἐλάττω]. - 300. Τ' – Πέρδιξ καὶ ἄνθρωπος
Πέρδικά τις θηρεύσας ἤμελλε σφάξαι. Ἡ δὲ ἱκέτευε λέγουσα· «Ἔασόν με ζῆν καὶ ἀντ᾿ ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι κυνηγήσω.» Ὁ δὲ εἶπεν· «Δι᾿ αὐτὸ τοῦτο μᾶλλόν σε θύσω, ὅτι τοὺς συνήθεις καὶ φίλους σοι ἐνεδρεῦσαι θέλεις.» Ὅτι ὁ κατὰ φίλων αὐτοῦ δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται.
δεύτερη έκδοση
Πέρδικα δὲ τις κυνηγέτης ἀγρεύσας
ἔμελλεν αὐτὸς τοῦ καταθῦσαι ταύτην.
Ἡ δὲ ἐθρήνει ταῦτα οὕτως βοῶσα·
Ἔασόν με ζῆν, κυνηγέτα περδίκων,
ὅπως σοι κἀγὼ πέρδιξ πολλὰς προσάξω.
Ὁ δὲ πρὸς αὐτὴν οὕτως ἀνταπεκρίθη·
Διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω,
ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις.
Ὁ μῦθος δηλοῖ ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται. - 301. ΤΑ' – Περιστερὰ διψῶσα
Περιστερὰ δίψει συνεχομένη, ὡς ἐθεάσατο ἔν τινι πίνακι κρατῆρα ὕδατος γεγραμμένον, ὑπέλαβεν ἀληθινὸν εἶναι. Διόπερ πολλῷ ῤοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐντινάζασα. Συνέβη δὲ αὐτῇ, τῶν πτερῶν περιθραυσθέντων, ἐπὶ τῆς γῆς καταπεσοῦσαν ὑπό τινος τῶν παρατυχόντων συλληφθῆναι. Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ σφοδρὰς ἐπιθυμίας ἀπροσκέπτως τοῖς πράγμασιν ἐπιχειροῦντες λανθάνουσιν ἑαυτοὺς εἰς ὄλεθρον εἰσιέντες. - 302. ΤΒ' – Περιστερὰ καὶ κορώνη
Περιστερὰ ἔν τινι περιστερεῶνι τρεφομένη ἐν πολυτεκνογονείᾳ ἐφρυάττετο. Κορώνη δὲ ἀκούσασα ταύτην ἔφη· Παῦσαι τοῦ ἀλαζομεύεσθαι· ὅσον γὰρ πλέονα τέκνα ἔχεις, τοσοῦτον περισσοτέρους δούλους συνάξεις. Ὁ μῦθος δηλοῖ ὅτι τῶν οἰκετῶν δυστυχέστεροί εἰσιν ὅσοι ἐν δουλείᾳ τεκνοποιοῦσιν. - 303. ΤΓ' – Πῆραι δύο
Προμηθεὺς πλάσας ποτὲ ἀνθρώπους δύο πήρας ἐξ αὐτῶν ἀπεκρέμασε, τὴν μὲν ἀλλοτρίων κακῶν, τὴν δὲ ἰδίων, καὶ τὴν μὲν τῶν ὀθνείων ἔμπροσθεν ἔταξε, τὴν δὲ ἑτέραν ὄπισθεν ἀπήρτησεν. Ἐξ οὗ δὴ συνέβη τοὺς ἀνθρώπους τὰ μὲν ἀλλότρια κακὰ ἐξ ἀπόπτου κατοπτάζεσθαι, τὰ δὲ ἴδια μὴ προορᾶσθαι. Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πολυπράγμονα, ὃς ἐν τοῖς ἑαυτοῦ πράγμασι τυφλώττων τῶν μηδὲν προσηκόντων κήδεται. - 304. ΤΔ' – Πίθηκος καὶ ἁλιεῖς
Πίθηξ ἔν τινι ὑψηλῷ δένδρῳ καθήμενος, ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην βάλλοντας, παρετήρει τὰ ὑπ᾿ αὐτῶν γινόμενα. Καὶ δὴ τούτων τὴν σαγήνην ἐασάντων, καὶ μικρὸν ὑποχωρησάντων τοῦ φαγεῖν, καταβὰς ἀπὸ τοῦ δένδρου, ἐπειρᾶτο μιμεῖσθαι αὐτούς· φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον τοῦτο. Ἐφαψάμενος δὲ τῶν δικτύων καὶ συλληφθεὶς ἐκινδύνευε πνιγῆναι. Ὁ δὲ πρὸς ἑαυτὸν ἔφη· Ἀλλ᾿ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν; Ὁ λόγος δηλοῖ ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιβλαβής εστι. - 305. ΤΕ' – Πίθηκος καὶ δελφίς
Ἔθους ὄντος τοῖς πλέουσι Μελιταῖα κυνίδια καὶ πιθήκους ἐπάγεσθαι πρὸς παραμυθίαν τοῦ πλοῦ, πλέων τις εἶχε σὺν ἑαυτῷ καὶ πίθηκον. Γενομένων δ᾿ αὐτῶν κατὰ τὸ Σούνιον, τὸ τῆς Ἀττικῆς ἀκρωτήριον, χειμῶνα σφοδρὸν συνέβη γενέσθαι. Τῆς δὲ νεὼς περιτραπείσης καὶ πάντων διακολυμβώντων, ἐνήχετο καὶ ὁ πίθηκος. Δελφὶς δέ τις αὐτὸν θεασάμενος καὶ ἄνθρωπον εἶναι ὑπολαβών, ὑπελθὼν ἀνεῖχε διακομίζων ἐπὶ τὴν χέρσον. Ὡς δὲ κατὰ τὸν Πειραιᾶ ἐγένετο, τὸ τῶν Ἀθηναίων ἐπίνειον, ἐπυνθάνετο τοῦ πιθήκου εἰ τὸ γένος ἐστὶν Ἀθηναῖος. Τοῦ δὲ εἰπόντος καὶ λαμπρῶν ἐνταυθα τετυχηκέναι γονέων, ἐπανήρετο εἰ καὶ τὸν Πειραιά ἐπίσταται. Ὑπολαβὼν δὲ ὁ πίθηκος περὶ ἀνθρώπου αὐτὸν λέγειν, ἔφη καὶ μάλα φίλον εἶναι αὐτῷ καὶ συνήθη. Καὶ ὁ δελφὶς ἐπὶ τοσούτῳ ψεύδει ἀγανακτήσας, βαπτίζων αὐτὸν ἀπέκτεινεν. Ὁ μῦθος πρὸς ἄνδρας οἳ τὴν ἀλήθειαν οὐκ εἰδότες ἀπατᾶν νομίζουσιν.
