Loading...

540-480 πχ

Ηράκλειτος ο Εφέσιος
Τα Ρητά κατά θέμα

Ἡράκλειτος ὁ Ἐφέσιος 540-480 πχ


ΗΡΑΚΛΕΙΤΟΥ ΠΕΡΙ ΦΥΣΕΩΣ

ΤΑ ΣΩΖΟΜΕΝΑ ΑΠΟΣΠΑΣΜΑΤΑ

Ἡ ἀρίθμηση εἶναι παλαιά, καὶ αἱ κατηγοριοποιήσεις ὁμοίως, τὰ ἀμφισβητούμενα ἀποσπάσματα φέρουν τὴν ἔνδειξή «αα»

Ο ΕΙΣ – Ο ΛΟΓΟΣ – Ο ΞΥΝΟΣ

1. τοῦ δὲ λόγου τοῦδ' ἐόντος ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι, πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιούτων, ὁκοίων ἐγὼ διηγεῦμαι κατὰ φύσιν διαιρέων ἕκαστον καὶ φράζων ὅκως ἔχει. τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιοῦσιν, ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται

2. διὸ δεῖ ἕπεσθαι τῷ ξυνῷ,τουτέστι τῷ κοινῷ· ξυνὸς γὰρ ὁ κοινός. τοῦ λόγου δ' ἐόντος ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὡς ἰδίαν ἔχοντες φρόνησιν

41. εἶναι γὰρ ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων.

114. ξὺν νόῳ λέγοντας ἰσχυρίζεσθαι χρὴ τῷ ξυνῷ πάντων, ὅκωσπερ νόμῳ πόλις, καὶ πολὺ ἰσχυροτέρως.τρέφονται γὰρ πάντες οἱ ἀνθρώπειοι νόμοι ὑπὸ ἑνὸς τοῦ θείου· κρατεῖ γὰρ τοσοῦτον ὁκόσον ἐθέλει καὶ ἐξαρκεῖ πᾶσι καὶ περιγίνεται

72. ᾧ μάλιστα διηνεκῶς ὁμιλοῦσι λόγῳ τῷ τὰ ὅλα διοικοῦντι, τούτῳ διαφέρονται, καὶ οἷς καθ᾿ ἡμέραν ἐγκυροῦσι, ταῦτα αὐτοῖς ξένα φαίνεται.

50. μὲν οὖν φησιν εἶναι τὸ πᾶν διαιρετὸν ἀδιαίρετον, γενητὸν ἀγένητον, θνητὸν ἀθάνατον, λόγον αἰῶνα, πατέρα υἱόν, θεὸν δίκαιον· «οὐκ ἐμοῦ, ἀλλὰ τοῦ λόγου ἀκούσαντας ὁμολογεῖν σοφόν ἐστιν ἓν πάντα εἶναι»

108. ὁκόσων λόγους ἤκουσα, οὐδεὶς ἀφικνεῖται ἐς τοῦτο, ὥστε γινώσκειν ὅτι σοφόν ἐστι πάντων κεχωρισμένον

32. ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα

52. αἰὼν παῖς ἐστι παίζων, πεσσεύων· παιδὸς ἡ βασιληίη

ΠΟΛΕΜΟΣ – ΕΡΙΣ

53. Πόλεμος πάντων μὲν πατήρ ἐστι, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους

80. εἰδέναι δὲ χρὴ τὸν πόλεμον ἐόντα ξυνόν, καὶ δίκην ἔριν, καὶ γινόμενα πάντα κατ' ἔριν καὶ χρεών

ΚΟΣΜΟΣ – ΦΥΣΙΣ – ΑΡΜΟΝΙΑ – ΑΝΤΙΘΕΤΑ

30. κόσμον τόνδε, τὸν αὐτὸν ἁπάντων, οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ' ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα

124. ὥσπερ σάρμα εἰκῆ κεχυμένων ὁ κάλλιστος [ὁ] κόσμος

10. συνάψιες ὅλα καὶ οὐχ ὅλα, συμφερόμενον διαφερόμενον, συνᾷδον διᾷδον, καὶ ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα

89. τοῖς ἐγρηγορόσιν ἕναν καὶ κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀποστρέφεσθαι

123. φύσις κρύπτεσθαι φιλεῖ

54. ἁρμονίη ἀφανὴς φανερῆς κρείττων

51. οὐ ξυνιᾶσιν ὅκως διαφερόμενον ἑωυτῷ ὁμολογέει· παλίντροπος ἁρμονίη ὅκωσπερ τόξου καὶ λύρης

61. θάλασσα ὕδωρ καθαρώτατον καὶ μιαρώτατον, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον

111. νοῦσος ὑγιείην ἐποίησεν ἡδὺ καὶ ἀγαθόν, λιμὸς κόρον, κάματος ἀνάπαυσιν

23. Δίκης ὄνομα οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν

79. ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος ὅκωσπερ παῖς πρὸς ἀνδρός

8. τὸ ἀντίξουν συμφέρον καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν καὶ πάντα κατ' ἔριν γίνεσθαι

3. περὶ μεγέθους ἡλίου εὖρος ποδὸς ἀνθρωπείου

60. ὁδὸς ἄνω κάτω μία καὶ ὡυτή

59. γναφείῳ (κοχλίας) ὁδὸς εὐθεῖα καὶ σκολιὴ μία καὶ ἡ αὐτή

103. ξυνὸν γὰρ ἀρχὴ καὶ πέρας ἐπὶ κύκλου περιφερείας

58. καὶ ἀγαθὸν καὶ κακόν ἕν ἐστιν, οἱ γοῦν ἰατροί τέμνοντες, καίοντες, πάντῃ βασανίζοντες κακῶς τοὺς ἀῤῥωστοῦντας, ἐπαιτέονται μηδὲν ἄξιοι μισθὸν λαμβάνειν παρὰ τῶν ἀῤῥωστούντων, ταὐτὰ ἐργαζόμενοι, τὰ ἀγαθὰ καὶ τὰς νόσους

126. τὰ ψυχρὰ θέρεται, θερμὸν ψύχεται, ὑγρὸν αὐαίνεται, καρφαλέον νοτίζεται

67. ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός (τἀναντία ἅπαντα, οὗτος ὁ νοῦς), ἀλλοιοῦται δὲ ὅκωσπερ (πῦρ), ὁπόταν συμμιγῇ θυώμασιν, ὀνομάζεται καθ᾿ ἡδονὴν ἑκάστου