δεύτερη έκδοση
Ἔθος ἐστὶ τοῖς πλέουσιν ἐπάγεσθαι κύνας Μελιταίους καὶ πιθήκους πρὸς παραμυθίαν τοῦ πλοῦ. Καὶ δή τις πλεῖν μέλλων πίθηκον συνανήνεγκε. Γενομένων δὲ αὐτῶν κατὰ Σούνιον --ἐστὶ δὲ τοῦτο Ἀθηναίων ἀκρωτήριον-- συνέβη χειμῶνα σφοδρὸν γενέσθαι. Περιτραπείσης δὲ τῆς νηὸς καὶ πάντων διακολυμβώντων, καὶ ὁ πίθηκος ἐνήχετο. Δελφὶς δὲ θεασάμενος αὐτὸν καὶ οἰόμενος ἄνθρωπον εἶναι ὑπεξελθὼν διεκόμιζεν. Ὡς δὲ ἐγένετο κατὰ τὸν Πειραιᾶ, τὸν λιμένα τῶν Ἀθηναίων, ἐπυνθάνετο τοῦ πιθήκου εἰ τὸ γένος Ἀθηναῖός ἐστι. Τοῦ δὲ εἰπόντος καὶ λαμπρῶν ἐνταῦθα τετυχηκέναι γονέων, ἐκ δευτέρου ἤρετο αὐτὸν εἰ ἐπίσταται τὸν Πειραιᾶ. Καὶ ὃς ὑπολαβὼν αὐτὸν ἄνθρωπον λέγειν, ἔφασκε καὶ φίλον αὐτῷ καὶ συνήθη τοῦτον. Καὶ ὁ δελφὶς ἀγανακτήσας κατὰ τῆς αὐτοῦ ψευδολογίας βαπτίζων αὐτὸν ἀπέκτεινε. Πρὸς ἄνδρα ψευδολόγον ὁ λόγος εὔκαιρος. - 306. ΤΣΤ' – Πίθηκος καὶ κάμηλος
Ἐν συνόδῳ τῶν ἀλόγων ζώων πίθηκος ἀναστὰς ὠρχήσατο. Σφόδρα δὲ αὐτοῦ εὐδοκιμοῦντος καὶ ὑπὸ πάντων ὑποσημαινομένου, κάμηλος φθονήσασα ἐβουλήθη τῶν αὐτῶν ἐφικέσθαι. Διόπερ ἐξαναστᾶσα ἐπειρᾶτο καὶ αὐτὴ ὀρχεῖσθαι. Πολλὰ δὲ αὐτῆς ἄτοπα ποιούσης, τὰ ζῷα ἀγανακτήσαντα ῥοπάλοις αὐτὴν παίοντα ἐξήλασαν. Πρὸς τοὺς διὰ φθόνον κρείττοσιν ἁμιλλωμένους ὁ λόγος εὔκαιρος. - 307. ΤΖ' – Μιμώ
Δύο τέκνων μητέρα τὸν πίθηκον εἶναι ἀκήκοα· ἀμφοτέροις οὖν κληρονομίαν χαρίζεσθαι, τῷ μὲν τὸ μῖσος, τῷ δὲ τὴν οἰκείαν ἀγάπην, δι᾿ ἧς καὶ ἀποκτείνει τὸ πεφιλημένον, συχνῶς περιπτυσσομένη καὶ περιλείχουσα. Τὸ δὲ μισηθὲν τὰς ἐρήμους φοιτῆσαν, διέδρασε τὸν κίνδυνον. Κρείττω ἡμῖν τῆς κακίστης φιλίας τὴν ἐχθρὰν ἐλέγχει ὁ μῦθος. - 308. ΤΗ' – Πλέοντες
Ἐμβάντες τινὲς εἰς σκάφος ἔπλεον. Γενομένων δὲ αὐτῶν πελαγίων, συνέβη χειμῶνα ἐξαίσιον γενέσθαι καὶ τὴν ναῦν μικροῦ καταδύεσθαι. Τῶν δὲ πλέοντων ἕτερος περιῤῥηξάμενος τοὺς πατρώους θεοὺς ἐπεκαλεῖτο μετ᾿ οἰμωγῆς καὶ στεναγμοῦ χαριστήρια ἀποδώσειν ἐπαγγελλόμενος, ἐὰν περισωθῶσι. Παυσαμένου δὲ τοῦ χειμῶνος καὶ πάλιν καινῆς γαληνῆς γενομένης, εἰς εὐωχίαν τραπέντες ὠρχοῦντό τε καὶ ἐσκίρτων, ἅτε δὴ ἐξ ἀπροσδοκήτου διαπεφευγότες κινδύνου. Καὶ στεῤῥὸς ὁ κυβερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· Ἀλλ᾿, ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος γενησομένου. Ὁ λόγος διδάσκει μὴ σφόδρα ταῖς εὐτυχίαις ἐπαίρεσθαι τῆς τύχης τὸ εὐμετάβλητον ἐννοουμένους. - 309. ΤΘ' – Πλούσιος καὶ βυρσοδέψης
Πλούσιος βυρσοδέψῃ παρῳκίσθη. μὴ δυνάμενος δὲ τὴν δυσωδίαν φέρειν διετέλει ἑκάστοτε αὐτῷ ἐπικείμενος, ἵνα μεταθῇ. Ὁ δὲ ἀεὶ αὐτὸν διανεβάλλετο λέγων μετ᾿ ὀλίγον χρόνον μεταθήσεσθαι. Τούτου δὲ συνεχῶς γενομένου, συνέβη, χρόνου διελθόντος, τὸν πλούσιον ἠθάδα τῆς ὀσμῆς γενόμενον μηκέτι αὐτῷ διενοχλεῖν. Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν πραγμάτων καταπραΰνει.
δεύτερη έκδοση
Ἐν τόπῳ τινὶ πλησίον ἀνδρὸς πλουσίου βυρσοδέψης ἔμελλεν οἰκῆσαι. Ὁ δὲ τοῦτον ἐδίωκε διὰ τὴν δυσοσμίαν. Τοῦ δὲ λέγοντος· Πρὸς ὀλίγον ἀνιαθήσῃ, μέχρις οὗ συνεθίσῃς, καὶ ἔκτοτε οὐκέτι ὀσφρανθήσῃ, ἔφη· Οὐ διὰ τὴν σὴν τέχνην ἡμεῖς τὴν αἴσθησιν ἡμῶν ἀποβαλοῦμεν. Ὅτι οὐ δεῖ κοινωνεῖν ταῖς ματαίαις συμβουλίαις, μάλιστα ταῖς πρὸς βλάβην τῆς φύσεως οὔσαις. - 310. ΤΙ' – Πλούσιος καὶ θρηνῳδοί
Πλούσιός τις δύο θυγατέρας ἔχων, συνέβη τελευτῆσαι τὴν μίαν. Καὶ δὴ θρηνητρίας μισθωσάμενος, ᾠδικώτερον ἔκλαιον. Τῆς δὲ ἑτέρας αὐτοῦ θυγατρὸς πρὸς τὴν αὑτῆς μητέρα εἰπούσης· Ἄθλιαι αὐταί, εἴγε ὧν ἐστι τὸ πάθος θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μὴ προσήκουσαι αὗται οὕτω σφοδρῶς κόπτονται. Πρὸς δὲ αὐτὴν ἡ μήτηρ ἔφη· Μὴ θαύμαζε, τέκνον· ἐπὶ προσδοκίᾳ γὰρ ἀργυρίου τοῦτο ποιοῦσιν. Ὁ μῦθος δηλοῖ ὅτι διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσιν ἀλλοτρίας συμφορὰς ἐργολαβεῖν. - 311. ΤΙΑ' – Ποιμὴν καὶ θάλασσα
Ποιμὴν ἐν παραθαλασσίῳ τόπῳ ποίμνιον νέμων, ἑωρακὼς γαληνιῶσαν τὴν θάλατταν, ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπορίαν. Ἀπεμπολήσας οὖν τὰ πρόβατα καὶ φοινίκων βαλάνους πριάμενος ἀνήχθη. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς κινδυνευούσης βαπτίζεσθαι, πάντα τὸν φόρτον ἐκβαλὼν εἰς τὴν θάλατταν, μόλις κενῇ τῇ νηῒ διεσώθη. Μετὰ δ᾿ ἡμέρας οὐκ ὀλίγας παριόντος τινὸς καὶ τῆς θαλάττης --ἔτυχε γὰρ αὕτη γαληνιῶσα-- τὴν ἠρεμίαν θαυμάζοντος, ὑπολαβὼν οὗτος εἶπεν· Ὦ λῷστε, φοινίκων αὖθις, ὡς ἔοικεν, ἐπιθυμεῖ, καὶ διὰ τοῦτο φαίνεται ἡσυχάζουσα. Ὁ μῦθος δηλοῖ ὅτι τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνεται.
δεύτερη έκδοση
Ποιμὴν ἔν τινι παραθαλασσίῳ τόπῳ νέμων, ὡς ἐθεάσατο τὴν θάλασσαν γαληνήν τε καὶ πραεῖαν, ἐπεθύμησε πλεῖν. Διόπερ πωλήσας τὰ πρόβατα, φοίνικας ἐπρίατο καὶ ναῦν ἐμφορτισάμενος ἀνήχθη. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, πάντα ἀπολέσας, μόλις ἐπὶ γῆς διενήξατο. Πάλιν δὲ γαλήνης γενομένης, ὡς ἐθεάσατό τινα ἐπὶ τῆς ἠϊόνος ἐπαινοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν, ἔφη· Ἀλλ᾿, ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ. Οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμους γίνονται μαθήματα. - 312. ΤΙΒ' – Ποιμὴν καὶ σκύλαξ
Ποιμὴν σκύλακα εἰώθει τρέφειν ἐκ τῶν θνῃσκόντων προβάτων. Καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης ἱστάμενον εἶδε τὸν κύνα, κατηφῆ καὶ δοκοῦντα δοκρύειν, καὶ ὁμαλίζων αὐτὸν εἶπεν· Καλῶς ποιεῖς συμπαθῶν· πλὴν ἀλλὰ μὴ γένοιτο μηδὲ συμβαίη ὅπερ θέλεις. Ὅτι τοιοῦτός ἐστι πᾶς ὃς κληρονόμος ἐστὶν οὐσίας, τῷ νοσοῦντι συναλγῶν καὶ προσποιούμενος κλαίειν ὑπούλως. - 313. ΤΙΓ' – Ποιμὴν καὶ λυκιδεῖς
Ποιμὴν εὑρὼν λυκίδια, ἔτρεφεν ἐπιμελῶς, οἰόμενος ὅτι μεγαλυνθέντα τηρήσουσι τὰ ἑαυτοῦ πρόβατα, ἀλλὰ καὶ ἔτι προσθήσουσιν ἁρπάζοντες ἕτερα καὶ εἰσάξουσιν ἐν τῇ αὐτοῦ μάνδρᾳ. Οἱ δὲ, ὡς ηὐξήνθησαν, πρῶτον αὐτοῦ τὴν ποίμνην διέφθειραν. Καὶ ὃς ἀναστενάξας εἶπεν· Δίκαια πέπονθα· τί φὰρ μὴ νηπίους ἀπέκτεινον; Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς πονηροὺς διασώζοντες λανθάνουσι καθ᾿ ἑαυτῶν πρῶτον αὐτοὺς ῥωννύντες. - 314. ΤΙΔ' – Ποιμὴν καὶ λύκος σὺν κυσὶ τρεφόμενος
Ποιμὴν νεογνὸν λύκου σκύμνον εὑρὼν καὶ ἀνελόμενος σὺν τοῖς κυσὶν ἔτρεφεν. Ἐπεὶ δὲ ηὐξήθη, εἴ ποτε λύκος πρόβατον ἥρπασε, μετὰ τῶν κυνῶν καὶ αὐτὸς ἐδίωκε. Τῶν δὲ κυνῶν ἔσθ᾿ ὅτε μὴ δυναμένων καταλαβεῖν τὸν λύκον καὶ διὰ ταῦτα ὑποστρεφόντων, ἐκεῖνος ἠκολούθει, μέχρις ἂν τοῦτον καταλαβών, οἷα δὴ λύκος, συμμετάσχῃ τῆς θήρας· εἶτα ὑπέστρεφεν. Εἰ δὲ μὴ λύκος ἔξωθεν ἁρπάσειε πρόβατον, αὐτὸς λάθρᾳ θύων ἅμα τοῖς κυσὶν ἐθοινεῖτο, ἕως, ὁ ποιμὴν στοχασάμενος καὶ συνεὶς τὸ δρώμενον, εἰς δένδρον αὐτὸν ἀναρτήσας ἀπέκτεινεν. Ὁ μῦθος δηλοῖ ὅτι φύσις πονηρὰ χρηστὸν ἦθος οὐ τρέφει. - 315. ΤΙΕ' – Ποιμὴν καὶ λύκου σκύμνος
Ποιμὴν μικρὸν λύκον εὑρὼν ἐθρέψατο, εἶτα σκύμνον γενόμενον ἐδίδαξεν ἁρπάζειν ἐκ τῶν σύνεγγυς ποιμνίων. Ὁ λύκος δὲ διδαχθεὶς ἔφη· Ὅρα μή πως σὺ ἐθίσας με ἁρπάζειν πολλὰ τῶν σεαυτοῦ προβάτων ζητήσῃς. Ὅτι οἱ τῇ φύσει δεινοὶ ἁρπάζειν καὶ πλεονεκτεῖν μαθόντες τοὺς διδάξαντας πολλάκις ἔβλαψαν. - 316. ΤΙΣΤ' – Ποιμὴν καὶ πρόβατα
Ποιμὴν ἐλάσας εἴς τινα δρυμῶνα τὰ πρόβατα, ὑποστρώσας ὑπὸ δρῦν τὸ ἱμάτιον καὶ αναβὰς τὸν καρπὸν κατέσειε. Τὰ δὲ πρόβατα ἐσθίοντα τοὺς βαλάνους ἔλαθον καὶ τὰ ἱμάτια συγκαταφαγόντα. Ὁ δὲ ποιμὴν καταβάς, ὡς εἶδε τὸ γεγονός· Ὦ κάκιστα, ἔφη, ζῷα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτας παρέχετε, ἐμοῦ δὲ τρέφοντος ὑμᾶς καὶ τὸ ἱμάτιον ἀφείλεσθε. Ὁ μῦθος δηλοῖ ὅτι καὶ πολλοὶ τῶν ἀνθρώπων δι᾿ ἄνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες κατὰ τῶν οἰκείων φαῦλα ἐργάζονται. - 317. ΤΙΖ' – Ποιμὴν λύκον εἰς μάνδραν εἰσάγων καὶ κύων
Μάνδρας ἔσω πρόβατα ποιμὴν εἰσάγων
μετ᾿ αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι,
εἰ μὴ ὁ κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν·
Πῶς τὰ πρόβατα τῆς ποίμνης θέλων σῶσαι
τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ;
Ὅτι μεγίστην βλάβην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν τῶν κακῶν ἡ συνοίκησις. - 318. ΤΙΗ' – Ποιμὴν παίζων
Καὶ που παιδίον ποίμνια νέμον ἐφ᾿ ὑψηλοῦ τόπου ἱστάμενον πολλάκις ἀνέκραγε· Βοηθεῖτέ μοι, λύκοι. Οἱ δὲ ἀγρότεροι τρέχοντες ἐν τῇ ποίμνῃ τοῦτον ηὕρισκον μηδαμῶς ἀληθεύοντα. Τοῦτο δὲ πολλάκις τοῦ παιδὸς πραξαμένου, οἱ τοιοῦτοι συνήρχοντο καὶ ἀεὶ ψεῦδος εὑρίσκοντες ἀπήρχοντο. Μετὰ δὲ ταῦτα τοῦ λύκου προσελθόντος, ὁ παῖς ἐβόα· Ὁ λύκος, δεῦτε. Ἐπεὶ δὲ οὐδεὶς ἐπίστευεν οὐδ᾿ ἀπήρχετο βοηθῆσαι, ὁ λύκος ἀδείας λαβόμενος, εὐκόλως τὴν ποίμνην πᾶσαν διέφθειρεν. Ὁ μῦθος δηλοῖ ὅτι τοσοῦτον οὐκ ὠφελεῖ τινα τὸ μὴ λαλεῖν τὰ ἀληθῆ ὅσον δεῖ φοβεῖσθαι μήπως ἐκ τούτου οὐδὲ τὰ ἀληθῆ λέγων εἰσακούσθῃ. - 319. ΤΙΘ' – Πόλεμος καὶ Ὕβρις
Θεοὶ πάντες ἔγημαν ἣν ἕκαστος εἴληφεν ἐν κλήρῳ. Πόλεμος παρῆν ἐσχάτῳ κλήρῳ· Ὕβριν δὲ μόνην κατέλαβεν· ταύτης περισσῶς ἐρασθεὶς ἔγημεν. Ἐπακολουθεῖ δὲ αὐτῇ πανταχοῦ βαδιζούσῃ. Ὅτι ἔνθα ἂν προέλθῃ ὕβρις ἢ ἐν πόλει ἢ ἐν ἔθνεσι, πόλεμος καὶ μάχαι εὐθὺς μετ᾿ αὐτὴν ἀκολουθεῖ. - 320. ΤΚ' – Ποταμὸς καὶ βύρσα
Ποταμὸς δι᾿ αὐτοῦ βύρσαν βοείαν φερομένην ἰδὼν ἠρώτησε· Τίς καλῇ; Τῆς δὲ εἰπούσης· Σκληρὰ καλοῦμαι, ἐπικαχλάσας τῷ ῥεύματι εἶπεν· Ἄλλο τι ζήτει καλεῖσθαι· ἐγὼ γὰρ ἤδη ἁπαλήν σε ποιήσω. Ὅτι τολμηρὸν ἄνδρα καὶ αὐθάδη πολλάκις εἰς γῆν κατήγαγε συμφορὰ βίου. - 321. ΤΚΑ' – Χήρα καὶ πρόβατον
Ἐν τόπῳ τινὶ χήρα τις εἶχε πρόβατον. Τούτου δὲ τὸν πόκον θέλουσα λαβεῖν ἔκειρεν ἀτέχνως σὺν τῷ μαλλῷ καὶ τὴν σάρκα ψαλίζουσα. Τὸ δὲ πρόβατον ἀλγοῦν ἔλεγε· Τί με βλάπτεις; πόσην γὰρ ὁλκὴν τὸ ἐμὸν αἷμα προσθήσει; Καὶ εἰ μὲν κρεῶν, ὦ δέσποινα, χρῄζεις, μάγειρος ἔστιν ὅς με συντόμως θύσει· εἰ δὲ ἐρίου καὶ πόκου, κουρεὺς ἔστι πάλιν ὃς καὶ κερεῖ με καὶ σώσει. Ὅτι οἱ ἀπειρίαν πράγματός τινος ἔχοντες καὶ διὰ πλεονεξίαν τοῦτο μεταχειριζόμενοι οὐ τοσοῦτον κέρδος ὅσην βλάβην καρποῦνται - 322. ΤΚΒ' – Προμηθεὺς καὶ ἄνθρωποι
Προμηθεὺς κατὰ πρόσταξιν Διὸς ἀνθρώπους ἔπλασε καὶ θηρία. Ὁ δὲ Ζεὺς θεασάμενος πολλῷ πλείονα τὰ ἄλογα ζῷα ἐκέλευσεν αὐτὸν τῶν θηρίων τινὰ διαφθείροντα ἀνθρώπους μετατυπῶσαι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, συνέβη ἐκ τούτου τοὺς μὴ ἐξ ἀρχῆς ἀνθρώπους πλασθέντας τὴν μὲν μορφὴν ἀνθρώπων ἔχειν, τὰς δὲ ψυχὰς θηριώδεις. Πρὸς ἄνδρα σκαιὸν καὶ θηριώδη ὁ λόγος εὔκαιρος. - 323. ΤΚΓ' – Ῥόδον καὶ ἀμάραντον
Ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη· Οἷον ἄνθος εὐπρεπὲς εἶ, καὶ ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις· μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίας. Τὸ δὲ εἶπεν· Ἐγὼ μέν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ, καί, κἂν μηδεὶς ἐκκόψῃ με, τήκομαι· σὺ δὲ ἀνθεῖς καὶ ζῇς ἀεὶ οὕτω νέον. Ὅτι κρεῖσσον ὀλιγαρκούμενόν τινα διαμένειν ἢ πρὸς ὀλίγον τρυφήσαντα μεταβολῆς δυστυχοῦς τυχεῖν ἢ καὶ ἀποθανεῖν. - 324. ΤΚΔ' – Ῥοιὰ καὶ μηλέα καὶ ἐλαία καὶ βάτος
Ῥοιὰ καὶ μηλέα περὶ κάλλους ἤριζον· πολλῶν δ᾿ ἀμπισβητήσεων μέταξυ γενομένων, βὰτος ἐκ τοῦ πλησίον ἀκούσασα φραγμοῦ· Παυσώμεθα, εἶπεν, ὦ φίλαι, ποτὲ μαχόμεναι. Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς τῶν ἀμεινόνων στάσεσι καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται εἶναί τι. - 325. ΤΚΕ' – Σαλπιγκτής
Σαλπιγκτὴς στρατὸν ἐπισυνάγων καὶ κρατηθεὶς ὑπὸ τῶν πολεμίων ἐβόα· Μὴ κτείνετέ με, ὦ ἄνδρες, εἰκῆ καὶ μάτην· οὐδένα γὰρ ὑμῶν ἀπέκτεινα· πλὴν γὰρ τοῦ χαλκοῦ τούτου οὐδὲν ἄλλο κτῶμαι. Οἱ δὲ πρὸς αὐτὸν ἔφασαν· Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν τοὺς πάντας πρὸς μάχην ἐγείρεις. Ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιεῖν.