99. εἰ μὴ ἥλιος ἦν, ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνη ἂν ἦν

13. ὕες βορβόρῳ ἥδονται μᾶλλον ἢ καθαρῷ ὕδατι

7. εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο, ῥῖνες ἂν διαγνοῖεν

9. ἑτέρα γὰρ ἵππου ἡδονὴ καὶ κυνὸς καὶ ἀνθρώπου

125. καὶ ὁ κυκεὼν διίσταται [μὴ] κινούμενος

96. νέκυες (πτώματα) γὰρ κοπρίων ἐκβλητότεροι

ΓΝΩΣΗ – ΠΑΙΔΕΙΑ – ΑΥΤΟΓΝΩΣΙΑ

113. ξυνόν ἐστι πᾶσι τὸ φρονέειν

17. οὐ γὰρ φρονέουσι τοιαῦτα πολλοί, ὁκόσοι ἐγκυρεῦσιν, οὐδὲ μαθόντες γινώσκουσιν, ἑωυτοῖσι δὲ δοκέουσι

18. ἐὰν μὴ ἔλπηται, ἀνέλπιστον οὐκ ἐξευρήσει, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον

116. ἀνθρώποισι πᾶσι μέτεστι γινώσκειν ἑωυτοὺς καὶ σωφρονεῖν

40. πολυμαθίη νόον ἔχειν οὐ διδάσκει· ῾Ησίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην αὖτίς τε Ξενοφάνεά τε καὶ ῾Εκαταῖον

93. ὁ ἄναξ, οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν Δελφοῖς, οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει

92. Σίβυλλα δὲ μαινομένῳ στόματι ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη χιλίων ἐτῶν ἐξικνεῖται τῇ φωνῇ διὰ τὸν θεόν

101. ἐδιζησάμην ἐμεωυτόν

122. ἀγχιβασίην

55. ὅσων ὄψις ἀκοὴ μάθησις, ταῦτα ἐγὼ προτιμέω

101Α. ὀφθαλμοὶ γὰρ τῶν ὤτων ἀκριβέστεροι μάρτυρες

107. κακοὶ μάρτυρες ἀνθρώποισιν ὀφθαλμοὶ καὶ ὦτα βαρβάρους ψυχὰς ἐχόντων

78. ἦθος γὰρ ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας, θεῖον δὲ ἔχει

86. ἀλλὰ τῶν μὲν θείων τὰ πολλά, ἀπιστίῃ διαφυγγάνει μὴ γιγνώσκεσθαι

16. λήσεται μὲν γὰρ ἴσως τὸ αἰσθητὸν φῶς τις, τὸ δὲ νοητὸν ἀδύνατόν ἐστιν, ἢ ὥς φησιν ῾Ηράκλειτος· τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι;

134. τὴν παιδείαν ἕτερον ἥλιον εἶναι τοῖς πεπαιδευμένοις (αα)

67α. ἱστός ἀράχνης...

70. παίδων ἀθύρματα τὰ ἀνθρώπινα δοξάσματα

ΗΘΙΚΗ

112. σωφρονεῖν ἀρετὴ μεγίστη, καὶ σοφίη ἀληθέα λέγειν καὶ ποιεῖν κατὰ φύσιν ἐπαΐοντας

73. οὐ δεῖ ὥσπερ καθεύδοντας ποιεῖν καὶ λέγειν· καὶ γὰρ καὶ τότε δοκοῦμεν ποιεῖν καὶ λέγειν

74. οὐ δεῖ [ὡς] παῖδας τοκεώνων, τοῦτ' ἔστι κατὰ ψιλόν· καθότι παρειλήφαμεν

71. μεμνῆσθαι δὲ καὶ τοῦ ἐπιλανθανομένου ᾗ ἡ ὁδὸς ἄγει

43. ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαϊήν

28. δοκέοντα γὰρ ὁ δοκιμώτατος γινώσκει, φυλάσσει· καὶ μέντοι καὶ Δίκη καταλήψεται ψευδῶν τέκτονας καὶ μάρτυρας

135. συντομωτάτην ὁδὸν εἰς εὐδοξίαν τὸ γενέσθαι ἀγαθόν (αα)

ΖΩΗ – ΘΑΝΑΤΟΣ – ΨΥΧΗ

27. ἀνθρώπους μένει ἀποθανόντας ἅσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν

24. ἀρῃφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι

136. ψυχαὶ ἀρηίφατοι καθερώτεραι ἢ ἐνὶ νούσοις (αα)

45. ψυχῆς πείρατα ἰὼν οὐκ ἂν ἐξεύροιο, πᾶσαν ἐπιπορευόμενος ὁδόν· οὕτω βαθὺν λόγον ἔχει

115. ψυχῆς ἐστι λόγος ἑαυτὸν αὔξων

85. θυμῷ μάχεσθαι χαλεπόν· ὃ γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται

25. μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι

62. ἀθάνατοι θνητοί, θνητοὶ ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες

48. τῷ οὖν τόξῳ ὄνομα βίος, ἔργον δὲ θάνατος

88. ταὐτό τ' ἔνι ζῶν καὶ τεθνηκὸς καὶ [τὸ] ἐγρηγορὸς καὶ καθεῦδον καὶ νέον καὶ γηραιόν· τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα

76. ζῇ πῦρ τὸν γῆς θάνατον καὶ ἀὴρ ζῇ τὸν πυρὸς θάνατον, ὕδωρ ζῇ τὸν ἀέρος θάνατον, γῆ τὸν ὕδατος

77. ψυχῇσι φάναι τέρψιν ἢ θάνατον ὑγρῇσι γενέσθαι. τέρψιν δὲ εἶναι αὐταῖς τὴν εἰς γένεσιν πτῶσιν. ἀλλαχοῦ δὲ φάναι ζῆν ἡμᾶς τὸν ἐκείνων θάνατον καὶ ζῆν ἐκείνας τὸν ἡμέτερον θάνατον

118. αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη καὶ ἀρίστη (ἢ μᾶλλον) αὔη ψυχὴ σοφωτάτη καὶ ἀρίστη

36. ψυχῇσιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή

98. αἱ ψυχαὶ ὀσμῶνται καθ᾿ Ἅιδην

21. θάνατός ἐστιν ὁκόσα ἐγερθέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες ὕπνος