δεύτερη έκδοση
Ἦν τις σαλπιστὴς στρατὸν ἐπισυνάγων,
ὅστις κρατηθεὶς ἐβόα τοῖς παροῦσι·
Μὴ κτείνετέ με εἰκῆ καὶ μάτην, ἄνδρες,
ἐπείπερ ἐγὼ οὐκ ἔκτεινα οὐδένα·
πλὴν γὰρ τούτου τοῦ χαλκοῦ οὐ κτῶμαι ἄλλο.
Οἱ δὲ πρὸς αὐτὸν ταῦτα οὕτως ἐβόων·
Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ ἄρτι,
ὅτι μηδὲν δυνάμενος ἐν πολέμῳ
τοῖς πᾶσι κράζεις πρὸς μάχην ἐπεγείρων.
Ὁ μῦθος δηλοῖ ὅτι πλεῖστον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιῆσαι. - 326. ΤΚΣΤ' – Σπάλαξ καὶ μήτηρ
Σπάλαξ (ἐστὶ δὲ τοῦτο τὸ ζῷον τυφλὸν) λέγει πρὸς τὴν ἑαυτοῦ μητέρα ὅτι βλέπει. Κἀκείνη περιάζουσα αὐτὸν χόνδρον λιβανωτοῦ δοῦσα ἐπηρώτα τί ποτε εἴη. Τοῦ δὲ εἰπόντος ψηφῖδα, ἔφη «Ὦ τέκνον, οὐ μόνον τοῦ βλέπειν ἐστέρησαι, ἀλλὰ καὶ τὰς ὀσφρήσεις ἀποβέβλησαι.» Οὕτως ἔνιοι τῶν ἀλαζόνων, [μέχρις οὗ] τὰ ἀδύνατα κατεπαγγέλλονται, καὶ ἐν τοῖς ἐλαχίστοις ἐξελέγχονται.
δεύτερη έκδοση
Πηρὸν ἀσπάλαξ καὶ τυφλὸν ζῷον. Εἷς οὖν τὴν μητέρα θέλων φιλῆσαι, ἀντὶ τοῦ στόματος τῷ αἰδοίῳ προσψαύει. Τοῦτο δὲ ποιῶν τοὺς ἄλλους ἀδελφοὺς οὐκ ἔλαθεν. Εἷς δὲ αὐτῶν εἶπεν ὡς θέλων τι μέγα ποιῆσαι καὶ πνοῆς ἧς εἶχες ἐστέρησαι δικαίως. Ὅτι πονηρὰ γνώμη καὶ αὐτὴν τὴν φύσιν ἀλλοιοῖ καὶ βλάπτει.
τρίτη έκδοση
Ὁ ἀσπάλαξ τυφλὸν ζῷόν ἐστι. Φησὶν οὖν ποτε τῇ μητρί· Συκαμινέαν, μῆτερ, ὁρῶ. Εἶτα αὖθίς φησι· λιβάνου ὀσμῆς πεπλήρωμαι. Κἀκ τρίτου πάλιν· Χαλκῆς, φησί, ψηφῖδος κτύπον ἀκούω. Ἡ δὲ μήτηρ ὑπολαβοῦσα εἶπεν· Ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως. Ὁ μῦθος δηλοῖ ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται. - 327. ΤΚΖ' – Σῦς ἄγριος καὶ ἀλώπηξ
Σῦς ἄγριος ἑστὼς παρὰ τι δένδρον τοὺς ὀδόντας ἠκόνα. Ἀλώπεκος δὲ αὐτὸν ἐρομένης τὴν αἰτίαν δι᾿ ἥν, μηδενὸς αὐτῷ μήτε κυνηγέτου μήτε κινδύνου ἐφεστῶτος, τοὺς ὀδόντας θήγει, ἔφη· Ἀλλ᾿ ἔγωγε οὐ ματαίως τοῦτο ποιῶ· ἐὰν γάρ με κίνδυνος καταλάβῃ, οὐ τότε περὶ τὸ ἀκονᾶν ἀσχοληθήσομαι, ἑτοίμοις δὲ οὖσι χρήσομαι. Ὁ λόγος διδάσκει δεῖν πρὸ τῶν κινδύνων τὰς παρασκευὰς ποιεῖσθαι.
δεύτερη έκδοση
Μόνιος ἄγριος ἐπί τινος ἑστὼς δένδρου τοὺς ὀδόντας ἔθηγεν. Ἀλώπεκος δ᾿ ἐρομένης τὴν αἰτίαν, ὅτι, μηδεμιᾶς προκειμένης ἀνάγκης, τοὺς ὀδόντας θήγει, ἔφη· Οὐκ ἀλόγως τοῦτο ποιῶ· εἰ γάρ με κίνδυνος περισταίη, οὔκουν με τηνικαῦτα πρὸς τὸ τοὺς ὀδόντας ἀκονᾶν ἀσχολεῖσθαι δεήσει, ἀλλὰ μᾶλλον ἑτοίμοις οὖσι χρῆσθαι. Ὁ μῦθος δηλοῖ ὅτι δεῖ πρὸς τὸν κίνδυνον παρασκευάζεσθαι. - 328. ΤΚΗ' – Σῦς ἄγριος καὶ ἵππος καὶ κυνηγέτης
Σῦς ἄγριος καὶ ἵππος ἐν ταὐτῷ ἐνέμοντο. Τοῦ δὲ συὸς παρ᾿ ἕκαστα τὴν πόαν διαφθείροντος καὶ τὸ ὕδωρ θολοῦντος, ὁ ἵππος βουλόμενος αὐτὸν ἀμύνασθαι [ἐπὶ] κυνηγέτην σύμμαχον παρέλαβε. Κἀκείνου εἰπόντος μὴ ἄλλως δύνασθαι αὐτῷ βοηθεῖν, ἐὰν μὴ χαλινόν τε ὑπομείνῃ καὶ αὐτὸν ἐπιβάτην δέξηται, ὁ ἵππος πάντα ὑπέστη. Καὶ ὁ κυνηγέτης ἐποχηθεὶς αὐτῷ καὶ τὸν σῦν κατηγωνίσατο καὶ τὸν ἵππον προσαγαγὼν τῇ φάτνῃ προσέδησεν. Οὕτω πολλοὶ δι᾿ ἀλόγιστον ὀργήν, ἕως τοὺς ἐχθροὺς ἀμύνασθαι θέλουσιν, ἑαυτοὺς ἑτέροις ὑποῤῥίπτουσιν.
δεύτερη έκδοση
Οὔπω χαλινὸν ἵππος ᾔδει, οὐδὲ νῶτον ἀνθρώπῳ παρεῖχε πρὸς καθέδραν. Σῦς δὲ αὐτὸν ἄγριος ἔβλαπτε, τὴν χλόην ἣν ἐνέμετο κόπτων καὶ κατορύσσων καὶ τὸ ὕδωρ ταράσσων ἔνθα ἔπινε. Διὰ τοῦτο ὁ μῶρος ἵππος πρὸς ἄμυναν τοῦ ἠδικηκότος συὸς διεγερθεὶς φιλίαν ἐσπείσατο μετὰ ἀνδρὸς ποικίλου, βοηθεῖν δὲ ἔλεγεν αὐτῷ καὶ ἐκδικεῖν κατὰ τοῦ βλάπτοντος ἐχθροῦ. Ὁ δὲ εἶπεν· Ὅρκῳ πίστωσόν με ὅ λέγω σοι ποιήσειν. Ὁ δὲ ἵππος ἐπείσθη. Ὁ δὲ εἶπεν· Οὐ δυνατόν με πεζὸν ὄντα καταπολεμῆσαι τοῦτον· ἀλλ᾿ ἐὰν χαλινὸν δέξῃ καί με τοῖς νώτοις σου βαστάσῃς καὶ δῷς ὅπως σε κάμπτω καί τρέχοντα κωλύω, ἐλπίζω τότε τὸν σῦν εὐκόως ἀναιρήσειν. Ὁ δὲ ἵππος ὑπὸ ὀργῆς τὰς φρένας τυπλωθεὶς παρέδωκεν ἑαυτὸν καὶ ὑπο τοῦ δοκοῦντος ὠφελεῖν ἐχειρώθη. Ὅτι θυμὸς οἶδεν δουλῶσαι καὶ ταπεινῶσαι ἄνδρα γενναῖον καὶ πρὸς ἄμυναν [γενέσθαι] τοῦ ἀδικηκότος ὡρμημένον. - 329. ΤΚΘ' – Σῦς καὶ κύων ἀλλήλαις λοιδορούμεναι
Σῦς καὶ κύων ἀλλήλαις διελοιδοροῦντο. Καὶ ἡ μὲν σῦς ὤμνυε κατὰ τῆς Ἀφροδίτης ἦ μὴν τοῖς ὀδοῦσιν ἀναῤῥήξειν τὴν κύνα. Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε» Καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις· δηλοῖς γὰρ ὑπ᾿ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἣ τὸν τῶν σῶν ἀκαθαρων σαρκῶν γευόμενον οὐδ᾿ ὅλως εἰς ἱερὸν προσίεται. Καὶ ἡ σῦς· Διὰ τοῦτο μὲν οὖν μάλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλως λυμαινόμενον παντάπασον ἀποστρέφεται· σὺ μέντοι κακῶς ὄζεις καὶ ζῶσα καὶ τεθνηκυῖα. Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ὑπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.
δεύτερη έκδοση
Ὗς καὶ κύων πρὸς ἀλλήλας διεφέροντο. Τῆς δὲ ὑὸς ὀμνυούσης τὴν Ἀφροδίτην, ἐὰν μὴ παύσηται, τοῖς ὀδοῦσιν αὐτὴν ἀνατεμεῖν, ἡ κύων ἔλεγε καὶ κατ᾿ αὐτὸ τοῦτο αὐτὴν ἀγνωμονεῖν, εἴγε Ἀφροδίτη μισεῖ, ὥστε καὶ ἐὰν φάγῃ τις ὑὸς κρέα, τοῦτον οὐκ ἐᾷ εἰς τὸ ἱερὸν αὐτῆς εἰσιέναι. Καὶ ἡ ὗς ὑποτυχοῦσα ἔφη· Ἀλλὰ τοῦτό γε οὐ στυγοῦσά με ποιεῖ, προνοουμένη δέ, ἵνα μηδείς με θύῃ. Οὕτως οἱ φρόνιμοι τῶν ῥητόρων πολλάκις καὶ τὰ ὑπὸ τῶν ἐχθρῶν προσφερόμενα ὀνείδη εἰς ἐπαίνους μετασχηματίζουσιν. - 330. ΤΛ' – Σφῆκες καὶ πέρδικες καὶ γεωργός
Σφῆκες καὶ πέρδικες δίψῃ συνεχόμενοι πρὸς γεωργὸν ἦλθον παρ᾿ αὐτοῦ αἰτοῦντες πιεῖν, ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν· οἱ μὲν πέρδικες σκάπτειν τὰς ἀμπέλους, οἱ δὲ σφῆκες κύκλῳ περιιόντες τοῖς κέντροις ἀποσοβεῖν τοὺς κλέπτας. Ὁ δὲ γεωργὸς ἔφη· Ἀλλ᾿ ἔμοιγέ εἰσι δύο βόες, οἳ μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· ἄμεινον οὖν ἐστιν ἐκείνοις δοῦναι ἤπερ ὑμῖν. Ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις ὠφελεῖν μὲν ἐπαγγελλομένους, βλάπτοντας δὲ μεγάλα.
δεύτερη έκδοση
Σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμενοι ἧκον πρὸς γεωργὸν καὶ παρὰ τούτου ποτὸν ᾔτουν ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος, οἱ μὲν πέρδικες περισκάψειν τὰς ἀμπέλους καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιήσειν, οἱ δὲ κύκλῳ περιστάντες τοῖς κέντροις τοὺς κλέπτας ἀπώσεσθαι. Κἀκεῖνος ὑποτυχὼν εἶπεν· Ἀλλ᾿ ἔμοιγέ εἰσι δύο βόες, οἵτινες μηδέν μοι κατεπαγγελλόμενοι πάντα ποιοῦσιν· οἷς ἄμεινόν ἐστιν ἢ ὑμῖν τὸ ποτὸν παρασχεῖν. Πρὸς ἄνδρα ἀχάριστον ὁ λόγος εὔκαιρος. - 331. ΤΛΑ' – Σφὴξ καὶ ὄφις
Σφὴξ ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τῷ κέντρῳ πλήσσων ἐχείμαζεν. Ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι, ἐξελθὼν ἐν τῇ ὁδῷ καὶ ἰδὼν ἅμαξαν ἐρχομένην, τὴν κεφαλὴν τῷ τρόχῳ ὑπέθηκε, φάσκων· Συναπόλλυμαι τῷ ἐχθρῷ μου. Πρὸς τοὺς συγκινδυνεύειν τῷ ἐχθρῷ ἐπιχειροῦντας. - 332. ΤΛΒ' – Ταῦρος καὶ τράγος
Λέοντα φεύγων ταῦρος εἰς σπήλαιον ἔδυ· τράγος δὲ τοῦτον τοῖς κέρασιν ἐξώθει. Ὁ δὲ εἶπεν· Οὐ σέ, ἀλλὰ τὸν λέοντα φοβοῦμαι· ἐπεὶ παρελθέτω, καὶ τότε γνώσῃ τίς ἡ δύναμις ταύρου καὶ τράγου. Ὅτι πολλάκις καὶ δυνατοὺς ἄνδρας αἱ συμφοραὶ ταπεινοῦσιν ὥστε τὰς ἐξ εὐτελῶν καὶ δειλῶν ὑπομένειν αἰκίας. - 333. ΤΛΓ' – Ταὼν καὶ γέρανος
Ἢριζεν εὐφυεῖ γεράνῳ ταὼς χρυσόπτερος, σκώπτουσα τὴν χροιὰν τῆς γεράνου. Ἡ δὲ ἔφη· Ἀλλ᾿ ἐγὼ ἄστρων ἐγγὺς ἵπταμαι καὶ φωνῶ· σὺ δὲ, ὡς ἀλέκτωρ, χαμαὶ πτερύσσῃ οὐδ᾿ ἄνω φαίνῃ. Ὅτι κρεῖσσον περίβλεπτόν τινα εἶναι σὺν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως σὺν πλουσίᾳ ἐσθῆτι.
δεύτερη έκδοση
Ταὼν δέ ποτε γεράνου κατεγέλα,
ἐκκωμῳδοῦσα τὴν χροιὰν τοῦ ὀρνέου,
λέγουσα πολλοὺς μυκτηρισμοὺς ἀθέσμους,
ὡς αὐτὴ χρυσὸν καὶ πορφύραν φοροῦσα,
ὥσπερ τις ἄναξ οὖσα, φησί, τυγχάνω.
Ὁ δὲ πρὸς αὐτὴν τοιαῦτα οὕτως λέγει·
Ἀλλ᾿ ἐγὼ φωνῶ ἔγγιστα τῶν ἀστέρων,
καὶ εἰς οὐρανῶν ἀνίπταμαι τὰ ὕψη·
σὺ δ᾿, ὡς ἀλέκτωρ, κάτωθεν βηματίζεις
μετὰ ὀρνίθων καὶ τῶν ἀλεκτορίδων.