90. πυρός τε ἀνταμοιβὴ τὰ πάντα καὶ πῦρ ἁπάντων ὅκωσπερ χρυσοῦ χρήματα καὶ χρημάτων χρυσός

64. τὰ πάντα οἰακίζει Κεραυνός

65. τουτέστι κατευθύνει, κεραυνὸν τὸ πῦρ λέγων τὸ αἰώνιον. λέγει δὲ καὶ φρόνιμον τοῦτο εἶναι τὸ πῦρ καὶ τῆς διοικήσεως τῶν ὅλων αἴτιον· καλεῖ δὲ αὐτὸ χρησμοσύνην καὶ κόρον

66. πάντα γάρ, φησί, τὸ πῦρ ἐπελθὸν κρινεῖ καὶ καταλήψεται

31. ἐκ πυρὸς γὰρ πάντα καὶ εἰς πῦρ πάντα τελευτᾶ

ΑΝΘΡΩΠΟΙ ΑΓΑΘΟΙ – ΦΑΥΛΟΙ

49. εἷς ἐμοὶ μύριοι, ἐὰν ἄριστος ᾖ

87. βλὰξ ἄνθρωπος ἐπὶ παντὶ λόγῳ ἐπτοῆσθαι φιλεῖ

110. ἀνθρώποις γίνεσθαι ὁκόσα θέλουσιν οὐκ ἄμεινον

104. τίς γὰρ αὐτῶν νόος ἢ φρήν; δήμων ἀοιδοῖσι πείθονται καὶ διδασκάλῳ χρείωνται ὁμίλῳ οὐκ εἰδότες ὅτι «οἱ πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοί»

117. ἀνὴρ ὁκόταν μεθυσθῇ, ἄγεται ὑπὸ παιδὸς ἀνήβου σφαλλόμενος, οὐκ ἐπαΐων ὅκη βαίνει, ὑγρὴν τὴν ψυχὴν ἔχων

83. ἀνθρώπων ὁ σοφώτατος πρὸς θεὸν πίθηκος φανεῖται καὶ σοφίᾳ καὶ κάλλει καὶ τοῖς ἄλλοις πᾶσιν

29. αἱρεῦνται γὰρ ἓν ἀντὶ ἁπάντων οἱ ἄριστοι, κλέος ἀέναον θνητῶν· οἱ δὲ πολλοὶ κεκόρηνται ὅκωσπερ κτήνεα

19. ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ' εἰπεῖν

34. ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι

133. ἄνθρωποι κακοὶ ἀληθινῶν ἀντίδικοι (αα)

22. χρυσὸν γὰρ οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον

119. ἦθος ἀνθρώπῳ δαίμων

5. καθαίρονται δ' ἄλλῳ αἵματι μιαινόμενοι οἷον εἴ τις εἰς πηλὸν ἐμβὰς πηλῷ ἀπονίζοιτο. μαίνεσθαι δ' ἂν δοκοίη, εἴ τις αὐτὸν ἀνθρώπων ἐπιφράσαιτο οὕτω ποιέοντα. καὶ τοῖς ἀγάλμασι δὲ τουτέοισιν εὔχονται, ὁκοῖον εἴ τις δόμοισι λεσχηνεύοιτο, οὔ τι γινώσκων θεοὺς οὐδ' ἥρωας οἵτινές εἰσι

14. τίσι δὴ μαντεύεται Ἡράκλειτος ὁ ᾿Εφέσιος; νυκτιπόλοις, μάγοις, βάκχοις, λήναις, μύσταις· τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ· τὰ γὰρ νομιζόμενα κατ' ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυεῦνται.

ΠΟΤΑΜΟΣ

49α. ποταμοῖς τοῖς αὐτοῖς ἐμβαίνομέν τε καὶ οὐκ ἐμβαίνομεν, εἶμέν τε καὶ οὐκ εἶμεν

91. ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ καθ᾿ Ἡράκλειτον οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν [τῆς αὐτῆς]· ἀλλ' ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι καὶ πάλιν συνάγει (μᾶλλον δὲ οὐδὲ πάλιν οὐδ' ὕστερον, ἀλλ' ἅμα συνίσταται καὶ ἀπολείπει) καὶ πρόσεισι καὶ ἄπεισι

12. Ζήνων τὴν ψυχὴν λέγει αἰσθητικὴν ἀναθυμίασιν, καθάπερ ῾Ηράκλειτος· βουλόμενος γὰρ ἐμφανίσαι, ὅτι αἱ ψυχαὶ ἀναθυμιώμεναι νοεραὶ ἀεὶ γίνονται, εἴκασεν αὐτὰς τοῖς ποταμοῖς λέγων οὕτως· ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιῤῥεῖ· καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται

ΠΟΛΙΤΙΚΗ – ΚΟΙΝΩΝΙΑ – ΠΟΛΙΣ

44. μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὅκωσπερ τείχεος

75. τοὺς καθεύδοντας οἶμαι ὁ ῾Ηράκλειτος ἐργάτας εἶναι λέγει καὶ συνεργοὺς τῶν ἐν τῷ κόσμῳ γινομένων

47. μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλλώμεθα

84Β. κάματός ἐστι τοῖς αὐτοῖς μοχθεῖν καὶ ἄρχεσθαι

125Α. μὴ ἐπιλίποι ὑμᾶς πλοῦτος, ἔφη, ᾿Εφέσιοι, ἵν' ἐξελέγχοισθε πονηρευόμενοι

121. ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον φάντες· ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω, εἰ δὲ μή, ἄλλη τε καὶ μετ' ἄλλων

33. νόμος καὶ βουλῇ πείθεσθαι ἑνός

132. τιμαὶ θεοὺς καὶ ἀνθρώπους καταδουλοῦνται (αα)

102. τῷ μὲν θεῷ καλὰ πάντα καὶ ἀγαθὰ καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφασιν ἃ δὲ δίκαια

ΓΙΑ ΤΟΥΣ ΑΛΛΟΥΣ ΜΕΓΑΛΟΥΣ

40. πολυμαθίη νόον ἔχειν οὐ διδάσκει· ῾Ησίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην αὖτίς τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον

42. τόν τε ῞Ομηρον ἔφασκεν ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι καὶ ᾿Αρχίλοχον ὁμοίως