Ὅτι κρεῖσσόν ἐστι περίβλεπτόν τινα εἶναι ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον. - 334. ΤΛΔ' – Ταὼς καὶ κολοιός
Τῶν ὀρνέων βουλομένων ποιῆσαι βασιλέα, ταὼς ἠξίου ἑαυτὸν χειροτονεῖσθαι βασιλέα διὰ τὸ κάλλος. Ἀρεσθέντων δὲ πάντων ἐπὶ τούτῳ τῶν ὀρνέων, κολοιὸς αὐτῷ εἶπεν· Ἀλλ᾿ ἐάν, σοῦ βασιλεύοντος, ἀετὸς ἡμᾶς καταδιῶξαι ἐπιχειρήσῃ, πῶς ἡμῖν ἐπαρκέσεις; Ὁ λόγος δηλοῖ ὅτι ἀεὶ τοὺς δυνάστας μὴ κάλλει, ἀλλὰ φρονήσει καὶ δυνάμει δεῖ κομεῖσθαι. - 335. ΤΛΕ' – Τέττιξ καὶ ἀλώπηξ
Τέττιξ ἐπὶ τινος ὑψηλοῦ δένδρου ᾖδεν. Ἀλώπηξ δὲ βουλομένη αὐτὸν καταφαγεῖν τοιοῦτόν τι ἐπενόησεν. Ἄντικρυς στᾶσα ἐθαύμαζεν αὐτοῦ τὴν εὐφωνίαν, καὶ παρεκάλει καταβῆναι, λέγουσα ὅτι ἐπιθυμεῖ θεάσασθαι πηλίκον ζῷον τηλικαύτην φωνὴν φθέγγεται. Κἀκεῖνος ὑπονοήσας αὐτῆς τὴν ἐνέδραν, φύλλον ἀποσπάσας καθῆκε. Προσδραμούσης δὲ ὡς ἐπὶ τὸν τέττιγα, ἔφη· Ἀλλὰ πεπλάνησαι, ὦ αὕτη, εἰ ὑπέλαβές με καταβήσεσθαι· ἐγὼ γὰρ ἀπ᾿ ἐκείνου ἀλώπεκας φυλάττομαι ἀφ᾿ οὗ ἐν ἀφοδεύματι ἀλώπεκος πτερὰ τέττιγος ἐθεασάμην. Ὅτι τοὺς φρονίνους τῶν ἀνθρώπων αἱ τῶν πέλας συμφοραὶ σωφρονίζουσι. - 336. ΤΛΣΤ' – Τέττιξ καὶ μύρμηκες
Ψῦχος ἦν καὶ χειμὼν κατ' Ὀλύμπου. Μύρμηξ δὲ πολλὰς συνάξας ἐν ἀμητῷ ἐν ἰδίοις οἴκοις ἀπέθηκε. Τέττιξ δὲ ἐπὶ τρώγλης ἐνδύνας ἐξέπνει τῇ πείνῃ λιμῷ κατεχόμενος καὶ ψύχει πολλῷ· ἐδεῖτο οὖν τοῦ μύρμηκος τροφῆς μεταδοῦναι, ὅπως καὶ αὐτὸς πυροῦ τινος γευσάμενος σωθείη. Ὁ δὲ μύρμηξ πρὸς αὐτόν· ποῦ, φησίν, ἦς τῷ θέρει; πῶς οὐ συνῆξας τροφὰς ἐν ἀμητῷ; καὶ ὁ τέττιξ φησί· ᾖδον καὶ ἔτερπον τοὺς ὁδοιποροῦντας. Ὁ δὲ μύρμηξ γέλωτα πολὺν ‹αὐτῷ› καταχέας ἔφη· οὐκοῦν χειμῶνος ὀρχοῦ. Διδάσκει ἡμᾶς ὁ μῦθος, ὅτι οὐδὲν κρεῖττον τοῦ φροντίζειν τῶν ἀναγκαίων τροφῶν καὶ μὴ ἀπασχολεῖσθαι εἰς τέρψιν καὶ κωμασίαν. Χειμῶνος ὥρᾳ τὸν σῖτον βραχέντα οἱ μύρμηκες ἔψυχον. Τέττιξ δὲ λιμώττων ᾔτει αὐτοὺς τροφήν. Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· Διὰ τί τὸ θέρος οὐ συνῆγες καὶ σὺ τροφήν; Ὁ δὲ εἶπεν· Οὐκ ἐσχόλαζον, ἀλλ᾿ ᾖδον μουσικῶς. Οἱ δὲ γελάσαντες εἶπον· Ἀλλ᾿ εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ. Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ.
δεύτερη έκδοση
Ὥρας δέ ποτε χειμῶνος τυγχανούσης,
μύρμηκες σῖτον ἡλίαζον βραχέντα.
Τέττιξ δὲ τούτους οὕτως ἰδὼν ποιοῦντας,
αὐτὸς λιμώττων καὶ μέλλων τεθνηκέναι,
δραμὼν παρ᾿ αὐτοὺς ἐδωδὴν ἐπεζήτει.
Τῶν δὲ φησάντων· Τῷ θέρει πῶς οὐκ ἔσχες,
ἀλλ᾿ ἐῤῥᾳθύμεις, καὶ προσαιτεῖς ἀρτίως;
τέττιξ ἀντεῖπεν· Ἀλλ᾿ ἐτερπόμην τότε,
αὐλῶν καὶ τέρπων ὅλους τοὺς ὁδοιπόρους.
Οἱ δὲ αὐτίκα ταῦτα ἀκηκοότες
ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐβόων·
Χειμῶνος ὀρχοῦ, εἴπερ ηὔλεις ἐν θέρει·
ἀλλ᾿ ἐν θέρει σὺ τὸν σῖτον ἀποτίθει
καὶ μὴ λυρίζων ἡδύνῃς ὁδοιπόρους.
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἢ ὀκνεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνήσας κινδύνῳ περιπέσῃ. - 337. ΤΛΖ' – Τοῖχος καὶ πάλος
Τοῖχος σπαραττόμενος ὑπὸ πάλου βιαίως ἐφώνει· Τί με σπαράττεις μηδὲν ἠδικηκότα; Καὶ ὅς· Οὐκ ἐγώ, φησίν, αἴτιος τούτου, ἀλλ᾿ ὁ ὄπισθεν σφοδρῶς με τύπτων. - 338. ΤΛΗ' – Τοξότης καὶ λέων
Ἀνῆλθέ τις ἐν ὄρει κυνηγίου χάριν. Ἰδόντα δὲ αὐτὸν ἅπαντα τὰ θηρία μακρὸν ᾤχοντο· λέων δὲ μόνος πρὸς μάχην μετεκαλεῖτο αὐτόν. Ὁ δὲ τὸ βέλος ἀφεὶς καιρίως τὸν ἰσχυρὸν ἐτραυμάτισεν, εἰπών· Ἰδὲ τὸν ἐμὸν ἄγγελον πρῶτον οἱός ἐστι καὶ αὖθις δὴ τὴν ἐμὴν ἰσχὺν δοκιμάσεις. Ὁ δὲ λέων βληθεὶς φεύγειν ὥρμησε ἀμεταστρεπτί. Ἀλώπηξ δὲ τούτῳ συνήντησε καὶ θαῤῥεῖν συνεβούλευεν. Ἔφη δὲ οὗτος· Οὐδαμῶς με πλανήσεις, δολία· ἐπεὶ γὰρ τοιοῦτον πικρὸν ἄγγελον ὁ ἄνθρωπος ἔχει, ἐὰν αὐτός μοι ἐπέλθῃ, τί ποιήσω; Ὅτι ἐκ τῆς ἀρχῆς τὸ τέλος δεῖ προϊδεῖν καὶ ἑαυτοὺς περισώζειν. - 339. ΤΛΘ' – Τράγος καὶ ἄμπελος
Τράγος δέ ποτε βλάστην ἀμπέλου τρώγων,
τούτῳ προσεῖπε· Τί με βλάπτεις ἀδίκως;
μὴ γάρ, ὦ τράγε, οὐκ ἔστιν ἄρτι χλόη;
Ὅμως, πάναφρον, ποτὲ σοῦ θυομένου,
ἐγὼ τὸν οἶνον παρέξω τῷ σῷ φόνῳ. - 340. ΤΜ' – Ὕαιναι
Ὕαιναν λέγουσι διττὴν εἶναι φύσει·
χρόνῳ γὰρ αὐτή, φασίν, ἄῤῥην τυγχάνει
καὶ μετὰ χρόνον θήλεια. Φασὶ μίαν,
κακῶς αὐτῇ ἄῤῥενος διατεθέντος,
εἰπεῖν· Ὦ φίλε, μέμνησο πρόσθεν τόδε,
αὖθις τὸν αὐτόν ποτε ἀῤῥενωθῆναι.
Ὁ λόγος τοὺς ἄρξαντας ἐπὶ χρόνον τινὰ ἐδίδαξεν ὅτι κριθέντες ἄνθρωποί ποτε ὕστερον ἔκριναν τοὺς πάλαι διδασκάλους. - 341. ΤΜΑ' – Ὕαινα καὶ ἀλώπηξ
Τὰς ὑαίνας φασί, παρ᾿ ἐνιαυτὸν ἀλλασσομένης αὐτῶν τῆς φύσεως, ποτὲ μὲν ἄρσενας, ποτὲ δὲ θηλείας γίνεσθαι. Καὶ δὴ ὕαινα θεασαμένη ἀλώπεκα ἐμέμφετο αὐτὴν ὅτι φίλην θέλουσαν αὐτῇ γενέσθαι οὐ προσίεται. Κἀκείνη ὑποτυχοῦσα εἶπεν· Ἀλλ᾿ ἐμὲ μὴ μέμφου, τὴν δὲ σὴν φύσιν, δι᾿ ἣν ἀγνοῶ πότερον ὡς φίλῃ ἢ ὡς φίλῳ σοι χρήσομαι. Πρὸς ἄνδρα ἀμφίβολον. - 342. ΤΜΒ' – Ὗς καὶ κύων περὶ εὐτοκίας
Ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. Ἔφη δ᾿ ἡ κύων εὔτοκος εἶναι μάλιστα πάντων τῶν πεζῶν ζώων. Καὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν· Ἀλλ᾿, ὅταν τοῦτο λέγῃς, ἴσθι ὅτι και τυφλοὺς τοὺς σαυτῆς σκύλακας τίκτεις. Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ᾿ ἐν τῇ τελειότητι κρίνεται. - 343. ΤΜΓ' – Φαλακρὸς ἱππεύς
Φαλακρός τις τρίχας ξένας τῇ ἑαυτοῦ κορυφῇ περιθεὶς ἵππευεν. Ἄνεμος δέ φυσήσας ἀφείλετο ταύτας· γέλως πλατὺς δὲ τοὺς παρεστῶτας εἶχεν. Κἀκεῖνος εἶπε τοῦ δρόμου παύσας· Τὰς οὐκ ἐμὰς τρίχας τί ξένον φεύγειν με, αἳ καὶ τὸν ἔχοντα ταύτας, μεθ᾿ οὗ καὶ ἐγεννήθησαν, κατέλιπον; Ὅτι μηδεὶς λυπείσθω ἐπὶ συμφορᾷ ἐπελθούσῃ· ὃ γὰρ γεννηθεὶς οὐκ ἔσχεν ἐκ φύσεως, τοῦτο οὐδὲ παραμένει· γυμνοὶ γὰρ ἤλθομεν, γυμνοὶ καὶ ἀπελευσόμεθα. - 344. ΤΜΔ' – Φιλάργυρος
Φιλάργυρός τις οὐσίαν αὐτοῦ ἅπασαν ἐξαργυρωσάμενος καὶ βῶλον χρυσοῦν ποιήσας καὶ τοῦτον ἔν τινι τοίχῳ κατορύξας, καθ᾿ ἑκάστην ἐρχόμενος ἑώρα αὐτόν. Καὶ δὴ τῶν ἐργατῶν τις παρατηρήσας, καταλαβὼν τὸν τόπον καὶ τὸ χρυσίον εὑρὼν ἀνείλατο. Μετὰ μικρὸν δὲ ἐλθὼν ὁ ἴδιος δεσπότης καὶ μὴ εὑρὼν αὐτὸ ἤρξατο κλαίειν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ. Ἰδὼν δέ τις αὐτὸν οὕτως ὀλοφυρόμενον ἐπυνθάνετο τὴν αἰτίαν καὶ μαθὼν ἔφη αὐτῷ· Ὦ οὗτος, μὴ λυποῦ, ἀλλὰ λαβὼν λίθον, θὲς ἀντ᾿ αὐτοῦ καὶ νόμιζε τὸ χρυσίον εἶναι· ὡς γὰρ ὁρῶ, οὐδὲ ὅτε ἦν, ἔχρῃζες αὐτοῦ. Ὁ μῦθος δηλοῖ ὅτι οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῇ.
δεύτερη έκδοση
Φιλάργυρός τις τὴν οὐσίαν ἐξαργυρισάμενος βῶλον χρυσοῦν ὠνήσατο καὶ τοῦτον πρὸ τοῦ τείχους κατορύξας διετέλει συνεχῶς ἐρχόμενος καὶ ἐπισκεπτόμενος. Τῶν δὲ περὶ τὸν τόπον ἐργατῶν τις παρατηρησάμενος αὐτοῦ τὰς ἀφίξεις καὶ ὑπονοήσας τὸ ἀληθές, ἀπαλλαγέντος αὐτοῦ, τὸ χρυσίον ἀνείλατο. Ὁ δέ, ὡς ἐπανελθὼν εὗρε τὸν τόπον κενόν, ἔκλαιε καὶ τὰς τρίχας ἐσπάρασσεν. Ἰδὼν δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη πρὸς αὐτόν· Μὴ λυποῦ, λαβὼν δὲ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γάρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ. Ὁ λόγος δηλοῖ ὅτι τὸ μηδέν ἑστιν ἡ κτῆσις, ἐὰν μὴ καὶ ἡ χρῆσις παρῇ. - 345. ΤΜΕ' – Χαλκεὺς καὶ κυνάριον
Χαλκεὺς εἶχε κύνα, καὶ ὅτε μὲν ἐχάλκευεν, ὁ κύων ἐκοιμᾶτο· ὅτε δὲ ἤσθιεν, παρίστατο αὐτῷ. Ὁ δὲ ὀστοῦν ῥίψας αὐτῷ εἶπεν· Ταλαίπωρε, ὑπνῶδες, ὅταν μὲν τὸν ἄκμονα κρούω, ὑπνοῖς· ὅταν δὲ τοῦς ὀδόντας κινήσω, εὐθὺς ἐγείρῃ. [Ὅτι] τοὺς ὑπνώδεις καὶ ἀργοὺς καὶ ἐξ ἀλλοτρίων πόνων τρεφομένους ὁ μῦθος ἐλέγχει.
δεύτερη έκδοση
Ἦν δέ τις χαλκεὺς κυνάριον κατέχων.
Ὁ δὲ χαλκεύων, ὁ κύων ἐκοιμᾶτο·
πάλιν ἐσθίων, ὁ κύων παρειστήκει.
Οὗτος ἐπέῤῥιψεν ὀστοῦν λαλῶν ταῦτα·
Ὦ ταλαίπωρον κυνάριον ὑπνῶδες,
τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ;
τῷ γὰρ ἄκμονι ἐμοῦ προσκεκρουκότος,
ἐπανακλίνεις σαυτὸ ἐπὶ κραββάτου,
μὴ θέλοντός σου ἀναστῆναι καθόλου·
ὅταν δὲ πάλιν τοὺς ὀδόντας κινήσω,
εὐθὺς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις.
Τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐφιεμένους ἐσθίειν ὁ μῦθος ἐλέγχει. - 346. ΤΜΣΤ' – Χειμὼν καὶ ἔαρ
Χειμὼν ἔσκωψε εἰς τὸ ἔαρ καὶ αὐτὸ ὠνείδισεν ὅτι εὐθὺς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδείς, ἀλλ᾿ ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἄρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων, ἢ καὶ ῥόδον τι περιαγαγεῖν τε τοῖς ἑαυτοῦ ὄμμασιν, καὶ παραθέσθαι [ἣ] παρὰ τὴν κόμην· ὁ δὲ ἐπιβὰς νεὼς καὶ διαβαίνων πέλαγος, ἂν τύχῃ, παρ᾿ ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμβρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι. Ἐγώ, ἔφη, ἄρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα, καὶ οὐδὲ εἰς οὐρανόν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν καὶ δεδιέναι καὶ τρέμειν καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἶκοι ἠνάγκασα. -- Τοιγαροῦν, ἔφη τὸ ἔαρ, σοῦ μὲν κἂν ἀπαλλαγεῖεν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα, καὶ νὴ μὰ Δία γε ὀνομάτων κάλλιστον, ὥστε καὶ ἀπόντος μέμνηνται καὶ φανέντος ἐπαγάλλονται. - 347. ΤΜΖ' – Χελιδὼν καὶ δράκων
Ξένη χελιδὼν ἡ τοῖς ἀνθρώποις συνοικοῦσα ἐν δικαστηρίῳ τὴν καλιὰν ἑαυτῆς ἔπηξεν ἐν τοίχῳ, κἀκεῖσε νεοττῶν ἕπτα γίνεται μήτηρ. Ὄφις δὲ ἐκ τρώγλης συρεὶς πάντας κατέφαγεν. Ἡ δὲ χελιδὼν θρηνοῦσα· Οἴμοι, ἔλεγεν, ὅτι ἔνθα πάντες δικαιοῦνται, ἐγὼ ἠδικήθην. Τοὺς ἀδίκῳ γνώμῃ τυραννοῦντας τοὺς πέλας ἐν παραβάσει νόμου ὁ μῦθος ἐλέγχει. - 348. ΤΜΗ' – Χελιδὼν καὶ κορώνη περὶ κάλλους φιλονεικοῦσαι
Χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν· ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὴν εἶπεν· Ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χειμῶνι παρατείνεται. Ὁ λόγος δηλοῖ ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας καλλίων. - 349. ΤΜΘ' – Χελιδὼν καὶ ὄρνιθες
Χελιδὼν ἐκκλησίαν τῶν ὀρνέων συναθροίσασα παρῄνει, φάσκουσα κράτιστον εἶναι τὸ μὴ προσκόπτειν ἀνθρώποις, ἀλλὰ φιλίαν συνθεμένους οἰκείως διακεῖσθαι πρὸς αὐτούς. Τῶν δὲ ὀρνέων τις τὰ ἐναντία τῇ χελιδόνι ἔλεγεν· Ἀλλὰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον κατεσθίοντες ἀναλίσκωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα μηκέτι ἔχωσι πλέκειν δίκτυα καθ᾿ ἡμῶν. Ἡ μὲν οὖν χελιδὼν ἀρίστην γνώμην ἔχουσα ἀκίνδυνος ἐγένετο ἐν ταῖς πόλεσι διατρίβουσα, καὶ ἐν ταῖς οἰκίαις τίκτουσα παρ᾿ ἀνθρώποις οὐδὲν ὑπ᾿ αὐτῶν πάσχει κακόν. Τὰ δὲ λοιπὰ ὄρνεα, ὡς μᾶλλον ὑπομείναντα κατεσθίειν τὸ σπέρμα, ὡς πάντων ὄντος τοῦ λίνου κακῶν αἰτίου, συμβαίνει λιπαρὰ γενέσθαι καὶ μάλα δικαίως ὑπὸ τῶν ἀνθρώπων συλλαμβανόμενα δαπανᾶσθαι. Οὕτως τε ταύτην τὴν κακογνωμοσύνην ὑπομείναντα, μετενόησε μὴ μετ᾿ ἀνθρώπων μένειν, ἀλλ᾿ ἐν ἀέρι πέτεσθαι. Οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι ἐν τοῖς βιωτικοῖς πράγμασι τῷ τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο ἀκίνδυνοι διεφυλάχθησαν. - 350. ΤΝ' – Χελιδὼν κομπάζουσα καὶ κορώνη
Ἡ χελιδὼν ἔφη πρὸς τὴν κορώνην· Ἐγὼ παρθένος καὶ Ἀθηναία καὶ βασίλισσα καὶ βασιλέως τῶν Ἀθηνῶν θυγάτηρ εἰμί, καὶ προσέθηκε καὶ τὸν Τηρέα καὶ τὴν βίαν καὶ τὴν ἀποκοπὴν τῆς γλώττης. Καὶ ἡ κορώνη· Τί ἄν, ἔφη, ἐποίησας, εἰ τὴν γλῶτταν εἶχες, ὅπου, τμηθείσης, τοσαῦτα λαλεῖς; Ὅτι οἱ ἀλαζόνες διὰ τοῦ λόγου ψευδολογοῦντες αὐτοὶ ἑαυτοῖς ἔλεγχος καθίστανται. - 351. ΤΝΑ' – Χελώνη καὶ ἀετός
Χελώνη ἀετοῦ ἐδεῖτο ἵπτασθαι αῦτὴν διδάξαι. Τοῦ δὲ παραινοῦντος πόῤῥω τοῦτο τῆς φύσεως αὐτῆς εἶναι, ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο. Λαβὼν οὖν αὐτὴν τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀνενεγκὼν εἶτ᾿ ἀφῆκεν. Ἡ δὲ κατὰ πετρῶν πεσοῦσα συνετρίβη. Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ἐν φιλονεικίαις τῶν φρονιμωτέρων παρακούσαντες ἑαυτοὺς ἔβλαψαν.