56. ἐξηπάτηνται, φησίν, οἱ ἄνθρωποι πρὸς τὴν γνῶσιν τῶν φανερῶν παραπλησίως ῾Ομήρῳ, ὃς ἐγένετο τῶν ῾Ελλήνων σοφώτερος πάντων. ἐκεῖνόν τε γὰρ παῖδες φθεῖρας κατακτείνοντες ἐξηπάτησαν εἰπόντες· ὅσα εἴδομεν καὶ ἐλάβομεν, ταῦτα ἀπολείπομεν, ὅσα δὲ οὔτε εἴδομεν οὔτ' ἐλάβομεν, ταῦτα φέρομεν

105. (Ἕκτορι δ' ἦεν ἑταῖρος, [Πουλυδάμας], ἰῇ δ' ἐν νυκτὶ γένοντο) Ἡράκλειτος ἐντεῦθεν ἀστρολόγον φησὶ τὸν Ὅμηρον καὶ ἐν οἷς φησι «μοῖραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν»

57. διδάσκαλος δὲ πλείστων ῾Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκεν· ἔστι γὰρ ἕν

106. περὶ δ' ἡμερῶν ἀποφράδων εἴτε χρὴ τίθεσθαί τινας εἴτε ὀρθῶς Ἡράκλειτος ἐπέπληξεν Ἡσιόδῳ τὰς μὲν ἀγαθὰς ποιουμένῳ, τὰς δὲ φαύλας ὡς ἀγνοοῦντι φύσιν ἡμέρας ἁπάσης μίαν οὖσαν, ἑτέρωθι διηπόρηται

81. ἡ δὲ τῶν ῥητόρων εἰσαγωγὴ πάντα τὰ θεωρήματα πρὸς τοῦτ' ἔχει τείνοντα καὶ κατὰ τὸν Ἡράκλειτον κοπίδων ἐστὶν ἀρχηγός. κοπίδας τὰς λόγων τέχνας ἔλεγον ἄλλοι τε καὶ ὁ Τίμαιος οὕτως γράφων· «ὥστε καὶ φαίνεσθαι μὴ τὸν Πυθαγόραν εὑρετὴν ὄντα τῶν ἀληθινῶν κοπίδων μηδὲ τὸν ὑφ᾿ Ἡρακλείτου κατηγορούμενον, ἀλλ' αὐτὸν τὸν Ἡράκλειτον εἶναι τὸν ἀλαζονευόμενον»

39. ἐν Πριήνῃ Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλείων λόγος ἢ τῶν ἄλλων

38. δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι ... μαρτυρεῖ δ' αὐτῷ καὶ ῾Ηράκλειτος καὶ Δημόκριτος (Ο ΘΑΛΗΣ)


ΑΝΤΙ ΠΡΟΛΟΓΟΥ

Γιὰ τὴν Ἱστορία...

  • Ὄνομα πατρὸς Βλόσων ἢ Ηράκων ἢ Βλύσων ἢ Ηρακίνος...
  • Ἄρνηση τῆς βασιλικῆς του καταγωγῆς...
  • Ἀσκητικὴ ζωή...
  • Ἐπηρεασμένος ἀπὸ τὴν Σχολή τῆς Μιλήτου ἰδίως τοῦ Ἀναξίμανδρου....
  • Σκοτεινός ἢ Αἰνικτής (Αἰνιγματοποιός), ὀνομάζεται ἔτσι, ἐπειδή εἶναι τόσο Φωτεινός καὶ Ξεκάθαρος...
  • Δημοκρατικός.....
  • Τὸ βιβλίο του… «Περὶ Φύσεως» (Σύνπαντος, πολιτικῆς, ἠθικῆς) δεν σώθηκε!!!
  • Τὶ εἶπε ὁ Σωκράτης στὸν Εὐριπίδη γιὰ τὸ βιβλίο τοῦ Ἡρακλείτου: φασὶ δ’ Εὐριπίδην αυτῷ δόντα τὸ Ἡρακλείτου σύγγραμμα ἐρέσθαι «τὶ δοκεῖ»; τὸν δὲ φάναι, «ἃ μὲν συνῆκα, γεναῖα· οἶμαι δὲ καὶ ἃ μὴ συνῆκα· πλὴν δηλίου γέ τινος δεῖται κολυμβητοῦ». (Διογ. Λαέρτιος 2.22.6)
  • Δύο τύπων προτάσεις... 1) διαπιστώσεις 2) προτροπές καὶ μερικές μικτές...
  • Κρατύλος, φανατικός ὀπαδὸς καὶ μαθητής τοῦ Ἡρακλείτου (ἀπ τοὺς λίγους γνωστούς) καὶ δάσκαλος τοῦ Σωκράτους...
  • κακὲς σχέσεις μὲ τοὺς συμπατριῶτες τοὺς Ἐφεσίους

Καὶ κάτι ἀκόμα ποὺ πρέπει νὰ ἔχουμε ὑπόψη μας...

  • Εἶναι ὁ τελευταῖος καὶ ὁ Κορυφαῖος Προσωκρατικὸς Φιλόσοφος, δηλαδή εἶναι αὐτὸς ποὺ μὲ ὅλους τοὺς προσωκρατικοὺς μαζὶ ἀγωνίστηκαν γιὰ νὰ ξεκαθαρίσουν τὴν «Φύση» καὶ ὅλα τὰ «φυσικά φαινόμενα» ἀπὸ τὶς δεισιδαιμονίες καὶ προκαταλήψεις τῆς ἐποχῆς τους, καὶ τὰ κατάφεραν με τον καλύτερο τρόπο.
  • Οἱ σκέψεις καὶ τὰ ρητά ποὺ σώθηκαν μέχρι τὶς μέρες μας, εἶναι μὲν ἐλάχιστα (126 αὐθεντικὰ καὶ 15 ἀκόμη ἀμφισβητούμενα), ἀλλὰ εἶναι τόσο ζωτικά γιὰ τὴν «ἀνθρώπινη Σκέψη». Καὶ ἂς μὴν ξεχνοῦμε ὅτι τὰ περισσότερα σώθηκαν ἀπὸ τὸ στόμα τοῦ μεγίστου ὅλων τῶν Σοφῶν, Σωκράτους. Τὸ ὅτι εἶναι δὲ, τόσο ἁπλᾶ, ξεκάθαρα καὶ φωτεινά ὅσο δὲν γίνεται περαιτέρω, εἶναι αὐτὸς ὁ λόγος πού ὀνομάστηκε ὁ φιλόσοφος "Σκοτεινός" ἢ Αἰνικτής (Αἰνιγματοποιός), γιὰ νὰ τονίζουμε ἔτσι τὴν σαφήνεια καὶ τὴν φωτεινότητα αὐτῆς τῆς μοναδικῆς ἁπλῆς καὶ ἀπέριττης σκέψης.
  • Το μοναδικό του χαμένο βιβλίο "Περί Φύσεως", ἦταν καὶ αὐτὸ στὸ πνεῦμα τῆς λιτότητας καὶ τῆς σαφοῦς διατύπωσης πού χαρακτηρίζουν καὶ τὰ διασωθέντα ἀποφθέγματα του, ἴσως ἡ εἰρωνεία τῆς Ἱστορίας μας τὸ ἔκρυψε γιὰ νὰ προσέξουμε περισσότερο τὰ διασωθέντα!!! πού εἶναι καὶ τὰ πλέον σημαντικά.
  • 10 χρόνια μετά τὸ θάνατό του, γεννήθηκε στὴν Ἀθήνα ὁ Σωκράτης. ὁ Ἡράκλειτος ὑπῆρξε ἔμμεσος Δάσκαλος τοῦ Σωκράτη (ἔμμεσος, μέσῳ τοῦ Κρατύλου). ὁ Κρατύλος, φανατικός ὀπαδὸς καὶ μαθητής τοῦ Ἡρακλείτου (ἀπ τοὺς λίγους γνωστούς) ὑπῆρξε Δάσκαλος τοῦ Σωκράτους καὶ αὐτὸς ἔβαλε τον Σωκράτη στὸ μοντέλλο σκέψης τοῦ Ἡρακλείτου.
  • Γιὰ τὴν ζωή, τὸ ἔργο καὶ τὸ μεγαλεῖο τῆς Σκέψης τοῦ μεγαλύτερου φιλοσόφου ὅλων τῶν ἐποχῶν, τοῦ Ἡρακλείτου, ἔχουν γραφτεῖ τόσα καὶ τόσα ἀνὰ τοὺς αἰῶνες, καὶ εὔκολα μπορεῖ κανεὶς νὰ τὰ βρεῖ καὶ νὰ τὰ μελετήσει σήμερα στὸ διαδίκτυο.
  • Εἶναι ὁ τελευταῖος καὶ ὁ Κορυφαῖος Προσωκρατικὸς Φιλόσοφος, δηλαδὴ εἶναι αὐτὸς ποὺ μὲ ὅλους τοὺς προσωκρατικοὺς μαζί, ἀγωνίστηκαν γιὰ νὰ ξεκαθαρίσουν τὴν «Φύση» καὶ ὅλα τὰ «φυσικὰ φαινόμενα» ἀπὸ τὶς δεισιδαιμονίες καὶ προκαταλήψεις τῆς ἐποχῆς τους. Καὶ τὸ κατόρθωσαν μὲ τὸν καλύτερο τρόπο.
  • Τὸ μοναδικό του χαμένο βιβλίο «Περὶ Φύσεως», ἦταν καὶ αὐτὸ στὸ πνεῦμα τῆς λιτότητας καὶ τῆς σαφοῦς διατύπωσης ποὺ χαρακτηρίζουν καὶ τὰ διασωθέντα ἀποφθέγματά του. Ἴσως ἡ εἰρωνεία τῆς Ἱστορίας μᾶς τὸ ἔκρυψε γιὰ νὰ προσέξουμε περισσότερο τὰ διασωθέντα, ποὺ εἶναι καὶ τὰ πλέον σημαντικά.

Ὅλα τὰ ρητὰ τοῦ Ἡρακλείτου, εἶναι ἐδῶ


«Βίοι φιλοσόφων» Διογένης ὁ Λαέρτιος

Ἡράκλειτος

Ἡράκλειτος Βλόσωνος ἤ, ὥς τινες, Ἡράκωντος Ἐφέσιος. οὗτος ἤκμαζε μὲν κατὰ τὴν ἐνάτην καὶ ἑξηκοστὴν Ὀλυμπιάδα. μεγαλόφρων δὲ γέγονε παρ᾿ ὁντιναοῦν καὶ ὑπερόπτης, ὡς καὶ ἐκ τοῦ συγγράμματος αὐτοῦ δῆλον ἐν ᾧ φησι, «πολυμαθίη νόον οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην, αὖτίς τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον.» εἶναι γὰρ «ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων.» τόν τε Ὅμηρον ἔφασκεν ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι, καὶ Ἀρχίλοχον ὁμοίως.

Ἔλεγε δὲ καὶ «ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαϊήν», καὶ «μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὑπὲρ τοῦ γινομένου ὅκως ὑπὲρ τείχεος.» καθάπτεται δὲ καὶ τῶν Ἐφεσίων ἐπὶ τῷ τὸν ἑταῖρον ἐκβαλεῖν Ἑρμόδωρον ἐν οἷς φησιν, «ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον λέγοντες, Ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω· εἰ δέ τις τοιοῦτος, ἄλλῃ τε καὶ μετ᾿ ἄλλων.» ἀξιούμενος δὲ καὶ νόμους θεῖναι πρὸς αὐτῶν ὑπερεῖδε διὰ τὸ ἤδη κεκρατῆσθαι τῇ πονηρᾷ πολιτείᾳ τὴν πόλιν. ἀναχωρήσας δ᾿ εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος μετὰ τῶν παίδων ἠστραγάλιζε· περιστάντων δ᾿ αὐτὸν τῶν Ἐφεσίων, «τί, ὦ κάκιστοι, θαυμάζετε;», εἶπεν· «ἢ οὐ κρεῖττον τοῦτο ποιεῖν ἢ μεθ᾿ ὑμῶν πολιτεύεσθαι;»

Καὶ τέλος μισανθρωπήσας καὶ ἐκπατήσας ἐν τοῖς ὄρεσι διῃτᾶτο, πόας σιτούμενος καὶ βοτάνας. καὶ μέντοι καὶ διὰ τοῦτο περιτραπεὶς εἰς ὕδερον κατῆλθεν εἰς ἄστυ καὶ τῶν ἰατρῶν αἰνιγματωδῶς ἐπυνθάνετο εἰ δύναιντο ἐξ ἐπομβρίας αὐχμὸν ποιῆσαι· τῶν δὲ μὴ συνιέντων, αὑτὸν εἰς βούστασιν κατορύξας τῇ τῶν βολίτων ἀλέᾳ ἤλπισεν ἐξατμισθήσεσθαι. οὐδὲν δ᾿ ἀνύων οὐδ᾿ οὕτως, ἐτελεύτα βιοὺς ἔτη ἑξήκοντα.

Καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν οὕτως ἔχον· πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν ὧδε διαντλήσας δύσμορος εἶτ᾿ ἔθανεν· σῶμα γὰρ ἀρδεύσασα κακὴ νόσος ὕδατι φέγγος ἔσβεσεν ἐν βλεφάροις καὶ σκότον ἠγάγετο.

Ἕρμιππος δέ φησι λέγειν αὐτὸν τοῖς ἰατροῖς εἴ τις δύναται ἔντερα κεινώσας ὑγρὸν ἐξερᾶσαι· ἀπειπόντων δέ, θεῖναι αὑτὸν εἰς τὸν ἥλιον καὶ κελεύειν τοὺς παῖδας βολίτοις καταπλάττειν· οὕτω δὴ κατατεινόμενον δευτεραῖον τελευτῆσαι καὶ θαφθῆναι ἐν τῇ ἀγορᾷ. Νεάνθης δ᾿ ὁ Κυζικηνός φησι μὴ δυνηθέντα αὐτὸν ἀποσπάσαι τὰ βόλιτα μεῖναι καὶ διὰ τὴν μεταβολὴν ἀγνοηθέντα κυνόβρωτον γενέσθαι.

Γέγονε δὲ θαυμάσιος ἐκ παίδων, ὅτε καὶ νέος ὢν ἔφασκε μηδὲν εἰδέναι, τέλειος μέντοι γενόμενος πάντα ἐγνωκέναι· ἤκουσέ τ᾿ οὐδενός, ἀλλ᾿ αὑτὸν ἔφη διζήσασθαι καὶ μαθεῖν πάντα παρ᾿ ἑαυτοῦ. Σωτίων δέ φησιν εἰρηκέναι τινὰς Ξενοφάνους αὐτὸν ἀκηκοέναι· λέγειν τε Ἀρίστωνα ἐν τῷ Περὶ Ἡρακλείτου καὶ τὸν ὕδερον αὐτὸν θεραπευθῆναι, ἀποθανεῖν δ᾿ ἄλλῃ νόσῳ. τοῦτο δὲ καὶ Ἱππόβοτός φησι.

Τὸ δὲ φερόμενον αὐτοῦ βιβλίον ἐστὶ μὲν ἀπὸ τοῦ συνέχοντος Περὶ φύσεως, διῄρηται δ᾿ εἰς τρεῖς λόγους, εἴς τε τὸν περὶ τοῦ παντὸς καὶ πολιτικὸν καὶ θεολογικόν. ἀνέθηκε δ᾿ αὐτὸ εἰς τὸ τῆς Ἀρτέμιδος ἱερόν, ὡς μέν τινες, ἐπιτηδεύσας ἀσαφέστερον γράψαι, ὅπως οἱ δυνάμενοι μόνοι προσίοιεν αὐτῷ καὶ μὴ ἐκ τοῦ δημώδους εὐκαταφρόνητον ᾖ. τοῦτον δὲ καὶ ὁ Τίμων ὑπογράφει λέγων, τοῖς δ᾿ ἔνι κοκκυστής, ὀχλολοίδορος Ἡράκλειτος, αἰνικτὴς ἀνόρουσε. Θεόφραστος δέ φησιν ὑπὸ μελαγχολίας τὰ μὲν ἡμιτελῆ, τὰ δ᾿ ἄλλοτε ἄλλως ἔχοντα γράψαι. σημεῖον δ᾿ αὐτοῦ τῆς μεγαλοφροσύνης Ἀντισθένης φησὶν ἐν Διαδοχαῖς· ἐκχωρῆσαι γὰρ τἀδελφῷ τῆς βασιλείας. τοσαύτην δὲ δόξαν ἔσχε τὸ σύγγραμμα ὡς καὶ αἱρετιστὰς ἀπ᾿ αὐτοῦ γενέσθαι τοὺς κληθέντας Ἡρακλειτείους.

Ἐδόκει δ᾿ αὐτῷ καθολικῶς μὲν τάδε· ἐκ πυρὸς τὰ πάντα συνεστάναι καὶ εἰς τοῦτο ἀναλύεσθαι· πάντα δὲ γίνεσθαι καθ᾿ εἱμαρμένην καὶ διὰ τῆς ἐναντιοδρομίας ἡρμόσθαι τὰ ὄντα· καὶ πάντα ψυχῶν εἶναι καὶ δαιμόνων πλήρη. εἴρηκε δὲ καὶ περὶ τῶν ἐν κόσμῳ συνισταμένων πάντων παθῶν, ὅτι τε ὁ ἥλιός ἐστι τὸ μέγεθος οἷος φαίνεται. λέγεται δὲ καὶ «ψυχῆς πείρατα ἰὼν οὐκ ἂν ἐξεύροιο, πᾶσαν ἐπιπορευόμενος ὁδόν· οὕτω βαθὺν λόγον ἔχει.» τήν τ᾿ οἴησιν ἱερὰν νόσον ἔλεγε καὶ τὴν ὅρασιν ψεύδεσθαι. λαμπρῶς τε ἐνίοτε ἐν τῷ συγγράμματι καὶ σαφῶς ἐκβάλλει, ὥστε καὶ τὸν νωθέστατον ῥᾳδίως γνῶναι καὶ δίαρμα ψυχῆς λαβεῖν· ἥ τε βραχύτης καὶ τὸ βάρος τῆς ἑρμηνείας ἀσύγκριτον.

Καὶ τὰ ἐπὶ μέρους δὲ αὐτῷ ὧδε ἔχει τῶν δογμάτων· πῦρ εἶναι στοιχεῖον καὶ πυρὸς ἀμοιβὴν τὰ πάντα, ἀραιώσει καὶ πυκνώσει γινόμενα. σαφῶς δ᾿ οὐδὲν ἐκτίθεται. γίνεσθαί τε πάντα κατ᾿ ἐναντιότητα καὶ ῥεῖν τὰ ὅλα ποταμοῦ δίκην, πεπεράνθαι τε τὸ πᾶν καὶ ἕνα εἶναι κόσμον· γεννᾶσθαί τε αὐτὸν ἐκ πυρὸς καὶ πάλιν ἐκπυροῦσθαι κατά τινας περιόδους ἐναλλὰξ τὸν σύμπαντα αἰῶνα· τοῦτο δὲ γίνεσθαι καθ᾿ εἱμαρμένην. τῶν δὲ ἐναντίων τὸ μὲν ἐπὶ τὴν γένεσιν ἄγον καλεῖσθαι πόλεμον καὶ ἔριν, τὸ δ᾿ ἐπὶ τὴν ἐκπύρωσιν ὁμολογίαν καὶ εἰρήνην, καὶ τὴν μεταβολὴν ὁδὸν ἄνω κάτω, τόν τε κόσμον γίνεσθαι κατ᾿ αὐτήν.

Πυκνούμενον γὰρ τὸ πῦρ ἐξυγραίνεσθαι συνιστάμενόν τε γίνεσθαι ὕδωρ, πηγνύμενον δὲ τὸ ὕδωρ εἰς γῆν τρέπεσθαι· καὶ ταύτην ὁδὸν ἐπὶ τὸ κάτω εἶναι. πάλιν τε αὖ τὴν γῆν χεῖσθαι, ἐξ ἧς τὸ ὕδωρ γίνεσθαι, ἐκ δὲ τούτου τὰ λοιπά, σχεδὸν πάντα ἐπὶ τὴν ἀναθυμίασιν ἀνάγων τὴν ἀπὸ τῆς θαλάττης· αὕτη δέ ἐστιν ἡ ἐπὶ τὸ ἄνω ὁδός. γίνεσθαι δ᾿ ἀναθυμιάσεις ἀπό τε γῆς καὶ θαλάττης, ἃς μὲν λαμπρὰς καὶ καθαράς, ἃς δὲ σκοτεινάς. αὔξεσθαι δὲ τὸ μὲν πῦρ ὑπὸ τῶν λαμπρῶν, τὸ δὲ ὑγρὸν ὑπὸ τῶν ἑτέρων. τὸ δὲ περιέχον ὁποῖόν ἐστιν οὐ δηλοῖ· εἶναι μέντοι ἐν αὐτῷ σκάφας ἐπεστραμμένας κατὰ κοῖλον πρὸς ἡμᾶς, ἐν αἷς ἀθροιζομένας τὰς λαμπρὰς ἀναθυμιάσεις ἀποτελεῖν φλόγας, ἃς εἶναι τὰ ἄστρα. λαμπροτάτην δὲ εἶναι τὴν τοῦ ἡλίου φλόγα καὶ θερμοτάτην. τὰ μὲν γὰρ ἄλλα ἄστρα πλεῖον ἀπέχειν ἀπὸ γῆς καὶ διὰ τοῦτο ἧττον λάμπειν καὶ θάλπειν, τὴν δὲ σελήνην προσγειοτέραν οὖσαν μὴ διὰ τοῦ καθαροῦ φέρεσθαι τόπου. τὸν μέντοι ἥλιον ἐν διαυγεῖ καὶ ἀμιγεῖ κινεῖσθαι καὶ σύμμετρον ἀφ᾿ ἡμῶν ἔχειν διάστημα· τοιγάρτοι μᾶλλον θερμαίνειν τε καὶ φωτίζειν. ἐκλείπειν τε ἥλιον καὶ σελήνην, ἄνω στρεφομένων τῶν σκαφῶν· τούς τε κατὰ μῆνα τῆς σελήνης σχηματισμοὺς γίνεσθαι στρεφομένης ἐν αὐτῇ κατὰ μικρὸν τῆς σκάφης. ἡμέραν τε καὶ νύκτα γίνεσθαι καὶ μῆνας καὶ ὥρας ἐτείους καὶ ἐνιαυτοὺς ὑετούς τε καὶ πνεύματα καὶ τὰ τούτοις ὅμοια κατὰ τὰς διαφόρους ἀναθυμιάσεις. τὴν μὲν γὰρ λαμπρὰν ἀναθυμίασιν φλογωθεῖσαν ἐν τῷ κύκλῳ τοῦ ἡλίου ἡμέραν ποιεῖν, τὴν δὲ ἐναντίαν ἐπικρατήσασαν νύκτα ἀποτελεῖν· καὶ ἐκ μὲν τοῦ λαμπροῦ τὸ θερμὸν αὐξόμενον θέρος ποιεῖν, ἐκ δὲ τοῦ σκοτεινοῦ τὸ ὑγρὸν πλεονάζον χειμῶνα ἀπεργάζεσθαι. ἀκολούθως δὲ τού- τοις καὶ περὶ τῶν ἄλλων αἰτιολογεῖ. περὶ δὲ τῆς γῆς οὐδὲν ἀποφαίνεται ποία τίς ἐστιν, ἀλλ᾿ οὐδὲ περὶ τῶν σκαφῶν. καὶ ταῦτα μὲν ἦν αὐτῷ τὰ δοκοῦντα.

Τὰ δὲ περὶ Σωκράτους καὶ ὅσα ἐντυχὼν τῷ συγγράμματι εἴποι, κομίσαντος Εὐριπίδου καθά φησιν Ἀρίστων, ἐν τῷ περὶ Σωκράτους εἰρήκαμεν. Σέλευκος μέντοι φησὶν ὁ γραμματικὸς Κρότωνά τινα ἱστορεῖν ἐν τῷ Κατακολυμβητῇ Κράτητά τινα πρῶτον εἰς τὴν Ἑλλάδα κομίσαι τὸ βιβλίον· ὃν καὶ εἰπεῖν Δηλίου τινὸς δεῖσθαι κολυμβητοῦ, ὃς οὐκ ἀποπνιγήσεται ἐν αὐτῷ. ἐπιγράφουσι δ᾿ αὐτῷ οἱ μὲν Μούσας, οἱ δὲ Περὶ φύσεως, Διόδοτος δὲ ἀκριβὲς οἰάκισμα πρὸς στάθμην βίου, ἄλλοι Γνώμον᾿ ἠθῶν, τρόπου κόσμον ἕνα τῶν ξυμπάντων. φασὶ δ᾿ αὐτὸν ἐρωτηθέντα διὰ τί σιωπᾷ, φάναι «ἵν᾿ ὑμεῖς λαλῆτε.» ἐπόθησε δ᾿ αὐτοῦ καὶ Δαρεῖος μετασχεῖν καὶ ἔγραψεν ὧδε πρὸς αὐτόν· «Βασιλεὺς Δαρεῖος πατρὸς Ὑστάσπεω Ἡράκλειτον Ἐφέσιον σοφὸν ἄνδρα προσαγορεύει χαίρειν.

«Καταβέβλησαι λόγον Περὶ φύσεως δυσνόητόν τε καὶ δυσεξήγητον. ἔν τισι μὲν οὖν ἑρμηνευόμενος κατὰ λέξιν σὴν δοκεῖ δύναμίν τινα περιέχειν θεωρίας κόσμου τε τοῦ σύμπαντος καὶ τῶν ἐν τούτῳ γινομένων, ἅπερ ἐστὶν ἐν θειοτάτῃ κείμενα κινήσει· τῶν δὲ πλείστων ἐποχὴν ἔχοντα, ὥστε καὶ τοὺς ἐπὶ πλεῖστον μετεσχηκότας συγγραμμάτων διαπορεῖσθαι τῆς ὀρθῆς δοκούσης γεγράφθαι παρὰ σοὶ ἐξηγήσεως. βασιλεὺς οὖν Δαρεῖος Ὑστάσπου βούλεται τῆς σῆς ἀκροάσεως μετασχεῖν καὶ παιδείας Ἑλληνικῆς. ἔρχου δὴ συντόμως πρὸς ἐμὴν ὄψιν καὶ βασίλειον οἶκον. Ἕλληνες γὰρ ἐπὶ τὸ πλεῖστον ἀνεπισήμαντοι σοφοῖς ἀνδράσιν ὄντες παρ- ορῶσι τὰ καλῶς ὑπ᾿ αὐτῶν ἐνδεικνύμενα πρὸς σπουδαίαν ἀκοὴν καὶ μάθησιν. παρ᾿ ἐμοὶ δ᾿ ὑπάρχει σοι πᾶσα μὲν προεδρία, καθ᾿ ἡμέραν δὲ καλὴ καὶ σπουδαία προσαγόρευσις καὶ βίος εὐδόκιμος σαῖς παραινέσεσιν.»

«Ἡράκλειτος Ἐφέσιος βασιλέι Δαρείῳ πατρὸς Ὑστάσπεω χαίρειν.»
«Ὁκόσοι τυγχάνουσιν ὄντες ἐπιχθόνιοι τῆς μὲν ἀληθηίης καὶ δικαιοπραγμοσύνης ἀπέχονται, ἀπληστίῃ δὲ καὶ δοξοκοπίῃ προσέχουσι κακῆς ἕνεκα ἀνοίης. ἐγὼ δ᾿ ἀμνηστίην ἔχων πάσης πονηρίης καὶ κόρον φεύγων παντὸς οἰκειούμενον φθόνῳ καὶ διὰ τὸ περιίστασθαι ὑπερηφανίην οὐκ ἂν ἀφικοίμην εἰς Περσῶν χώρην, ὀλίγοις ἀρκεόμενος κατ᾿ ἐμὴν γνώμην.»

Τοιοῦτος μὲν ἁνὴρ καὶ πρὸς βασιλέα. Δημήτριος δέ φησιν ἐν τοῖς Ὁμωνύμοις καὶ Ἀθηναίων αὐτὸν ὑπερφρονῆσαι, δόξαν ἔχοντα παμπλείστην, καταφρονούμενόν τε ὑπὸ τῶν Ἐφεσίων μᾶλλον τὰ οἰκεῖα. μέμνηται αὐτοῦ καὶ ὁ Φαληρεὺς Δημήτριος ἐν τῇ Σωκράτους ἀπολογίᾳ. πλεῖστοί τέ εἰσιν ὅσοι ἐξήγηνται αὐτοῦ τὸ σύγγραμμα· καὶ γὰρ Ἀντισθένης καὶ Ἡρακλείδης ὁ Ποντικὸς Κλεάνθης τε ὁ ποντικὸς καὶ Σφαῖρος ὁ Στωικός, πρὸς δὲ Παυσανίας ὁ κληθεὶς Ἡρακλειτιστής, Νικομήδης τε καὶ Διονύσιος· τῶν δὲ γραμματικῶν Διόδοτος, ὃς οὔ φησι περὶ φύσεως εἶναι τὸ σύγγραμμα ἀλλὰ περὶ πολιτείας, τὰ δὲ περὶ φύσεως ἐν παραδείγματος εἴδει κεῖσθαι.

Ἱερώνυμος δέ φησι καὶ Σκυθῖνον τὸν τῶν ἰάμβων ποιητὴν ἐπιβαλέσθαι τὸν ἐκείνου λόγον διὰ μέτρου ἐκβάλλειν. πολλά τ᾿ εἰς αὐτὸν ἐπιγράμματα φέρεται, ἀτὰρ δὴ καὶ τόδε· Ἡράκλειτος ἐγώ· τί μ᾿ ἄνω κάτω ἕλκετ᾿ ἄμουσοι; οὐχ ὑμῖν ἐπόνουν, τοῖς δ᾿ ἔμ᾿ ἐπισταμένοις. εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δ᾿ ἀνάριθμοι οὐδείς. ταῦτ᾿ αὐδῶ καὶ παρὰ Φερσεφόνῃ. καὶ ἄλλο τοιόνδε· μὴ ταχὺς Ἡρακλείτου ἐπ᾿ ὀμφαλὸν εἴλεε βίβλον τοὐφεσίου· μάλα τοι δύσβατος ἀτραπιτός. ὄρφνη καὶ σκότος ἐστὶν ἀλάμπετον· ἢν δέ σε μύστης εἰσαγάγῃ, φανεροῦ λαμπρότερ᾿ ἠελίου.

Γεγόνασι δ᾿ Ἡράκλειτοι πέντε· πρῶτος αὐτὸς οὗτος· δεύτερος ποιητὴς λυρικός, οὗ ἐστι Τῶν δώδεκα θεῶν ἐγκώμιον· τρίτος ἐλεγείας ποιητὴς Ἁλικαρνασσεύς, εἰς ὃν Καλλίμαχος πεποίηκεν οὕτως εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν, ἐμνήσθην δ᾿ ὁσσάκις ἀμφότεροι ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που, ξεῖν᾿ Ἁλικαρνασσεῦ, τετράπαλαι σποδιή, αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων ἁρπάκτης Ἀΐδης οὐκ ἐπὶ χεῖρα βαλεῖ. τέταρτος Λέσβιος, ἱστορίαν γεγραφὼς Μακεδονικήν· πέμπτος σπουδογέλοιος, ἀπὸ κιθαρῳδίας μεταβεβηκὼς εἰς τὸ εἶδος.