δεύτερη έκδοση
Χελώνη θεασαμένη ἀετὸν πετόμενον ἐπεθύμησε καὶ αὐτὴ πέτεσθαι. Προσελθοῦσα δὲ τοῦτον παρεκάλει ἐφ᾿ ᾧ βούλεται μισθῷ διδάξαι αὐτήν. Τοῦ δὲ πείθοντος καὶ λέγοντος ἀδύνατον εἶναι, καὶ ἔτι αὐτῆς ἐπικειμένης καὶ ἀξιούσης, ἄρας αὐτὴν καὶ μετέωρος ἀναβὰς ἀφῆκεν ἐπί τινος πέτρας, ὅθεν κατενεχθεῖσα ἀπεῤῥάγη καὶ τέθνηκεν. Ὅτι πολλοὶ ἐν φιλονεικίαις τῶν φρονιμωτέρων παρακούσαντες ἑαυτοὺς ἔβλαψαν. - 352. ΤΝΒ' – Χελώνη καὶ λαγωός
Ποδῶν χελώνης κατεγέλα λαγωός. Ἡ δὲ ἔφη· Ἐγώ σε τὸν ταχύπουν νικήσω. Ὁ δέ· Λόγῳ μόνῳ λέγεις τοῦτο· ἀλλ᾿ ἔριζε καὶ γνῶθι. – Τίς δὲ τὸν τόπον ὁρίσει, ἔφη, καὶ βραβεύσει τὴν νίκην; – Ἀλώπηξ, ἔφη, ἡ δικαία καὶ σοφωτάτη. Ἔταξε δὲ τὴν ἀρχὴν τὴς ὥρας τοῦ δρόμου. Ἡ δὲ χελώνη μὴ ῥᾳθυμήσασα ἤρξατο τῆς ὁδοῦ. Ὁ δὲ λαγωὸς τοῖς ποσὶ θαῤῥῶν ἐκοιμήθη. Ἐλθὼν δὲ ἐπὶ τὸν ὡρισμένον τόπον εὗρε τὴν χελώνην νικήσασαν. Ὅτι πολλαὶ φύσεις ἀνθρώπων εὐφυεῖς εἰσιν, ἀλλ᾿ ἐκ τῆς ῥᾳθυμίας ἀπώλοντο, ἐκ δὲ νήψεως καὶ σπουδῆς καὶ μακροθυμίας τινὲς καὶ φύσεως ἀργῆς περιεγένοντο. - 353. ΤΝΓ' – Χῆνες καὶ γέρανοι
Χῆνες καὶ γέρανοι ἐπὶ ταὐτοῦ λειμῶνος ἐνέμοντο. Τῶν δὲ θηρευτῶν ἐπιφανέντων, οἱ μὲν γέρανοι, κοῦφοι ὄντες, ταχέως ἀπέπτησαν, οἱ δὲ χῆνες, διὰ τὸ βάρος τῶν σωμάτων μείναντες, συνελήφθησαν. Ὁ μῦθος δηλοῖ ὅτι καὶ ἐν ἁλώσει πόλεως οἱ μὲν ἀκτήμονες εὐχερῶς φεύγουσιν, οἱ δὲ πλούσιοι δουλεύουσιν ἁλισκόμενοι. - 354. ΤΝΔ' – Χύτραι
Χύτραν ὀστρακίνην καὶ χαλκῆν ποταμὸς κατέφερεν. Ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν· Μακρόθεν μου κολύμβα, καὶ μὴ πλησίον· ἐὰν γάρ μοι σὺ προσψαύσῃς, κατακλῶμαι, κἂν ἐγὼ μὴ θέλουσα προσψαύσω. Ὅτι ἐπισφαλής ἐστι βίος πένητι δυναστοῦ ἅρπαγος πλησίον παροικοῦντι. - 355. ΤΝΕ' – Πέρδιξ καὶ γαλῆ
Πέρδικά τις πριάμενος τρέχειν οἴκῳ
ἀφῆκεν· ἡδέως γὰρ εἶχε τὸ ζῷον.
Κἀκεῖνος εὐθὺς κλαγγὴν ἐξ ἔθους ἄδων
πᾶσαν κατ᾿ αὐλὴν -- ἀκριβεία τῶν -- ᾔει.
Γαλῆ πρὸς αὐτὸν ἐπίβουλος ὡρμήθη,
καὶ πρῶτον εἶπε· Τίς μὲν εἶ, πόθεν ἥκεις;
Ἡ δέ· Ἠγόρασμαι, ἔφησεν, προσφάτως.
Ἐγὼ [χρόνον] τοσοῦτον ἐνθάδε διατρίβω
καὶ με ἔνδον ἔτεκεν ἡ μυοκτόνος [μήτηρ],
ἀλλ᾿ ἡσυχάζω καὶ προσέτι ἀνδύνω.
Σὺ δ᾿ ἄρτι πῶς ὠνητός, ὡς λέγεις, ἥκων,
παῤῥησιάζῃ, φησί, καὶ κατακρώζεις;
Πρόσφορος ὁ μῦθος πρὸς γέροντας εἰς τιμὴν προκριθέντας καὶ ὑπὸ τῶν αὐτῶν κατὰ φθόνον συνεγκλειομένους. - 356. ΤΝΣΤ' – Ψύλλα καὶ ἀνήρ
Ψύλλα ποτὲ πηδήσασα ἐπὶ πόδα ἀνδρὸς ἐκάθισεν. Ὁ δὲ τὸν Ἡρακλῆν ἐπὶ συμμαχίαν ἐκάλει. Τῆς δὲ ἐκεῖθεν αὖθις ἀφαλομένης, στενάξας εἶπεν· Ὦ Ἡράκλεις, εἰ ἐπὶ ψύλλῃ οὐ συνεμάχησας, πῶς ἐπὶ μείζοσιν ἀνταγωνισταῖς συνεργήσεις; Ὁ μῦθος δηλοῖ μὴ δεῖν ἐπὶ τῶν ἐλαχίστων τοῦ θείου δεῖσθαι, ἀλλ᾿ ἐπὶ τῶν ἀναγκαίων. - 357. ΤΝΖ' – Ψύλλα καὶ ἄνθρωπος
Ψύλλα δέ ποτέ τινι πολλὰ ἠνώχλει.
Καὶ δὴ συλλαβών· «Τίς εἶ σύ, ἀνεβόα,
ὅτι πάντα μου μέλη κατεβοσκήσω
εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων;»
Ἡ δὲ ἐβόα· «Οὕτως ζῶμεν, μὴ κτείνῃς·
μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι.»
Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη·
«Ἄρτι τεθνήξῃ χερσὶ μου ταῖς ἰδίαις·
ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγα
οὐδ᾿ ὅλως πρέπει καθόλου που φυῆναι.»
Ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ᾖ, κἂν μικρός. - 358. ΤΝΗ' – Ψύλλα καὶ βοῦς
Ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα·
Τὶ δή [παθὼν] ἀνθρώποις ὁσημέραι δουλεύεις,
καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος [τυγχάνων],
μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης
καὶ τὸ αἷμα αὐτῶν χανδόθεν πινούσης;
Ὁ δ᾿· Οὐκ ἄχαρίς εἰμι μερόπων γένει·
στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι [ἐκτόπως],
τρίβομαί τε συχνῶς μέτωπόν [τε] καὶ ὤμους.
Ἡ δέ· Ἀλλ᾿ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ
ἡ σοὶ φίλη τρίψις οἴκτιστος δὴ μόρος,
Ὅτε καὶ τύχῃ συμβαίνει μοι ἁλῶναι.
Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται.